ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ   ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου |Διακονία | Εορτολόγιο | Πολυμέσα

 

πίσω


Ύμνοι επιστολαί

Ο πίναξ των θείων ερώτων

Ευχή μυστική

Α' - Ε'

ΣΤ' - Ι'

ΙΑ' - ΙΕ'

ΙΣΤ' - Κ'

ΚΑ' - ΚΕ'

ΚΣΤ' - Λ

ΛΑ' - ΛΕ'

ΛΣΤ' - Μ

ΜΑ' - ΜΕ

ΜΣΤ' - Ν'

ΝΑ' - ΝΕ'

ΝΣΤ' - ΝΗ'

Επιστολή Α'

Επιστολή Β'

Επιστολή προς Στέφανο Νικομηδείας

Επιστολή προς Νικήτα Σταθάτο

ΙΑ' Ὅπως ὡράθη αὐτῷ Θεός ὡς Στεφάνῳ καί Παύλῳ τοῖς ἀποστόλοις, ἐνταῦθα ὁ πατήρ ἐκπληττόμενος διηγεῖται. (68)


Τί τό καινόν τοῦ θαύματος τοῦ καί νῦν γινομένου;
Θεός καί νῦν ἁμαρτωλοῖς ἄρα ὁρᾶσθαι θέλει,
ὁ πάλαι ἄνω ἀναβάς καί καθεσθείς ἐν θρόνῳ,
ἐν οὐρανῷ τῷ πατρικῷ, καί κεκρυμμένος πέλων;
Ἐκρύβη γάρ ἐξ ὀφθαλμῶν τῶν θείων ἀποστόλων
καί μόνος, ὡς ἠκούσαμεν, Στέφανος μετά ταῦτα
ἀνεῳγότας οὐρανούς εἶδε καί τότε εἶπεν˙
Ὁρῶ ἑστῶτα τόν Υἱόν ἐκ δεξιῶν τῆς δόξης
τῆς τοῦ Πατρός˙ καί παραυτά ὡς βλάσφημα λαλήσας
λιθοβολεῖται πρός αὐτῶν τῶν νομοδιδασκάλων
καί θνῄσκει νόμῳ φύσεως καί ζῇ εἰς τούς αἰῶνας.
Πλήν ἦν αὐτός ἀπόστολος, ἦν καί ἁγιασμένος
καί ἔμπλεως τοῦ Πνεύματος ὅλος τοῦ Παναγίου,
ἀρχή δέ τοῦ κηρύγματος καί πλῆθος τῶν ἀπίστων,
οἵ τῷ Χριστῷ πιστεύοντες διά τῶν ἀποστόλων
καί τήν χάριν ἐλάμβανον πίστεως οὖσαν δῶρον.
Νῦν δέ, τί ἄρα βούλεται τό ξένον τοῦτο πρᾶγμα,
τό ἐν ἐμοί γινόμενον, τί δέ ἄν θέλοι εἶναι
ἡ φοβερά κατάπληξις τοῦ νυνί τελουμένου;
Τίς ὁ ἄρτι δεικνύμενος τρόπος φιλανθρωπίας,
ξένος πλοῦτος χρηστότητος, ἄλλη πηγή ἐλέους,
(69) πολύ τό πλέον ἔχουσα τῶν πάλαι γεγονότων;
Πολλοί γάρ ἠλεήθησαν θείᾳ φιλανθρωπίᾳ,
πλήν καί αὐτοί προσέφερον ἴδιόν τι τήν πίστιν,
εἴτε καί ἄλλας ἀρετάς καί πράξεις ἀποδέκτους˙
ἐγώ δέ πάντων ἐμαυτόν τούτων ἐστερημένον
κατανοῶν ἐξίσταμαι καί φέρειν οὐκ ἰσχύω
τά εἰς ἐμέ γινόμενα, τόν ἄσωτον ἐκ μήτρας,
παρά Θεοῦ τοῦ κτίσαντος λόγῳ τήν πᾶσαν κτίσιν˙
ἅπερ καί φρίττω ἐννοεῖν, πῶς δέ καί λόγῳ γράψω;
Ποία χείρ λειτουργήσειε, ποῖος κάλαμος γράψει,
ποῖος λόγος ἐκφράσειε, ποία γλῶσσα ἐξείποι,
ποῖα χείλη λαλήσουσιν, ἅ ἐν ἐμοί ὁρῶνται
γινόμενα, τελούμενα δι᾿ ὅλης τῆς ἡμέρας;
Καί γάρ καί ἐν αὐτῇ νυκτί καί ἐν αὐτῷ τῷ σκότει
βλέπω Χριστόν τούς οὐρανούς φρικτῶς ἀνοίγοντά μοι,
αὐτόν τε παρακύπτοντα καί καθορώμενόν μοι
ἅμα Πατρί καί Πνεύματι, φωτί τῷ τρισαγίῳ,
ἕν ὄν ἐν τοῖς τρισί καί ἐν ἑνί τά τρία.
Αὐτά τό φῶς πάντως εἰσί, καί τό φῶς ἕν τά τρία,
ὅ καί ὑπέρ τόν ἥλιον φωτίζει τήν ψυχήν μου
καί καταλάμπει μου τόν νοῦν ὄντα ἐσκοτισμένον.
Οὐ γάρ ἑώρα μου ὁ νοῦς ἐξ ἀρχῆς, ἅ ἑώρα,
ἀλλά τυφλός, πιστεύσατε, ὑπῆρχον καί μή βλέπων,
καί διά τοῦτο πλέον με τό θαῦμα καταπλήττει,
ὅταν πώς μου τόν ὀφθαλμόν τοῦ νοός διανοίγῃ,
καί πως τό βλέπειν δίδωσι καί βλεπόμενον ἔστιν.
Αὐτός γάρ φῶς ἐν τῷ φωτί φαίνεται τοῖς ὁρῶσι
καί οἱ ὁρῶντες ἐν φωτί αὐτόν βλέπουσι πάλιν.
Ἐν φωτί γάρ τοῦ Πνεύματος βλέπουσιν οἱ ὁρῶντες,
καί οἱ ἐν τούτῳ βλέποντες τόν Υἱόν καθορῶσιν˙
ὁ δέ Υἱόν ἀξιωθείς ἰδεῖν Πατέρα βλέπει,
(70) Πατέρα δέ ὁ θεωρῶν σύν Υἱῷ πάντως βλέπει.
Ὅπερ καί νῦν, ὡς εἴρηται, ἐν ἐμοί ἐκτελεῖται,
καί τά ἀκατανόητα ποςῶς καταμανθάνω,
καί νῦν μακρόθεν καθορῶ τά ἀθέατα κάλλη
τῷ ἀπροσίτῳ τοῦ φωτός, τῷ ἀστέκτῳ τῆς δόξης
καταπληττόμενος σφοδρῶς, συνεχόμενος τρόμῳ,
πλήν ὅτι μίαν καθορῶ ἐξ ἀβύσσου σταγόνα.
Ὡς ἐν σταγόνι δέ τό πᾶν δείκνυται τῶν ὑδάτων,
ὁποῖον τήν ποιότητα καί ποταπόν τό εἶδος,
ὡς ἐξ ἄκρου τοῦ κρασπέδου ὅλον τό ὕφασμα
καί, ὥς φασιν, ἐξ ὀνύχων τό θηρίον, ὁ λέων,
οὕτως ὅλον ἐν ὀλίγῳ ἀσπαζόμενον βλέπω,
αὐτόν τ᾿ ἐκεῖνον προσκυνῶ, τόν Χριστόν καί Θεόν μου.
Εἶχον δ᾿ ἐν διανοίᾳ μου μικράν παραμυθίαν
τοῦ μή καταφλεχθῆναί με, τοῦ μή κατακαῆναι
ὥσπερ κηρός ἀπό πυρός, ὡς εἶπεν ὁ προφήτης,
τό μακρόθεν ὑπάρχειν με πυρός τοῦ ἀπροσίτου
καί σκότους μέσον ἵστασθαι καί κρύπτεσθαι ἐν τούτῳ,
ὅθεν ὡς ἐξ ὀπῆς μικρᾶς καί ὁρῶν ἰλιγγίων.
Ἐν τούτοις μου διάγοντος καί τόν νοῦν ἀσχολοῦντος
καί οἱονεί ἐν οὐρανῷ δοκοῦντος ἀτενίζειν
καί τρέμοντος, μή πλεῖόν με παραδεχθείς ἐκλείξῃ,
αὐτόν ἐκεῖνον εὕρηκα, ὅν μακρόθεν ἑώρων,
ὅν Στέφανος ἑώρακεν οὐρανῶν ἀνοιγέντων
καί Παῦλος πάλιν ὕστερον ἰδών ἀπετυφλώθη,
ὅλον ὡς πῦρ ἐπ᾿ ἀληθῶς μέσον ἐμῆς καρδίας.
Θροηθείς οὖν τῷ θαύματι καί τρομάξας μεγάλως
ἐξέστην, ὅλος ἐκλυθείς, ὅλος ἐξαπορήσας,
μή φέρων τε τό ἄστεκτον τῆς δόξης ἀπεστράφην,
ἐν τῇ νυκτί τε ἔφυγον αἰσθήσεων τῶν ὧδε
καί σκεπασθείς τοῖς λογισμοῖς ἀπεκρύβην ἐν τούτοις,
(71) ὥσπερ ἐν μνήματι ἐμβάς, καί ἀντί λίθου τοῦτο
τό σῶμα τό βαρύτατον ἐπιθείς ἐσκεπάσθην
καί ἀπεκρύβην τῷ δοκεῖν τόν πανταχοῦ παρόντα,
τόν πάλαι με ἐγείραντα νεκρόν καί τεθαμμένον.
Φρίξας γάρ καί μή ἰσχύων βλέπειν αὐτοῦ τήν δόξαν
ὑπεισελθεῖν προῄρημαι καί προσμεῖναι τῷ τάφῳ
καί κατοικεῖν μετά νεκρῶν, ζῶν αὐτός ἐν τῷ τάφῳ,
ἤπερ καταφλεχθῆναί με καί ἄρδην ἀπολέσθαι.
Ἐκεῖ πάντως καθήμενον δεῖ με θρηνεῖν ἀπαύστως,
καί κλαίειν χρή τόν ἄσωτον, ὅτι τοῦ ποθουμένου
ἀπέτυχον καί γέγονα κείμενος ἐν τῷ τάφῳ.
Ζῶν δέ νεκρός, ὑπόγειος, λίθῳ κακαλυμμένος
ζωήν εὗρον, Θεόν αὐτόν, τόν τήν ζωήν διδόντα,
ᾧ πρέπει δόξα καί τιμή νῦν καί εἰς τούς αἰῶνας˙
ἀμήν.

***


  ΙΒ' Περί τοῦ ἑνός κατά πάντα τῆς τρισυποστάτου θεότητος θεολογία˙ καί δι᾿ ὧν τῇ ταπεινώσει χρώμενος λέγει περί ἑαυτοῦ, τῶν δοκούντων εἶναί τι ἐντρέπων τήν οἴησιν. (72)


Πῶς, ἅ ποτε ἠφάνισας, ἐν ἐμοί πάλιν ζῶσι
καί σκότους με καί θλίψεως ἐμπιπλῶσι, Θεέ μου;
Πάθη θυμοῦ τε κ αί ὀργῆς, ἐξ ὧν ἐγγίνεταί μοι
ἀναθυμίασις, ἀχλύς ἐπί τήν κεφαλήν μου,
καί πήρωσιν τοῖς νοεροῖς ὄμμασί μου ποιοῦσι,
καί γάρ, ὥσπερ καλύπτονται καί καμμύειν τῷ ζόφῳ,
οἴμοι, καταναγκάζονται, καί σοῦ ἀποστεροῦμαι,
φωτός, οὗ πᾶς ἐφίεται, ὀλίγοι δ᾿ ἐκζητοῦσιν.
Ἀλλά καί οἱ ἀξιωθέντες σου μετασχεῖν τῶν ἀρρήτων
καί ὑλικῶς μεταλαβεῖν ἐν ἀΰλῳ αἰσθήσει
μυστηρίων τῶν φοβερῶν καί τοῖς πᾶσιν ἀφράστων
γνῶναί τε τήν ἀόρατον ἐν ὁρωμένοις δόξαν
καί τό ξένον μυστήριον, ὅ ἐν κόσμῳ ἐπράχθη,
κομιδῇ ὀλιγώτεροί εἰσιν, εὖ οἶδα, πάντως˙
οἵ καί τούτων ἐγένοντο ἐν τρανεῖ θεωρίᾳ
παρά τοῦ ὄντος ἐν ἀρχῇ πρό πάντων τῶν αἰώνων
ἐκ τοῦ Πατρός σύν Πνεύματι Υἱοῦ, Θεοῦ καί Λόγου,
φωτός τρισσοῦ ἐν τῷ ἑνί, ἑνός ἐν τοῖς τρισί δέ.
Ἀμφότερα καί γάρ ἕν φῶς, Πατήρ, Υἱός καί Πνεῦμα,
ἄτμητον ὅν ἐν τοῖς τρισί προσώποις ἀσυγχύτως,
πλήν ἡνωμένοις καί αὐτοῖς κατά τήν θείαν φύσιν
ἀρχῆς, δόξης, δυνάμεως, θελήματος ὡσαύτως.
Τά τρία γάρ ὁρᾶταί μοι, ὡς ἐν ἑνί προσώπῳ
(73) ὡραῖοι δύο ὀφθαλμοί φωτός πεπληρωμένοι˙
προσώπου δίχα ὀφθαλμοί πῶς βλέψουσιν, εἰπέ μοι;
Πρόσωπον δ᾿ ἄνευ ὀφθαλμῶν οὐ χρή πάντως καλεῖσθαι,
λείπεται γάρ τοῦ πλείονος, ἤ εἰπεῖν μᾶλλον ὅλου˙
ἥλιος γάρ, εἰ στερηθῇ φωτός τῆς εὐπρεπείας,
ἀπολεῖται πρῶτος αὐτός, ἔπειτα κτίσις πᾶσα,
ἡ ὑπ᾿ αὐτοῦ τό λάμπεσθαι καί τό βλέπειν λαχοῦσα.
Οὕτω Θεός τοῖς νοητοῖς ἑνός εἰ στερηθείη,
εἴτε Υἱοῦ ἤ Πνεύματος, Πατήρ οὐκέτι ἔσται,
ἀλλ᾿ οὐδέ ζῶν ὑπάρξειεν ἀποβαλών τό Πνεῦμα,
ἐξ οὗ τοῖς πᾶσι δίδοται καί τό ζῆν καί τό εἶναι.
Σεβέσθω τοίνυν ἅπασα λογική ὄντως φύσις,
ὅση ὑπό τόν ἥλιον, ὅση δ᾿ ὑπέρθεν τούτου,
φύσιν τήν τρισυπόστατον ἀνερμήνευτον πάντῃ!
Θεοῦ γάρ οὔτε ὄνομα, οὐ φύσιν, οὐκ ἰδέαν,
οὐ μορφήν, οὐχ ὑπόστασιν τῶν ἀνθρώπων τις ἔγνω,
ἵνα εἴπῃ καί γράψῃ καί μεταδῷ τοῖς ἄλλοις,
ἀλλ᾿ ὥσπερ λάμπων ἥλιος τοῖς νέφεσιν εἰσδύνει
καί οὐχ ὁρᾶται μέν αὐτός, οὐδ᾿ ὅλως φωτί φαίνει,
ἀλλ᾿ ἀμυδρόν τοῖς ἐν τῇ γῇ τό φῶς αὐτοῦ παρέχει,
οὕτω μου νόει τόν Θεόν ἀφ᾿ ἡμῶν κεκρυμμένον
καί σκότος μέγα βαθύ πάντας ἡμᾶς κατέχον.
Ἀλλά τό θαυμαστότερον νόει πάντως ἐνταῦθα˙
Θεοῦ γάρ οὐ συστέλλεται τό φῶς, ὡς τοῦ ἡλίου,
ἀλλά λάμπει πανταχοῦ καί φωτίζει τά πάντα˙
καί μέσον ἐγώ τοῦ παντός περιέχομαι σκότει
καί τοῦ ἐμέ ποιήσαντος φωτός ἀποστεροῦμια.
Τίς οὖν ἐμέ μή κλαύσειε καί τίς ἄν οὐ πενθήσῃ
καί τίς οὐκ ἄν στενάξειεν ἐπ᾿ ἐμοί καί δακρύσῃ,
ὅτι Θεός ἐν ἅπασι καί πανταχοῦ ὑπάρχει
καί φῶς ὅλος αὐτός ἐστιν, ἐν ᾧ οὐκ ἔστιν ὅλως
οὐ τροπῆς ἀποσκίασμα, οὐ νυκτός παρουσία,
(74) οὐ σκότος παρεμποδισμός ἐγγίνεται εἰς ἅπαν,
ἀλλ᾿ ἐφήπλωται τῷ παντί καί ἀπροσίτως λάμπει
καί τοῖς ἀξίοις προσιτός καί ληπτός καθορᾶται,
ὀλίγον μέν, ὡς ἔφαμεν, πρός ὅλην τήν ἀκτῖνα
καί πρός τόν ἥλιον αὐτόν, ὅτε φανεῖται ὅλος,
πολύ δέ πάντως πρός αὐτούς τούς σκότει καθημένους,
ὅτι κατηξιώθησαν μικράν αὐγήν ἰδέσθαι.
Ἐγώ δέ, ὁ ταλαίπωρος, προτιμῶμια τό σκότος
καί μεριμνῶ τά ἐν αὐτῷ καί προστιθῶ τόν ζόφον,
καί γίνεται παχύτερον τῇ ταπεινῇ ψυχῇ μου,
ἐξ οὖ τά πάθη τρέφονται καί ἐν ἐμοί ζωοῦνται
καί δράκοντές μοι γίνονται καί ἑρπετά καί ὄφεις
διαταράσσοντες ἀεί τῆς ψυχῆς μου τά μέλη˙
καί γάρ ἡ δόξα δάκνει με, ἡ κενή καί ματαίᾳ,
καί τούς ὀδόντας πέπηγεν ἐν τῇ ἐμῇ καρδίᾳ˙
ἐξ ἧς ἀδυνατήσαντος καί ἐκλυθέντος ὅλως
ἦλθον κύνες οἱ ἄγριοι, ἦλθεν θηρίων πλῆθος,
καί εὑρόντα με κείμενον κατεμασήσαντό με.
Τρυφή γάρ καί ὁ ἔπαινος μυελόν καί τά νεῦρα
διέσπασάν μου, τῆς ψυχῆς ἰσχύν καί προθυμίαν.
Ἀφῃρηκότα ἀπ᾿ ἐμοῦ, οἴμοι, πῶς πάντα γράψω;
Οἴησιν δέ καί ὄκνον μοι ὡς λῃστάς ἐπιθέντες,
ἡδονήν τε καί μέριμναν, πῶς ἀνθρώποις ἀρέσω,
ἀπ᾿ ἐναντίας σύροντες διεμερίσαντό με˙
ἡ μέν τήν σωφροσύνην μου καί τό νηφάλιόν μου,
ἡ δέ τά ἔργα τά καλά καί πράξεις τάς ἐνθέους
ἐφ᾿ ἑαυτάς δεικνύοντες νεκρόν ἀπέδειξάν με,
οἴησιν, τό παράδοξον καί θαυμαστόν καί μέγα,
καταλιπόντες ἐν ἐμοί τῷ κατερρυπωμένῳ.
Πῶς γάρ, εἰπέ, οὐ θαυμαστόν, πῶς οὐ πλῆρες ἐλέους,
ὅτι τοσαῦτα πάθη με ἐπιπεσόντα αἴφνης
καί πάσης ἀρετῆς γυμνόν καί νεκρόν δείξαντά με
(75) ἔλαθον πάλιν ἐμαυτόν μηδέν τῶν γενομένων
ἐπεγνωκώς, ἀλλ᾿ οἴομαι μείζων πάντων ὑπάρχειν
καί ἀπαθής καί ἅγιος καί σοφός θεολόγος,
δικαίως καί τιμώμενος παρά πάντων ἀνθρώπων,
ἀλλά καί ἐπαινούμενος, ὡς ἄξιος ἐπαίνων
ἅπαντας προσκαλούμενος δοκῶ τιμήν συνάγειν.
Συναγομένων γάρ αὐτῶν ἐγώ φυσῶμαι πλέον
καί συχνῶς περιβλέπομαι, μή πού τις ἀπελείφθη,
ὅστις οὐ παραγένετο καί ἐθεάσατό με˙
καί εἴ που εὑρεθείη τις παραβλεψάμενός με,
μνησικακῶ καί λοιδορῶ καί διασύρω τοῦτον,
ὅπως ἀκούσας καί αὐτός μή φέρων μου τούς ψόγους
ἔλθῃ, προσαγορεύσῃ με, φανῇ ὑπόσδονδός μου
καί ὡς κἀκεῖνος χρῄζει μου τῆς εὐχῆς καί ἀγάπης,
καί λέγω πάντας τούς λοιπούς˙ Ἔρχεται καί ὁ δεῖνα
καί τάς εὐχάς κομίζεται καί τούς λόγους ἀκούει
καί τήν διδασκαλίαν μου - φεῦ μοι τῆς εὐπηθείας!
Πῶς οὖν βλέπω γύμνωσιν τῆς ἀθλιότητός μου
καί τῶν πληγῶν αἰσθάνομαι καί λυποῦμαι καί κλαίω
καί ἴασιν ἐπιζητῶ ἀνακλιθείς ξενῶνι
καί ἰατρούς παρακαλῶ δεικνύς τούς μώλωπάς μου,
ἀπογυμνώσας τε αὐτοῖς καί τά κρυπτά μου πάθη,
ὡς ἄν ξηρία, ἔμπλαστρα καί καύστρας ἐπιθῶσι,
καί ὑπομείνω καρτερῶς διά τήν ἴασίν μου,
ἀλλά καί μᾶλλον προστιθῶ τραύματα καθ᾿ ἑκάστην;
Ἀλλ᾿, ὦ Θεέ μου, οἴκτειρον ἐμέ πεπλανημένον
καί φόβον σου ἐμφύτευσον ἐν τῇ ἐμῇ καρδίᾳ,
ἵνα τόν κόσμον φύγοιμι κατά τάς ἐντολάς σου
καί μῖσος ἔξω πρός αὐτόν καί συσταλῶ ἐμφρόνως,
καί μή ἐάσῃς με, Χριστέ, μέσον τούτου πλανᾶσθαι,
ὅτι σέ μόνον ἀγαπῶ μήπω σε ἀγαπήσας,
καί σοῦ μόνου προσδοκῶ τάς ἐντολάς φυλάττειν,
ὅλως ὤν ἐν τοῖς πάθεσι, μηδέ ἐπεγνωκώς σε.
Τίς γάρ τῶν ἐπιγνόντων σε χρῄζει δόξης τοῦ κόσμου;
(78) Ἄλλο καί γάρ τό θέλημα σαρκός ῥευστῆς ὑπάρχει,
ἕτερον δέ τοῦ Πνεύματος, καί ἄλλο τῆς ψυχῆς μου.
Πλήν οὐ τριπλοῦς, ἀλλά διπλοῦς, ὡς ἄνθρωπος, ὑπάρχω˙
ἡ ψυχή μου συνδέδεται ἀρρήτως τῇ σαρκί μου,
πλήν οὐ ζητεῖ τά ἑαυτοῦ ἕκαστον καταλλήλως,
οἷον φαγεῖν τε καί πιεῖν, οἷον τό καθευδῆσαι,
ἅ καί σαρκός θελήματα χοϊκά εἶναι λέγω.
Ἐπεί δέ πάλιν χωρισθέν ψυχῆς οὐδέν ζητεῖ τοιοῦτον,
ἀλλά νεκρόν, ἀναίσθητον, ὥσπερ πηλός τυγχάνει,
τό πᾶν ψυχῆς εἶναι δοκῶ, ἕν θέλημα ἀνθρώπου.
Ὁ οὖν τῷ Θείῳ Πνεύματι τό ἴδιον ἑνώσας
θεοειδής ἐγένετο Χριστόν λαβών ἐν στέρνοις,
Χριστιανός ἀπό Χριστοῦ, Χριστόν μεμορφωμένον
ἔχων ἐν ἑαυτῷ πάντως τόν ἄληπτον καί μόνον,
τόν ἀληθῶς ἀπρόσιτον τοῖς ποιήμασι πᾶσιν.
Ἀλλ᾿, ὦ φύσις ἀμόλυντε, οὐσία κεκρυμμένη,
φιλανθρωπία ἄγνωστε τοῖς πλείοσιν ἀνθρώποις,
ἔλεος οὐχ ὁρώμενον τοῖς ἀφρόνως βιοῦσιν,
οὐσία ἀναλλοίωτε, ἄτμητε, τρισαγία,
φῶς ἁπλοῦν καί ἀνείδεον, ἀσύνθετον εἰς ἅπαν,
ἀσώματον, ἀχώριστον, ἄληπτον πάσῃ φύσει,
πῶς καθωράθης ὡς ἐγώ, ἐγνώσθης τοῖς ἐν σκότει
καί ἐκρατήθης ἐν χερσί μητρός σου τῆς ἁγίας,
καί ἐδεσμεύθης ὡς φονεύς, ἔπαθες ὡςκακοῦργος
σωματικῶς, ὦ βασιλεῦ, θέλων πάντως με σῶσαι
καί πάλιν ἐπαναγαγεῖν εἰς παράδεισον δόξης;
Τοῦτο οἰκονομία σου, τοῦτο ἡ παρουσία,
τοῦτο ἡ εὐσπλαγχνία σου καί ἡ φιλανθρωπία,
ἡ γενομένη δι᾿ ἡμᾶς, πάντας ἀνθρώπους, Λόγε,
πιστούς, ἀπίστους, ἐθνικούς, ἁμαρτωλούς, ἁγίους˙
κοινή γάρ πάντων γέγονεν ἡ ἐπιφάνειά σου,
σωτηρία καί λύτρωσις ζώντων καί τῶν θανόντων.
(79) Τό δέ κρυπτῶς γινόμενον ἐν ἐμοί τῷ ἀσώτῳ
καί μερικῶς τελούμενον ἐν γνωστῇ ἀγνωσίᾳ
-γνωστῇ μέν πάντως παρ᾿ ἐμοί, ἀγνώστῳ δέ τοῖς ἄλλοις-,
ποία γλῶσσα λαλήσειε, ποῖος νοῦς ἑρμηνεύσῃ,
ποῖος λόγος ἐκφράσειεν, ἵνα καί χείρ μου γράψῃ;
Φρικτόν γάρ ὄντως, Δέσποτα, φρικτόν καί ὑπέρ λόγον,
ὅτι ὁρᾶταί μοι τό φῶς, ὅ ὁ κόσμος οὐκ ἔχει,
καί ἀγαπᾷ με ὁ μή ὤν ἔνδον τούτου τοῦ κόσμου,
καί ἀγαπῶ τόν μηδαμοῦ ὄντα ἐν ὁρωμένοις.
Ἐπί τῆς κλίνης κάθημαι ἔξωθεν ὤν τοῦ κόσμου
καί μέσον ὤν τῆς κέλλης μου τόν ἔξωθεν τοῦ κόσμου
ὄντα τε καί γενόμενον βλέπω, ᾧ καί ὁμιλῶ
- εἰπεῖν δέ τόλμα - καί φιλῶ, φιλεῖ με καί ἐκεῖνος,
ἐσθίω, τρέφομαι καλῶς μόνῃ τῇ θεωρίᾳ
καί συνενούμενος αὐτῷ οὐρανούς ὑπερβαίνω
καί τοῦτο οἶδα ἀληθές καί βέβαιον ὑπάρχειν,
τό ποῦ τό σῶμα τότε δέ ὑπάρχει, οὐ γινώσκω.
Οἷδα, ὅτι κατέρχεται ὁ ὑπάρχων ἀκίνητος˙
οἶδα, ὅτι ὁρᾶταί μοι ὁ τυγχάνων ἀόρατος˙
οἶδα, ὁ πάσης κτίσεως ἀποκεχωρισμένος
ἔνδον αὐτοῦ λαμβάνει με καί ἐν ἀγκάλαις κρύπτει,
καί ἐκ παντός εὑρίσκομαι ἔξω τότε τοῦ κόσμου.
Ἐγώ δέ πάλιν, ὁ βροτός καί μικρός ἐν τῷ κόσμῳ,
ἐντός μου ὅλον καθορῶ τόν ποιητήν τοῦ κόσμου,
καί οἶδα, ὡς οὐ θνήξομαι ἔνδον ζωῆς τυγχάνων,
καί ὅλην ἔχω γτήν ζωήν βλυστάνουσαν ἐντός μου˙
ἐν τῇ καρδίᾳ μου ἐστίν, ἐν οὐρανῷ δ᾿ ὑπάρχει,
ὦδε κἀκεῖ ὁρᾶταί μοι ἐπίσης ἀπαστράπτων.
Ὅπως δέ ταῦτα γίνονται, πῶς ἄν καλῶς νοήσω,
πῶς δ᾿ ἐξειπεῖν σοι δυνηθῶ, ὅσα νοῶ καί βλέπω;
Εἰσί γάρ ὄντως ἄφθεκτα καί ἄρρητα εἰς ἅπαν,
ἅ ὀφθαλμός οὐχ ἑώρακεν, οὐκ ἀκήκοεν οὖς δέ,
(80) ἐπί καρδίαν σέ ποτέ οὐκ ἐνέβη σαρκίνην.
Εὐχαριστῶ σοι, Δέσποτα, ὅτι ἠλέησάς με
καί δέδωκας ἰδέσθαι με ταῦτα καί οὕτως γράψαι,
τοῖς μετ᾿ἐμοῦ κηρῦξαί τε τήν σήν φιλανθρωπίαν,
ἵνα καί νῦν μυηθῶσι λαοί, φυλαί καί γλῶσσαι,
ὅτι τούς πάντας ἐλεεῖς θερμῶς μετανοοῦντας
ἴσον τοῖς ἀποστόλοις σου καί πᾶσι τοῖς ἁγίοις,
εὐεργετεῖς τε καί τιμᾷς καί δοξάζεις, Θεέ μου,
ὡς μετά πόθου σέ μόνον βλέποντας, τόν ποιητήν τοῦ κόσμου,
ᾧ πρέπει δόξα καί τιμή, κράτος, μεγαλωσύνη,
ὡς βασιλεῖ τε καί Θεῷ τοῦ παντός καί Δεσπότῃ
νῦν καί ἀεί διά παντός εἰς αἰῶνας αἰώνων˙
ἀμήν.

***


ΙΔ'. Εὐχαριστία πρός Θεόν τῶν δωρεῶν ἕνεκα, ὧν παρ᾿ αὐτοῦ ἠξιώθη˙ καί ὅτι φρικτόν καί ἀγγέλοις τό τῆς ἱερωσύνης καί ἡγουμενείας ἀξίωμα. (81)

Ἐγώ, κἄν θέλω, Δέσποτα, λαλῆσαι οὐκ ἰσχύω.
Τί γάρ ὅλως καί φθέγξομαι ἀκάθαρτος ὑπάρχων
καί λογισμοῖς καί πράξεσι καί ἐννοίαις ἁπάσαις;
Πλήν τήν ψυχήν τιτρώσκομαι, φλέγομαι τά ἐντός μου
ἐπιθυμῶν λαλῆσαί σοι, κἄν ποσῶς, ὁ Θεός μου.
Βλέπω, καί γάρ ἐπίστασαι τά ἐμά, ὦ Θεέ μου,
ὅτι τά μέλη ἅπαντα σώματος καί ψυχῆς μου
ἐμίανα ἐκ γενετῆς, ὅλος ὤν ἁμαρτία.
Τεκμαίρομαι τό ἔλεος καί τήν φιλανθρωπίαν
καί τά καλά σου τά πολλά, ἅ εἰς ἐμέ εἰργάσω,
καί ἄφωνος καθίσταμαι μικροῦ ἀπογινώσκων
καί θλίβομαι διηνεκῶς λυπούμενος, ὁ τάλας,
ὅτι ἀνάξιός εἰμι τῶν ἀγαθῶν σου πάντων.
Ὁπόταν ἔλθω εἰς ἐμαυτόν καί κατά νοῦν θελήσω
ἀναλογίσθαι, Χριστέ, τά πλήθη τῶν κακῶν μου,
καί ὅτι ἕν ἀγαθόν οὐκ ἔπραξα ἐν βίῳ,
ἀντί δέ τῶν κολάσεων, ὀργῆς σου τῆς δικαίας,
ὧν ὑπομεῖναι ἔμελλον ὡς πολλά σε λυπήσας,
τοσούτων μᾶλλον ἀγαθῶν νῦν κατηξίωσάς με,
ἔρχομαι εἰς ἀπόγνωσιν, φοβοῦμαί σου τό κρῖμα,
ὅτι καί μᾶλλον προστιθῶ πταίσματα καθ᾿ ἑκάστην,
(82) καί τό πολύ σου ἔλεος καί τήν φιλανθρωπίαν
τρέμω μή τρέψῃς εἰς θυμόν μείζονος τιμωρίας,
ὅτι εὐεργετούμενος ἀχαριστῶ σοι πλέον,
δοῦλος ὑπάρχων πονηρός σου, τοῦ καλοῦ Δεσπότου.
Πάντα οὖν τἆλλα, Κύριε, ὑπομονήν παρεῖχον,
ἐλπίδα προξενοῦντά μοι ζωῆς τῆς αἰωνίου˙
οὗ ἕνεκεν καί ἔχαιρον πολλά, ὡς οἶδας μόνος,
θαρρῶν εἰς τήν χρηστότητα καί εἰς τό ἔλεός σου.
Διά γάρ τοῦτο ἐκ παντός ἦρές με ἐκ τοῦ κόσμου
καί πάντων ἀπεχώρισας συγγενῶν τε καί φίλων,
ὅπως καί ἐλεήσῃς με καί σώσῃς με, Χριστέ μου˙
τοῦτο πληροφορούμενος παρά τῆς χάριτός σου
εἶχον χαράν ἀπλήρωτον και βεβαίαν ἐλπίδα.
Τά δύο δέ τά ἔσχατα ὅπως εἴπω, οὐκ οἶδα,
ἅ εἰς ἐμέ εὐδόκησας γενέσθαι, Βασιλεῦ μου,
καί τήν ψυχήν μου καί τόν νοῦν λόγου ἀποστεροῦσι
καί ἐνεργείας παύσουσι καί φρονήσεις ἁπάσας,
ἀλλά καί τῷ μεγέθει σου βαρύνουσι τῆς δόξης
καί παύσασθαι παρά μικρόν πείθουσί με, Σωτήρ μου,
μηδέν λαλεῖν,μηδέν ποιεῖν, μηδέ ἅπτεσθαι τούτων,
καί ἀπορῶ ἐν ἐμαυτῷ καί θαυμάζων λυποῦμια.
Πῶς τοῖς τοιούτοις ἐμαυτόν πράγμασιν ἀπορρήτοις
ἐξέδωκα διακονεῖν καί λειτουργεῖν, ὁ τάλας;
Ἐν οἷς ἄγγελοι φρίττουσιν ἀδεῶς ἀτενίσαι,
προφῆται ἐδειλίασαν ἐνωτισθέντες ἅμα
δόξης τό ἀκατάληπτον καί τῆς οἰκονομίας˙
ἀπόστολοι καί μάρτυρες καί διδασκάλων πλῆθος
βοῶσι καί κραυγάζουσιν ἑαυτούς ἀναξίους
διαρρήδην κηρύττοντες ἅπασι τοῖς ἐν κόσμῳ.
Ἐγώ δέ πῶς, ὁ ἄσωτος, καί πῶς ἐγώ, ὁ πόρνος,
καί πῶς ἐγώ, ὁ ταπεινός, γενέσθαι ἠξιώθην
καί ἀδελφῶν ἡγούμενος, τῶν θείων μυστηρίων
(83) ἱερουργός καί λειτουργός τῆς ἀχράντου Τριάδος;
Ὅπου γάρ ἄρτος σαρκός καί τοῦ αἵματος, Λόγε,
ἐκεῖ ὑπάρχεις σύ αὐτός, ὁ Θεός μου καί Λόγος,
καί ταῦτα σῶμα γίνεται σόν ἀληθῶς καί αἷμα
ἐπελεύσει τοῦ Πνεύματος καί δυνάμει Ὑψίστου˙
καί τολμῶντες ἁπτόμεθα θεοῦ τοῦ ἀπροσίτου,
μᾶλλον δέ τοῦ οἰκοῦντος ἐν φωτί ἀπροσίτῳ,
οὐ μόνον φύσει τῇ φθαρτῇ ταύτῃ καί ἀνθρωπίνῃ,
ἀλλά καί πάσαις νεοραῖς στρατιαῖς τῶν ἀγγέλων.
Τοῦτο οὖν τό ἀπόρρητον, τοῦτο τό ὑπέρ φύσιν
ἔργον τε καί ἐγχείρημα, ὅπερ ποιεῖν ἐτάχθην,
πείθει με καί τόν θάνατον πρό ὀφθαλμῶν μου βλέπειν˙
ὅθεν ἀφείς τό ἥδεσθαι τῷ τρόμῳ συνεσχέθην
εἰδώς, ὅτι ἀδύνατον ἐμοί καί πᾶσιν, οἶμαι,
τό κατ᾿ ἀξίαν λειτουργεῖν καί βίον οὕτως ἔχειν
ἀγγελικόν ἐν σώματι, μᾶλλον δ᾿ ὑπέρ ἀγγέλους,
ἵν᾿ ὁ λόγος ἔδειξε καί ἡ ἀλήθεια ἔχει,
καί οἰκειότερος αὐτῶν γένηται κατ᾿ ἀξίαν
ὡς καί χερσίν ἁπτόμενος καί στόματι ἐσθίων,
ὅνπερ ἐκεῖνοι φρίττοντες παρίστανται σύν τρόμῳ.
Τό δέ κρῖμα τῶν ἀδελφῶν, οὕς τέταγμαι ποιμαίνειν,
ποία ψυχή βαστάσειε, ποῖος νοῦς εὐπορήσῃ
ἀκατακρίτως μετελθεῖν ἑνός ἑκάστου γνώμην
καί πάντα τά παρ᾿ ἑαυτοῦ ἀνελλιπῶς εἰσφέρειν
καί ἐξελέσθαι κρίματος ἑαυτόν τοῦ ἐκείνων;
Οὔ μοί δοκεῖ πως δυνατόν ἀνθρώποις εἶναι τοῦτο˙
πείθομαι οὖν βούλομαι μαθητής εἶναι μᾶλλον
ἑνός δουλεύων θέλημα, ἑνός ἀκούων λόγους,
καί ὑπέρ τούτου τοῦ ἑνός μόνον ὑφέξειν λόγους,
ἤ τρόποις καί θελήμασι δουλεύειν τῶν πλειόνων
(84) καί τούτων γνώμας ἐρευνᾶς καί βουλάς ἐξευρίσκειν
καί πράξεις τε καί λογισμούς ἐξιχνιάζειν πλέον,
ἐπεί καί κρίσις μένει με καί δοῦναι μέλλω λόγους,
ἀνθ᾿ ὧνπερ ἡμαρτήκασιν, οὕς ἔγωγε ποιμαίνειν
λόγοις ἀρρήτοις τοῦ Θεοῦ πάντως ᾑρέθην μόνος.
Ἕκαστος γάρ κριθήσεται καί λόγους πάντως δώσει,
ὧν ἔπραξεν αὐτός, εἴ τι χρηστόν ἤ φαῦλον,
ὑπέρ ἑκάστου λόγον δέ μόνος ἐγώ παρέξω˙
καί πῶς σωθῆναι βούλομαι ἤ πῶς ἐλεηθῆναι,
ὁ μηδέ κἄν ὑπέρ ἐμῆς μιᾶς ψυχῆς ἀθλίας
ἔχων ὅλως ἐνδείξασθαι ἔργον πρός σωτηρίαν;
Καί γάρ, πληροφορήθητι, οὐκ ἔχων, ὅ,τι φράσσω,
οὐδέ γάρ ἔπραξά ποτε ἔργον μικρόν ἤ μέγα,
δι᾿ οὗ καί μέλλω σῴζεσθαι πυρός τοῦ αἰωνίου.
Ἀλλ᾿ ὦ φιλάνθρωπε Σωτήρ, εὔσπλαγχνε, ἐλεήμων,
θείαν μοι δός τῷ ταπεινῷ δύναμιν, ὥστε λόγῳ,
οὕς δέδωκάς μοι ἀδελφούς, ποιμαίνειν ἐν συνέσει,
καθοδηγεῖν ἐπί νομάς τῶν νόμων σου τῶν θείων
καί ἀνασῴζειν εἰς μονάς τῆς ἄνω βασιλείας
σώους, ἀπήμονας, φαιδρούς τῶν ἀρετῶν τῷ κάλλει,
ἀξίους τε προσκυνητάς τοῦ φοβεροῦ σου θρόνου˙
κἀμέ δέ τόν ἀνάξιον προσλαβοῦ ἐκ τοῦ κόσμου,
εἰ καί κατάστικτον πολλαῖς ἁμαρτιῶν αἰκίαις,
ἀλλ᾿ ὅμως λάτριν ἅμα σόν καί ἀχρεῖον οἰκέτην,
καί τοῖς χοροῖς τῶν ἐκλεκτῶν, οἷς κρίμασι γινώσκεις,
συγκαταρίθμησον ὁμοῦ μετά τῶν μαθητῶν μου,
ἵν᾿ ἅμα πάντες βλέπωμεν τήν δόξαν σου τήν θείαν
καί τῶν ἀφράστων σου, Χριστέ, ἀγαθῶν ἐντρυφῶμεν.
Σύ γάρ εἶ ἡ ἀπόλαυσις, ἡ τρυφή καί τό κλέος
τῶν ἀγαπώντων σε θερμῶς εἰς αἰῶνας αἰώνων˙
ἀμήν.

***


  ΙΕ'. Ὅπως βλέπων τήν δόξαν τοῦ Θεοῦ ἐνηργεῖτο ὑπό τοῦ Παναγίου Πνεύματος, καί ὅτι τό Θεῖον ἐντός καί ἐκτός ἐστι τοῦ παντός, ἀλλά καί ληπτόν τε καί ἄληπτον τοῖς ἀξίοις, καί ὅτι οἶκος Δαυίδ ἡμεῖς ἐσμεν, καί ὅτι εἰς πολλά γινόμενος ὁ Χριστός καί Θεός ἡμῶν μέλη εἷς ἐστι καί ὁ αὐτός καί μένων ἀμέριστος. (85)
Ἀποκαλυπτομένου σου, Δέσποτα τῶν ἁπάντων,
καί δόξαν τοῦ προσώπου σου τρανότερον δεικνύντος
ὅλος τρόμῳ συνέχομαι ἄνωθεν καθορῶν σε,
ὡς ἐφικτόν ἐστιν ἐμοί, τῷ ταπεινῷ τήν φύσιν,
καί φόβῳ συνεχόμενος ἐκπλήττομαι καί λέγω˙
Ὑπέρ κατάληψιν ἐμήν πάντα τά σά, Θεέ μου,
καί γάρ εἰμι ἀκάθαρτος, ἀνάξιος εἰς ἅπαν
τοῦ βλέπειν σε, τόν καθαρόν καί ἅγιον Δεσπότην,
ὅν εὐλαβοῦνται ἄγγελοι καί λειτουργοῦσι τρόμῳ,
καί ἀπό τοῦ προσώπου σου κλονεῖται πᾶσα κτίσις.
Ὅταν δέ ταῦτα εἴποιμι καί ὀφθαλμούς καμμύσω,
τουτέστι κάτω μου τόν νοῦν ἀποστρέψω, μή βλέπειν
ἤ καθορᾶν δυνάμενος τήν ἄστεκτόν σου θέαν,
τότε θρηνῶ στερούμενος τοῦ κάλλους σου, Θεέ μου,
μή φέρων σοῦ τόν χωρισμόν, τοῦ φιλανθρώπου μόνου.
Θρηνοῦντα δέ καί κλαίοντα ὅλον με περιλάμπεις,
βαβαί, καί καταπλήττομαι καί ἐπί πλεῖον κλαίω,
τό πρός ἐμέ σου εὔσπλαγχονον τόν ἄσωτον θαυμάζων.
Τότε βλέπω τοῦ σώματος πολλήν ἀσχημοσύνην
(86) καί τήν ἀναξιότητα ψυχῆς μου τῆς ἀθλίας,
καί ταῦτα τεκμαιρόμενος ἐξίσταμαι κραυγάζων˙
Τίς οὖν ἐγώ εἰμι, Θεέ καί ποιητά τῶν ὅλων,
καί τίς ὅλως πεποίηκα ἀγαθόν ἐν τῷ βίῳ,
ἤ ποίαν ὅλως σοῦ ποτε ἐντολήν εἰργασάμην,
ὅτι τοιαύτῃ δόξῃ με τόν ταπεινόν δοξάζεις;
Καί πόθεν ἤ καί διά τί οὕτως με περιλάμπειν,
τόν ἄθλιον, ἠξίωσας ἐν νυκτί καί ἡμέρᾳ;
Μή γάρ ποτε ἐδίψησα σέ ζητῶν, Βασιλεῦ μου,
μή γάρ ἐκακοπάθησα σῶν ἐντολῶν τοῖς πόνοις,
μή πειρασμούς ὑπέμεινα καί μάστιγας, ὡς πάντες
οἱ ταῦτα καρτερήσαντες ἅγιοι ἀπ᾿ αἰῶνος,
ὅπως ἐκείνοις με, Χριστέ, συναριθμήσας σώσῃς;
Οὐ γάρ τῶν ἔργων με χωρίς σύ ῥᾳθυμοῦντα σώσεις˙
κἄν σφόδρα σύ φιλάνθρωπος ὡς πλάστης τῶν ἀνθρώπων,.
Ἀκούω Παύλου λέγοντος νεκράν εἶναι τήν πίστιν
ἔργων χωρίς τυγχάνουσαν καί φρίττω τιμωρίας
πάντως ἐκεῖ μενούσας με, τόν κατημελημένον.
Πῶς οὖν ἐγώ θαρρήσαιμι ὡς πιστός σύν ἐκείνοις
ἀριμνηθῆναι, Δέσποτα, τοῖς προεργασαμένοις,
ὁ μηδέν μίαν ἐντολήν ποτε τετηρηκώς σου;
Ἀλλ᾿ οἶδα, πάντα δύνασαι, πάντα ποιεῖς, ὡς θέλεις,
καί τοῖς ἐσχάτοις, Δέσποτα, δίδως ὡς καί τοῖς πρώτοις,
καί πρῶτον, ὤ τοῦ θαύματος, τῶν πρώτων τοῖς ἐσχάτοις.
Ταῦτα πρός σέ λέγοντος, τόν ποιητήν τοῦ κόσμου,
τόν ἄνω πρίν φαινόμενον καί πάλαι με κρυβέντα
καί ὕστερον ἀκτῖσί με ὅλον περικυκλοῦντα,
αἴφνης σε ὅλον ἐν ἐμοί καθορῶ γεγονότα,
τόν ἄνω πρίν φαινόμενον, ἀλλά κρυβέντα πάλιν
νέφει, καθάπερ ἥλιος ἀκτίνων ὅλως δίχα.
Ὡς οὖν ἐκεῖνος προσιτός ἐστι τοῖς καθορῶσι
(87) καί τότε μᾶλλον οἱονεί ὅλος πᾶσιν ὁρᾶται,
οὕτω καί σύ μοι προσιτός κεκρυμμένος ἐντός μου
τυγχάνεις, ὁ ἀπρόσιτος, ὄμμασι νοεροῖς μου,
ὡς οἶδας, ὀπτανόμενος, κατά μικρόν αὐξάνων,
φαιδρότερον δεικνύμενος, φαιδρότερον ἀστράπτων˙
ἄλλοτε πάλιν φαίνῃ μοι ἀπρόσιτος εἰς ἅπαν.
Διό καί μεγαλύνω σου τήν ἀκαταληψίαν,
τήν ἀγαθότητα τήν σήν κηρύττων ἐκβοῶ σοι˙
Δόξα τῷ οὕτως τήν ἡμῶν δοξάσαντι οὐσίαν,
δόξα τῇ ἀμετρήτῳ σου, Σωτήρ, συγκαταβάσει,
δόξα τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ δυναστείᾳ,
δόξα σοι, ὅτι ἄτρεπτος, ἀναλλοίωτος μένων
ὅλος τε εἶ ἀκίνητος, ἀεικίνητος πέλων,
ὅλος ἐκτός τῆς κτίσεως, ὅλος δ᾿ ἐν πάσῃ κτίσει,
ὅλος τά σύμπαντα πληροῖς, ὅλος ὤν ἔξω πάντων,
ὑπέρ τά πάντα, Δέσποτα, ὑπέρ ἀρχήν δέ πᾶσαν,
ὑπέρ οὐσίαν ἅπασαν, ὑπέρ φύσεως φύσιν,
ὑπέρ αἰῶνας ἅπαντας, ὑπέρ φῶς ἅπαν, Σῶτερ,
ὑπέρ οὐσίας νοεράς, ἔργον σόν γάρ κἀκεῖναι,
μᾶλλον δέ ἐννοήματός σου τυγχάνουσιν ἔργον.
Σύ γάρ τῶν πάντων εἶ οὐδέν, ἀνώτερος δέ πάντων˙
τῶν ὄντων γάρ εἶ αἴτιος ὡς τῶν πάντων κτίστης
καί διά τοῦτο πάντων εἶ ἀποκεχωρισμένος,
ἄνωθέν που νοούμενος ὑπέρ τά ὄντα πάντα,
ἀόρατος, ἀπρόσιτος, ἄληπτος ἀναφής τε,
ἀκατανόητός τε ὤν ἀναλλοίωτος μένεις,
ἁπλοῦς τυγχάνων ὅλος δέ σύ εἶ πεποικιλμένος,
καί ὅλως νοῦς ἀδυνατεῖ δόξης τήν ποικιλίαν
καί ὡραιότητα τοῦ σοῦ κάλλους κατανοῆσαι.
Ὁ οὖν τῶν πάντων ὤν οὐδέν ὡς ὑπεράνω πάντων,
ὁ ἔξω πάντων ὠς Θεός τῶν πάντων σύ ὑπάρχων
ἀόρατος, ἀπρόσιτος, ἄληπτος ἀναφής τε,
(88) αὐτός ἐγένου καί βροτός, εἰσῆλθες ἐν τῷ κόσμῳ
καί πᾶσιν ὤφθης προσιτός τῇ τῆς σαρκός προσλήψει.
Ἐγνώσθης δέ καί τοῖς πιστοῖς θεότητος τῇ δόξῃ
καί γέγονας αὐτοῖς ληπτός, ὁ ἄληπτος εἰς ἅπαν,
καί ὁρατός ὅλος αὐτός, ὁ ἀόρατος πᾶσιν˙
καί εἴδοσαν τήν δόξαν σου, θεότητος τῆς θείας,
μόνοι πιστοί καί βλέπουσιν, οἱ ἄπιστοι δέ πάντες
ἰδόντες σε διέμειναν τυφλοί, τό φῶς τοῦ κόσμου.
Οἱ οὖν πιστοί καί τότε σέ καί νῦν ἀεί ὁρῶσι
καί ἔχουσι μεθ᾿ ἑαυτῶν τόν κτίστην σε τῶν ὅλων
συνόντα συνοικοῦντά τε ἐν σκότει τῷ τοῦ βίου,
ὡς ἥλιόν σε ἄδυτον, ὡς ἄσβεστον λαμπάδα,
μή καταλαμβανόμενος ὅλως ὑπό τοῦ σκότους,
ἀλλά καταφωτίζοντα ἀεί τούς σέ ὁρῶντας.
Ἐπεί δέ σύ, ὡς εἴρηται, ἔξω πάντων ὑπάρχεις
καί, οὕς φωτίζεις, ἔξωθεν ποιεῖς τῶν ὁρωμένων
καί ὥσπερ σύ αὐτόθι ὤν ἄνω σύν τῷ Πατρί σου
ἀδιαστάτως μεθ᾿ ἡμῶν ὅλος αὐτός τυγχάνεις
καί ἐν τῷ κόσμῳ πάλιν ὤν ἀχώρητος εἶ κόσμῳ
- ἐν τῷ παντί γάρ ὤν αὐτός ὑπέρ τό πᾶν τυγχάνεις-,
οὕτως ἡμᾶς τούς δούλους σου τῶν αἰσθητῶν ἐν μέσῳ,
τῶν ὁρωμένων τε ἐντός ὑπάρχοντας ἐξάγεις
καί ἄνω ὅλως μετά σοῦ λαμπομένους φωτί σου
συναναφέρεις καί ποιεῖς ἐκ θνητῶν ἀθανάτους˙
καί μένοντες, ὅπερ ἐσμέν, υἱοί τῇ χάριτί σου
ὅμοιοί σοι γινόμεθα, θεοί Θεόν ὁρῶντες.
Τίς οὖν οὐ προσδραμεῖταί σοι, τῷ μόνῳ φιλανθρώπῳ,
τίς οὐκ ἀκολουθήσει σοι, τίς οὐκ ἐκ πόθου φράσει˙
Ἰδού, τά πάντα ῥίψαντες ἀκολουθήσομέν σοι,
τῷ συμπαθεῖ, τῷ προσινεῖ, τῷ εὐσπλάγχνῳ Δεσπότη,
τῷ τήν ἡμῶν ἐπιστροφήν ἀεί ἐκδεχομένῳ,
(89) τῷ θανάτῳ μή θέλοντι τῶν σοί προσκεκρουκότων,
τῷ ἐν ἡμῖν τά φοβερά νῦν τελεσιουργοῦντι,
ἅπερ ποτέ ἀκούοντες ἐν οἴκῳ Δαυίδ πάλαι
γενόμενα θαυμάζομεν. Τά δ᾿ ἄν καί εἴεν ταῦτα˙
οἶκος Δαυίδ ἡμεῖς ἐσμέν ὡς συγγενεῖς ἐκείνου,
καί γάρ αὐτός σύ γέγονας, ὁ τῶν ἁπάντων κτίστης,
υἱός ἐκείνου, καί ἡμεῖς υἱοί σου κατά χάριν˙
σύ συγγενής ἡμῶν σαρκί, ἡμεῖς θεότητί σου.
Λαβών γάρ σάρκα δέδωκας ἡμῖν Πνεῦμα σου Θεῖον,
καί οἶκος εἷς γεγόναμεν Δαυίδ, οἱ πάντες ἅμα,
τῇ ἰδιότητι τῇ σῇ, τῇ πρός σε συγγενείᾳ.
Κύριος οὖν σύ τοῦ Δαυίδ, ἐν πνεύματι τυγχάνεις,
ἡμεῖς δέ τέκνα τοῦ Δαυίδ, σπέρμα θεῖόν σου πάντες˙
συναγομένων τε ἡμῶν εἷς γινόμεθα οἶκος,
τουτέστι πάντες συγγενεῖς, ἀδελφοί σου οἱ πάντες.
Καί πῶς οὐ θαῦμα φοβερόν, ἤ πῶς οὐ φρίξει πᾶς τις,
ὁ τοῦτο ὅλως ἐννοῶν, τοῦτο καταμανθάνων,
ὅτι ὑπάρχεις μεθ᾿ ἡμῶν νῦν καί εἰς τούς αἰῶνας
καί οἶκον ἕκαστον ποιεῖς καί ἐνοικεῖς εἰς πάντας
καί οἶκος πᾶσι γίνῃ σύ, καί ἐν σοί ἐνοικοῦμεν,
εἷς, Σῶτερ, ἕκαστος ἡμῶν μετά σοῦ ὅλος ὅλου,
καί μεθ᾿ ἑνός ἑκάστου σύ μόνου μόνος τυγχάνων
καί ὑπεράνωθεν ἡμῶν μόνος ὅλος ὑπάρχεις;
Νῦν οὖν ὑπάρχεις τά φρικτά ἐν ἡμῖν πάντα πράσσων.
Ποῖα φρικτά; Ἀκούσατε ἐκ τῶν πολλῶν ὀλίγα˙
εἰ γάρ καί, ἅ εἰρήκαμεν, ὑπέρ ἔκπληξιν πάντα,
ἀλλ᾿ ὅμως ἄρτι ἄκουε φρικτότερα ἐκείνων!
Μέλη Χριστοῦ γινόμεθα, μέλη Χριστός ἡμῶν δέ,
καί χείρ Χριστός καί ποῦς Χτιστός ἐμοῦ τοῦ παναθλίου,
καί χείρ Χριστοῦ καί ποῦς Χριστοῦ ὁ ἄθλιος ἐγώ δέ.
Κινῶ τήν χεῖρα, καί Χριστός ἡ χείρ μου ἔστιν.
(90) - Ἀμέριστον γάρ νόει μ οι θεότητα τήν θείαν! -
Κινῶ τόν πόδα καί, ἰδού, ἀστράπτει ὡς ἐκεῖνος˙
μή εἴπῃς, ὅτι βλασφημῶ, ἀλλ᾿ ἀπόδεξαι ταῦτα
καί τῷ Χριστῷ προσκύνησον τοιοῦτόν σε ποιοῦντι!
Εἰ γάρ καί σύ θελήσειας, μέλος αὐτοῦ γενήσῃ,
καί οὕτω μέλη ἅπαντα ἑνός ἡμῶν ἑκάστου
μέλη Χριστοῦ γενήσονται, καί Χριστός ἡμῶν μέλη,
καί πάντα τά ἀσχήμονα εὐσχήμονα ποιήσει
κάλλει θεότητος αὐτά κατακοσμῶν καί δόξῃ,
καί γενησόμεθα ὁμοῦ θεοί Θεῷ συνόντες,
ἀσχημοσύνην σώματος ὅλως μή καθορῶντες,
ἀλλ᾿ ὅλοι ὅλῳ σώματι Χριστῷ ὁμοιωθέντες,
καί μέλος ἕκαστον ἡμῶν ὅλος Χριστός ὑπάρξει.
Εἰς γάρ πολλά γινόμενος εἷς ἀμέριστος μένει,
μερίς ἑκάστῃ δέ αὐτός ὅλος Χριστός ὑπάρχει˙
πάντως οὖν οὕτως ἔγνωκας Χριστόν καί δάκτυλόν μου
καί βάλανον - οὐκ ἔφριξας, ἤ σύ καί ἐπῃσχύνθης;
Ἀλλά Θεός σοί ὅμοιος οὐκ ᾐσχύνθη γενέσθαι,
σύ δέ ἐκείνῳ ὅμοιος αἰσχύνῃ γεγονέναι;-
Οὐχί ἐκείνῳ ὅμοιος αἰσχύνομαι γενέσθαι,
ἀλλά ἐκεῖνον ὅμοιον τοῦ ἀσχήμονος μέλους
ῥηθέντα βλασφημίαν σε εἰπεῖν ὑπενοήθην.-
Κακῶς ἄρα ὑπέλαβες, οὐ γάρ ἄσχημα ταῦτα!
Μέλη δέ Χριστοῦ εἰσι κρυπτά, καλύπτονται γάρ,
καί κατά τοῦτο τῶν λοιπῶν σεμνότερα ὑπάρχει
ὡς πᾶσιν ἀθεώρητα τοῦ κρυπτοῦ κρυπτά μέλη,
ἐξ οὗ τό σπέρμα δίδοται ἐν συνουσίᾳ θείᾳ,
θεῖον ἐν θείᾳ τῇ μορφῇ φρικτῶς μεμορφωμένον
ἀπό θεότητος αὐτῆς ὅλης, ὅλος Θεός γάρ,
ὅς συνενοῦται μεθ᾿ ἡμῶν, ὤ φρικτοῦ μυστηρίου!
Καί γάμος ὄντως γίνεται, ὁ ἄρρητος καί θεῖος˙
(91) ἑνί ἑκάστῳ μίγνυται, καί πάλιν ταῦτα λέξω
ὑφ᾿ ἡδονῆς, καί ἕκαστος ἑνοῦται τῷ Δεσπότῃ.
Εἰ οὖν ὅλῃ ὅλον Χριστόν σαρκί σου ἐνεδύσω,
ἀνεπαισχύντως ἅπαντα νοήσεις, ἅπερ λέγω.
Εἰ δέ οὐδ᾿ ὅλως ἤ ἐπίβλημα μικρόν, ἀχράντου
χιτῶνος λέγω τοῦ Χριστοῦ, ἐπέβαλες ψυχῇ σου,
ἐν ἱματίῳ παλαιῷ, ἐν ἑνί πάντως τόπῳ
ὑπάρχεις καί αἰσχύνεσαι τά λοιπά πάντα μέλη,
τό σῶμα κεκτημένος δέ ῥυπαρόν ὅλον μᾶλλον,
ἐνδεδυμένος ῥυπαρά, πῶς οὐκ ἐρυθριάσεις;
Ἐμοῦ λαλοῦντος τά φρικτά περί μελῶν ἁγίων
καί δόξαν βλέποντος πολλήν καί τόν νοῦν λαμπομένου
καί χαίροντος καί σαρκικόν μηδέν ἐνθυμουμένου,
σύ μέν τάς σάρκας βλέπει σου τάς κατερρυπωμένας
καί τῷ νοΐ τάς πράξεις σου διέρχῃ τάς ἀτόπους,
καί ὁ νοῦς σου τούτοις ἀεί ὡς σκώληξ ἰλυσπᾶται.
Διό προσάπτεις τῷ Χριστῷ κἀμοί τήν σήν αἰσχύνην
καί λέγεις˙ Οὐκ αἰσχύνῃ σύ περί τῶν ἀσχημόνων,
μᾶλλον δέ εἰς ἀσχήμονα μέλη Χριστόν κατάγειν;
Ἐγώ δέ πάλιν λέγω σοι˙ Βλέπε Χριστόν ἐν μήτρᾳ,
καί τά ἐν μήτρᾳ νόησον καί μήτραν ὑπεκδύντα,
καί πόθεν ἐξερχόμενος ὁ Θεός μου διῆλθε!
Καί πλεῖόν τι εὑρήσειας, ὑπέρ ἅ ἐγώ εἶπον,
ἅπερ καί κατεδέξατο εἰς ἡμετέραν δόξαν,
ἵνα μηδείς αἰσχύνηται μιμούμενος ἐκεῖνον
μηδέ, ἅ πέπονθε, λαλῶν ἤ καί αὐτός πανθάνων.
Ἄνθρωπος ὅλος γέγονε καί Θεός ὅλος ὄντως,
εἷς οὗτος, οὐ μεμέρισται, ἀνήρ τέλειος πάντως˙
ὁ δέ αὐτός Θεός ἐστιν, ὅλος μέλεσιν ὅλοις.
Οὕτως ἐγένετο καί νῦν ἐν τοῖς ἐσχάτοις χρόνοις
ὁ Συμεών ὁ ἅγιος, Εὐλαβής ὁ Στουδίτης,
(92) οὗτος οὐκ ἐπῃσχύνετο μέλη παντός ἀνθρώπου
οὐδέ γυμνούς τινας ὁρᾶν, οὐδέ γυμνός ὁρᾶσθαι˙
εἶχε γάρ ὅλον τόν Χριστόν, ὅλος αὐτός Χριστός ἦν,
καί μέλη ἅπαντα αὐτοῦ καί παντός ἄλλου μέλη
καθ᾿ ἕν καί πάντα ὡς Χριστόν οὗτος ἀεί ἑώρα
καί ἔμενεν ἀκίνητος, ἀβλαβής, ἀπαθής τε,
ὡς ὅλος ὤν Χριστός αὐτός καί Χριστόν πάντας βλέπων
τούς βαπτισθέντας καί Χριστόν ὅλον ἐνδυσαμένους.
Εἰ δέ γυμνός ὑπάρχεις σύ καί σάρξ σαρκός προσψαύσει,
θηλυμανής γεγένησαι ὡς ὄνος ἤ ὡς ἵππος,
ἵνα τί καί τόν ἅγιον τολμᾷς ἐνδιαβάλλειν
καί βλασφημεῖς εἰς τόν Χριστόν, τόν ἡμῖν ἑνωθέντα
καί δόντα τήν ἀπάθειαν δούλοις αὐτοῦ ἁγίοις;
Καί γάρ νυμφίος γίνεται - ἀκούεις; - καθ᾿ ἑκάστην,
καί νύμφαι πάντων αἱ ψυχαί, αἷς ὁ κτίστης ἑνοῦται,
κἀκείνῳ πάλιν αὗται δέ, καί γίνεται ὁ γάμος
πνευματικῶς, θεοπρεπῶς συμμιγνύμενος ταύταις.
Οὐ φθείρει ὅλως, ἄπαγε, ἀλλ᾿ εἰ καί ἐφθαρμένας
λάβοι καί ταύταις ἑνωθῇ, εὐθύς ποιεῖ ἀφθάρτους,
καί βλέπουσι τά πρότερον φθορᾷ μεμολυσμένα
ἅγια πάντα, ἄφθορα, ὅλως συνουλωμένα.
Τόν εὔσπαγχνον δοξάζουσι, ποθοῦσι τόν ὡραῖον
καί τῇ ἀγάπῃ τῇ αὐτοῦ ὅλῃ ὅλαι κολλῶνται,
μᾶλλον δέ σπέρμα ἅγιον, ὡς εἴπομεν, λαβοῦσαι
Θεόν ὅλον ἐντός αὐτῶν μεμορφωμένον κτῶνται.
Τί οὖν οὐχί ἀλήθεια ταῦτά εἰσι, πατέρες;
Οὐχί ὀρθῶς ἐξείπομεν περί πραγμάτων θείων,
οὐχί ἀπαραποίητα ταῖς γραφαῖς ἴσως εἶπον;
Εἰ τοίνυν σύ ἐνδέδυσαι σαρκός σου τήν αἰσχύνην
καί νοῦν οὐκ ἀπεγύμνωσας, ψυχήν οὐκ ἀπεδύσω,
τό φῶς ἰδεῖν οὐκ ἴσχυσας σκότει κεκαλυμμένος,
ἐγώ σοι τί ποιήσαιμι, τά φρικτά πῶς σοι δείξω,
(93) πῶς εἰς τόν οἶκον δέ, οἴμοι, τοῦ Δαυίδ εἰσενέγκω;
Ἔστι καί γάρ ἀπρόσιτος τοῖς κατ᾿ ἐμέ ῥᾳθύμοις,
ἔστιν ὅλος ἀόρατος τυφλοῖς ἐμοί ὁμοίοις,
ἔστι μακράν ἀπίστων τε καί ὀκνηρῶν εἰς ἅπαν,
πονηρῶν πάντων πόρρωθεν, πάντων τῶν φιλοκόσμων˙
τῶν κενοδόξων δέ οὕτως ἀσυγκρίτως ἀπέχει
ὡς ὑπέρ ὕψος οὐρανοῦ, ὑπέρ ἀβύσσου βάθος.
Καί τίς ἤ πῶς εἰς οὐρανόν ἀναβήσεται ὅλως,
ἤ ὑπό γῆν κατέλθοι δέ ἀνερευνῶν ἀβύσσους;
Καί μαργαρίτην ἐκζητῶν, ὡς σινάπεως κόκκον
σμικρότατον ὑπάρχοντα, πῶς εὑρεῖν ἐξισχύσει;
Ἀλλ᾿, ὦ παῖδες συνάχθητε, ἀλλ᾿, ὦ γυναῖκες, δεῦτε!
Ἀλλ᾿, ὦ πατέρες, φθάσατε, πρίν ἤ τό τέλος φθάσει,
καί σύν ἐμοί θρηνήσατε καί κλαύσατε οἱ πάντες,
ὅτι ἐν τῷ βαπτίσματι μικροί Θεόν λαβόντες,
μᾶλλον δέ υἱοί Θεοῦ νήπιοι γεγονότες,
ἔξω οἱ ἁμαρτήσαντες ἐβλήθημεν εὐθέως
ἀπό τοῦ οἴκου τοῦ Δαυίδ καί τοῦτο ἀναισθήτως
πεπόνθαμεν, καί δράμωμεν διά τῆς μετανοίας!
Ἐκεῖθεν γάρ εἰσέρχονται οἱ ἐκβληθέντες πάντες,
ἄλλως δ᾿ οὐκ ἔνι ἔνδοθεν εἰσελθεῖν, μή πλανᾶσθε,
οὐδέ ἰδεῖν τά ἐν αὐτῷ τελεσιουργηθέντα,
καί νῦν τελεσιουργούμενα καί εἰς ἀπείρους αἰῶνας
ἐν τῷ Χριστῷ μου καί Θεῷ, ᾧ πρέπει πᾶσα δόξα,
τιμή τε καί προσκύνησις νῦν καί εἰς τούς αἰῶνας.
Ἀμήν.

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω: