ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ   ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου |Διακονία | Εορτολόγιο | Πολυμέσα

 

πίσω


Ύμνοι επιστολαί

Ο πίναξ των θείων ερώτων

Ευχή μυστική

Α' - Ε'

ΣΤ' - Ι'

ΙΑ' - ΙΕ'

ΙΣΤ' - Κ'

ΚΑ' - ΚΕ'

ΚΣΤ' - Λ

ΛΑ' - ΛΕ'

ΛΣΤ' - Μ

ΜΑ' - ΜΕ

ΜΣΤ' - Ν'

ΝΑ' - ΝΕ'

ΝΣΤ' - ΝΗ'

Επιστολή Α'

Επιστολή Β'

Επιστολή προς Στέφανο Νικομηδείας

Επιστολή προς Νικήτα Σταθάτο

Α'.

Περί θείας ἐλλάμψεως καί φωτισμοῦ Πνεύματος Ἁγίου˙ καί ὅτι εἷς τόπος ὁ Θεός, ἐν ᾧ μετά πότμον τήν ἀνάπαυσιν πάντες οἱ Ἅγιοι ἔχουσι˙ καί ὅτι ὁ τοῦ Θεοῦ ἐκπίπτων ἐν ἑτέρῳ τόπῳ οὐχ ἕξει τήν ἀνάπαυσιν ἐν τῇ μελλούσῃ ζωῇ. (37)


Τί τό φρικτόν μυστήριον, ὅ ἐν ἐμοί τελεῖται;
Λόγος ἐκφράζειν οὐδαμῶς ἰσχύει, οὐδέ γράφειν
ἡ χείρ μου ἡ ταλαίπωρος εἰς ἔπαινον καί δόξαν
τοῦ ὄντος ὑπέρ ἔπαινον, τοῦ ὄντος ὑπέρ λόγον.
5 Εἰ γάρ τά νῦν τελούμενα ἐν ἐμοί τῷ ἀσώτῳ
ἄρρητα, ἀνεκλάλητα πέλουσι, πῶς ἐκεῖνος,
ὁ τῶν τοιούτων παροχεύς καί ποιητής, εἰπέ μοι,
ἔπαινον χρῄζει παρ᾿ ἡμῶν ἤ δόξαν προσλαβέσθαι;
Οὐδέ γάρ δοξασθήσεται ὁ ὤν δεδοξασμένος,
10 ὡς οὐδέ λαμπρυνθήσεται ἤ φωτός μεταλάβοι
ὁ παρ᾿ ἡμῶν βλεπόμενος ἥλιος ἐν τῷ κόσμῳ˙
φωτίζει, οὐ φωτίζεται˙ φαίνει, φῶς οὐ λαμβάνει.
Ἔχει γάρ, ὅπερ ἔλαβεν, ἐξ ἀρχῆς, ἐκ τοῦ κτίστου.
Εἰ οὖν ποιήσας ἥλιον Θεός ὁ πάντων κτίστης
15 ἀνενδεῆ πεποίηκεν, ἄφθονον σέλας φαίνειν
καί μηδαμῶς παρά τινος ἄλλου πλείονος χρῄζειν,
πῶς δόξαν λάβοι παρ᾿ ἐμοῦ τοῦ τεταπεινωμένου;
Ἀνενδεής γάρ παντελῶς ὁ τοῦ ἡλίου κτίστης,
ὁ ἐμπιπλῶν τά σύμπαντα τῶν ἀγαθῶν ἁπάντων
20 (38) νεύματι βουλήματι τήν ἰσχύν κεκτημένος.
Ἐν τούτῳ καί ἡ γλῶσσά μου ἐξαπορεῖ ῥημάτων
καί τά τελούμενα ὁ νοῦς ὁρᾷ, οὐχ ἑρμηνεύει˙
βλέπει καί βούλεται εἰπεῖν καί λόγον οὐχ εὑρίσκει˙
ἀόρατα γάρ καθορᾷ, ἀνείδεα εἰς ἅπαν,
25 ἁπλᾶ, πάντῃ ἀσύνθετα, ἄπειρα τῷ μεγέθει.
Οὔτε ἀρχήν γάρ καθορᾷ, οὐ τέλος ὅλως βλέπει;
Ἀνακεφαλαιούμενον ὅλον, δοκῶ, ὁρᾶται˙
οὐ τῇ οὐσίᾳ πάντως δέ, ἀλλά τῇ μετουσίᾳ.
Ἐκ τοῦ πυρός ἀνάπτεις γάρ καί πῦρ ὅλον λαμβάνεις,
κἀκεῖνο μένει ἄτμητον, ἀνέκλειπτον ὡς πρῴην,
πλήν τό μεταδιδόμενον χωρίζεται τοῦ πρώτου
καί εἰς λαμπάδας γίνεται πολλάς˙σωματικόν γάρ.
Ἐκεῖνο δέ πνευματικόν, ἀμέριστον ὑπάρχον,
35 καί παντελῶς ἀχώριστον καί ἄτμητον ὑπάρχει˙
οὐ γάρ μεταδιδόμενον εἰς πολλά διαιρεῖται,
ἀλλά καί μένει ἄτμητον καί ἐν ἐμοί ὑπάρχει˙
ἐξανατέλλει ἐν ἐμοί ἔνδοθεν τῆς ταλαίνης
καρδίας μου ὡς ἥλιος ἤ ὡς δίσκος ἡλίου
σφαιροειδής διεκνύμενος, φωτοειδής, ὡς φῶς γάρ.
Οὐκ οἶδα, καθώς εἴρηται, τί εἴπω περί τούτου, καί ἤθελον τοῦ σιωπᾶν, εἴθε καί ἐδυνάμην, ἀλλά τό θαῦμα φρικτόν κινεῖ μου τήν καρδίαν
καί ἐξανοίγει στόμα μου τό κατεσπιλωμένον,
καί μή βουλόμενον ποιεῖ λαλεῖν μέ τε καί γράφειν.
Ὁ ἀνατείλας ἄρτι μου ἐν σκοτεινῇ καρδίᾳ,
ὁ δείξας μοι θαυμάσια, ἅ ὀφθαλμοί οὐκ εἶδον,
ὁ κατελθών καί ἐν ἐμοί ὡς εἰς ἔσχατον πάντων,
ὁ ἀποστόλου μαθητήν καί υἱόν ἀποδείξας
ἐμέ, ὅν εἶχεν ὁ δεινός δράκων καί βροτοκτόνος
(39) τό πρίν ἐργάτην ὑπουργόν πάσης παρανομίας,
ὁ πρό αἰώνων ἥλιος ὁ ἐν τῷ ᾅδη λάμψας,
ὕστερον καί φωτίσας μου ψυχήν ἐσκοτισμένην
καί χαρισάμενος ἐμοί ἀνέσπερον ἡμέραν,
55 τό δύσπιστον τοῖς κατ᾿ ἐμέ ὀκνηροῖς καί ῥαθύμοις,
ὁ πλήσας πάντων ἀγαθῶν τήν ἐν ἐμοί πτωχείαν,
αὐτός καί λόγον δώρησαι καί ῥήματα παράσχου
τοῦ πᾶσι διηγήσασθαι τάς σάς τερατουργίας
καί ἅπερ σήμερον ποιεῖς μεθ᾿ ἡμῶν τῶν σῶν δούλων,
60 ἵνα καί οἱ καθεύδοντες ἐν σκότει ῥαθυμίας
καί λέγοντες˙ Ἀδύνατον ἁμαρτωλούς σωθῆναι
καί, ὥσπερ Πέτρον καί λοιπούς ἀποστόλους, ἁγίους,
ὁσίους καί δικαίους τε, αὐτούς ἐλεηθῆναι,
γνώσωσι καί μαθήσωνται, ὅτι εὔκολον τοῦτο
τῇ ἀγαθότητι τῇ σῇ ἦν καί ἐστί καί ἔσται!
Καί οἱ δοκοῦντες ἔχειν σέ, τό φῶς παντός τοῦ κόσμου,
καί μή βλέπειν σε λέγοντες, μή ἐν φωτί διάγειν,
μή λάμπεσθαι, μή καθορᾶν ἀενάως σε, Σῶτερ,
μάθωσιν, ὡς οὐκ ἔλαμψας αὐτῶν ἐν διανοίᾳ,
70 οὐδέ κατῴκησας αὐτῶν τήν ῥυπαράν καρδίαν
καί μάτην ἐπαγάλλωνται ἐπί κεναῖς ἐλπίσιν
οἰόμενοι θεάσασθαι τό φῶς σου μετά τέλος.
Ὁ ἀραββών ἐντεῦθεν γάρ, ἡ σφραγίς πάντως ὧδε
παρά σοῦ, Σῶτερ, δίδοται τοῖς δεξιοῖς προβάτοις˙
75 εἰ γάρ ἑκάστου θάνατος ὁ συγκλεισμός τυγχάνει
μετά τέλος ἄπρακτα πᾶσιν ἐπίσης ἔστι
καί οὔτε φαῦλον ἤ καλόν δύναταί τις ποιῆσαι,
Σωτήρ μου, πάντως ἕκαστος, ὡς εὑρεθῇ, καί ἔσται.
Τοῦτο φοβεῖ με, Δέσποτα, τοῦτο ποιεῖ με τρέμειν,
τοῦτο ἐκτήκει ἅπαντα τά αἰσθητήριά μου,
ὅτι τυφλός ἀποθανών καί μεταστάς ἐκεῖσε (40)
οὐκέτι τοῦτον ἥλιον αἰσθητῶς θεωρήσει,
εἰ καί τό φῶς τῶν ὀφθαλμῶν ἀναστάς πάλιν λάβοι˙
οὕτως οὐδ᾿ ὁ τόν νοῦν ἔχων τυφλόν, εἰ ἀποθάνοι,
τόν νοητόν θεάσεται ἥλιόν σε, Θεέ μου,
ἀλλά ἐκ σκότους ἐξελθών πρός σκότος ἐνδημήσει
καί εἰς αἰῶνας ἔσεται ἐκ σοῦ κεχωρισμένος.
Μηδείς ἀνθρώπων, Δέσποτα, τῶν εἰς σέ πιστευόντων,
μηδείς τῶν εἰς τό ὄνομα τό σόν βεβαπτισμένων
τό μέγα τοῦτο καί φρικτόν ὑποστήσεται βάρος
τοῦ χωρισμοῦ σου, εὔσπλαχνε˙ δεινή γάρ αὕτη θλῖψις,
δεινή, ἀνυπομόνητος, αἰώνιος ἡ λύπη.
Τί γάρ καί χεῖρον ἔσεται τοῦ χωρισμοῦ σου, Σῶτερ;
95 Τί δέ ὀδυνηρότερον ζωῆς διαζευχθῆναι
καί ζῆν ἐκεῖθεν ὡς νεκρός ζωῆς ἐστερημένος,
ἁπάντων τε τῶν ἀγαθῶν ὁμοῦ ἀποστερεῖσθαι;
Σοῦ γάρ ὁ χωριζόμενος παντός καλοῦ στερεῖται˙
οὐ γάρ, ὡς ἔστιν ἐπί γῆς τά νῦν, ἔσται καί τότε˙
νῦν γάρ οἱ ἀγνοοῦντές σε σωματικῶς τρυφῶσιν
ἐνταῦθα καί ἀγάλλονται ὡς ἄλογα σκιρτῶντες,
ἅπερ δέδωκας ἔχοντες εἰς ἀπόλαυσιν βίου
καί ταῦτα μόνα βλέποντες, οὕτως εἶναι δοκοῦσι
καί τά μετά τήν ἔξοδον τῆς ψυχῆς καί τοῦ βίου.
Ἀλλά κακῶς τεκμαίρονται, ἀλλά κακῶς φρονοῦσιν
105 οἱ λέγοντες μή μετά σοῦ, ἀλλ᾿ ἐν ἀνέσει εἶναι
καί τόπον ἑτοιμάζοντες τινά - ὤ ἀφροσύνης! -
μήτε φωτός μετέχοντα καί σκότους ἀμοιροῦντα,
τῆς βασιλείας ἔξωθεν, ἀλλά καί τῆς γεέννης,
καί τοῦ νυμφῶνος πόρρωθεν καί τοῦ πυρός τῆς δίκης,
ἐν ᾧ καί οἱ ταλαίπωροι εὔχονται καταντῆσαι
καί λέγουσι μή χρῄζειν σου τήν αἰώνιον δόξαν (41)
ἤ βασιλείαν οὐρανῶν, ἀλλ᾿ ἐν ἀνέσει εἶναι.
Φεῦ τῆς αὐτῶν σκοτώσεως, φεῦ τῆς αὐτῶν ἀγνοίας,
φεῦ τῆς ταλαιπωρίας τε καί τῶν κενῶν ἐλπίδων!
•  Οὐδαμοῦ τοῦτο γέγραπται, οὐδέ γάρ ἔσται τοῦτο,
ἀλλ᾿ ἐν φωτί μέν ἀγαθῶν οἱ πεπραχότες θεῖα,
ἐν σκότει δ᾿ ἔσονται ποινῶν οἱ τῶν φαύλων ἐργάται,
μέσον δέ χάσμα φοβερόν ἑκατέρους διεῖργον,
ὡς αὐτός σύ ἐδίδαξας, ὁ ἑτοιμάσας ταῦτα.
•  Τῷ γάρ μέσον ἐμπίπτοντι ἀνθρώπῳ ὑπέρ πᾶσαν
βάσανον ἔσται φοβεράν τοῦτο καί τιμωρίαν,
εἰς ἄββυσον κολάσεων , εἰς χάος ἀπωλείας
ἐγκυβιστῶντι δυστυχῶς καί καταφερομένῳ,
οὗ ἐπιβῆναι δυσχερές τοῖς οὖσιν ἐν βασάνοις,
•  ἵνα διαπεράσωσιν ἐν τῇ γῇ τῶν δικαίων,
οἵ προαιροῦνται ἐν πυρί δεινῶς ἀποτεφροῦσθαι
ἤ γάρ εἰς χάος τό φρικτόν ἑαυτούς ἐπιρρῖψαι.
Οἱ οὖν ἐκεῖ εὐχόμενοι γενέσθαι μετά πότμον
πολλῶν δακρύων ἄξιοι τυγχάνουσι καί θρήνων,
130 ὅτι ὡς κτήνη ἄλογα ὅλως ἀναισθητοῦσι
καί ἑαυτῶν κατεύχονται καί ἑαυτούς πλανῶσιν.
Σύ βασιλεία οὐρανῶν, σύ γῆ, Χριστέ, πραέων,
σύ χλόης ὁ παράδεισος, σύ ὁ νυμφών ὁ θεῖος,
σύ ὁ παστός ὁ ἄρρητος, σύ ἡ τράπεζα πάντων,
135 σύ εἶς ὁ ἄρτος τῆς ζωῆς, σύ καινότατον πόμα,
σύ καί ὁ κρατήρ τοῦ ὕδατος, σύ καί ζωῆς τό ὕδωρ,
σύ καί λαμπάς καθ᾿ ἕκαστον ἄσβεστος τοῖς ἁγίοις,
σύ καί χιτών καί στέφανος καί διαιρῶν στεφάνους,
σύ καί χαρά καί ἄνεσις, σύ τρυφή τε καί δόξα,
140 σύ καί ἡ ἀγαλλίασις, σύ καί ἡ εὐφροσύνη,
καί λάμψει ὥσπερ ἥλιος ἡ χάρις σου, Θεέ μου, (42)
τοῦ Παναγίου Πνεύματος ἐν πᾶσι τοῖς ἁγίοις,
καί λάμψεις ὁ ἀπρόσιτος ἥλιος τούτων μέσον
καί πάντες ἐλλαμφθήσονται κατά ἀναλογίαν
145 τῆς πίστεως, τῆς πράξεως, ἐλπίδος καί ἀγάπης,
καθάρσεως καί φωτισμοῦ τοῦ ἐκ τοῦ Πνεύματός σου,
Θεέ, μόνε μακρόθυμε καί κριτά τῶν ἁπάντων,
οἷς μοναί λογισθήσονται διάφοροι καί τόποι,
τά μέτρα τῆς λαμπρότητος, τά μέτρα τῆς ἀγάπης,
150 τῆς θεωρίας τε τῆς σῆς, τό πόσον ἔσται πάλιν
μεγαλειότητος αὐτῆς δόξα, τρυφή καί κλέος
εἰς διαιρέσεις οἰκιῶν καί μονῶν παραδόξων.
Τοῦτο σκηναί διάφοροι, τοῦτο πολλαί οἰκίαι,
τοῦτο στολαί λαμπρόταται πολλῶν ἀξιωμάτων
155 καί στέφανοι παμποίκιλοι, λίθοι καί μαργαρῖται
καί ἄνθη τά ἀμάραντα ξένην ἔχοντα θέαν˙
τοῦτο καί κλίναι καί στρωμναί καί τράπεζαι καί θρόνοι
καί ἅπαν, ὅπερ εἰς τρυφήν ἡδύτατον ὑπάρχει,
ἦν καί ἐστί καί ἔσεται τό βλέπειν σε καί μόνον.
160 Οἱ οὖν, καθάπερ εἴρηται, μή βλέποντες τό φῶς σου,
μή παρά σοῦ βλεπόμενοι, ἀλλά κεχωρισμένοι
τῆς παναγάθου θέας σου, τῶν ἀγαθῶν στεροῦνται.
Ποῦ ἄν εὕρωσιν ἄνεσιν, ποῦ ἀνώδυνον τόπον;
Ἐν τίνι κατοικήσουσιν εὐθεῖς μή γεγονότες;
•  Σύν τῷ προσώπῳ σου καί γάρ εὐθεῖς κατοικιοῦσι˙
μεμόρφωσαι καί γάρ αὐτῶν ἐν τῇ εὐθεῖ καρδίᾳ
καί κατοικοῦσι σύν τῇ σῇ μορφῇ ἐν σοί, Χριστέ μου.
Ὤ θαῦμα, ὤ παράδοξον ἀγαθωσύνης δῶρον!
Ἐν τῇ μορφῇ τῇ τοῦ Θεοῦ τούς ἀνθρώπους γενέσθαι
170 καί μορφωθῆναι ἐν αὐτοῖς τόν ἀχώρητον πᾶσι,
τόν ἀναλλοίωτον Θεόν, τόν ἄτρεπτον τῇ φύσει,
τόν εἰς πάντας βουλόμενον ἐνοικειν τούς ἀξίους, (43)
ὡς ὅλον ἔχειν ἕκαστον ἐντός τόν βασιλέα,
τήν βασιλείαν τε αὐτήν καί τά τῆς βασιλείας
175 καί λάμπειν, ὥσπερ ἔλαμψεν ἀναστάς ὁ Θεός μου,
ὑπέρ ἡλίου τάς βολάς τοῦ ὁρωμένου τούτου
καί οὕτως τῷ δοξάσαντι αὐτούς παρεστηκότες
ἔκθαμβοι διαμείνουσιν ὑπερβολῇ τῆς δόξης
καί προσθήκῃ διηνεκεῖ λαμπρότητος τῆς θείας˙
180 οὐδέ γάρ τέλος ἔσεται προκοπῆς εἰς αἰῶνας,
ἡ στάσις τῆς προσθήκης γάρ τοῦ ἀτελέστου τέλους
ποιήσει καί κατάληψιν πάντως ἀκαταλήπτου,
καί προσκορής γενήσεται ὁ ἀκόρεστος πᾶσιν.
Ἀλλά τό πλήρωμα αὐτοῦ καί τοῦ φωτός ἡ δόξα
185 ἄβυσσος ἔσται προκοπῆς, ἀτέλεστος ἀρχή δέ˙
καί ὥσπερ ἔχοντες Χριστόν ἔνδον μεμορφωμένον
τούτῳ αὐτῷ παρίστανται λάμποντι ἀπροσίτως˙
οὕτω τό τέλος ἐν αὐτοῖς ἀρχή τυγχάνει δόξης,
καί - ἵνα σοι σαφέστερον τό νόημα ποιήσω -
190 ἐν τέλει ἕξουσιν ἀρχήν καί ἐν ἀρχῇ τό τέλος.
Τόν ὑπερπλήρη νόει μοι ἀνενδεῆ προσθήκης,
τοῦ ἀτελοῦς τό τέλος δέ τούς τρέχοντα μή φθάνειν.
Εἰ γάρ παρέλθῃ οὐρανός ὁ ὁρώμενος οὗτος
καί γῆ καί πάντα τά ἐν γῇ, στοχάσθητι, τί εἶπον˙
195 ἔσται τόπου κατάληψις, ἔνθα τέλος εὑρήσεις˙
οὐ λέγω σοι σωματικόν, ἀλλά νοΐ ἰσχύσεις
καταλαβεῖν τό πλήρωμα τοῦ ἀσωμάτου κόσμου˙
οὐ κόσμος δέ, ἀλλά ἀήρ ὑπάρχει ὥσπερ πρῴην˙
οὐδέ ἀήρ, ἀλλ᾿ ἄφθεγκτος χῶρος, ὅνπερ τό πᾶν καλοῦσι,
200 καί ἔστιν ἄβυσσος ἀτέλεστος εἰς ἅπαν,
ἐξ ἴσης ὅλον πάντοθεν, μερῶν ἐξ ἑκατέρων˙
τοῦτο τό πᾶν πεπλήρωται θεότητος τῆς θείας.
Οἱ οὖν αὐτοῦ μετέχοντες, ἐν αὐτῷ τε οἰκοῦντες, (44)
πῶς ὅλον περιλάβωσιν, ἵνα καί κορεσθῶσιν;
205 Ἤ πῶς τοῦ τέλους δράξωνται τοῦ ἀτελοῦς, εἰπέ μοι;
Ἀδύνατον καί πάντῃ δέ ἀμήχανον ὑπάρχει˙
οὔτε γάρ ὧδε πέλουσιν ἐν σαρκί τοῖς ἁγίοις,
οὔτε ἐκεῖ ἐν τῷ Θεῷ μεταστᾶσι τοιαύτη
ἔννοια ὅλως ἐν αὐτοῖς ὑπεισελθεῖν ἰσχύει˙
210 καί γάρ κατακαλύπτονται φωτί τῆς θείας δόξης,
ἐλλάμπονται καί λάμπουσι καί τρυφῶσιν ἐν τούτοις
καί ἴσασιν ὡς ἀληθῶς πᾶσῃ πληροφορίᾳ,
ὡς ἔσεται ἀτέλεστος ἡ τούτων τελειότης
καί ἡ τῆς δόξης προκοπή ἀέναος ὑπάρξει.
215 Οἱ δέ Θεοῦ ἐκπίπτονες θαυμάζω, ποῦ καί στῶσιν,
ἀπό τοῦ ὄντος πανταχοῦ ἀφεστηκότες πόρρω,
καί ὄντως φρίκης, ἀδελφοί, θαῦμα μεγάλης γέμον,
δεόμενόν τε λογισμοῦ νοός πεφωτισμένου,
ἵνα καλῶς νοήσειε τοῦτο καί μή ἐμπέσῃ
220 εἰς αἵρεσιν ὡς ἀπιστῶν Θείου Πνεύματος λόγους.
Ἐντός μέν πάντως τοῦ παντός ὑπάρξουσι καί οὗτοι,
ἔξω τοῦ θείου δέ φωτός καί Θεοῦ ὄντως ἔξω˙
ὥσπερ γάρ οἱ μή βλέποντες λάμποντος τοῦ ἡλίου,
κἄν ὅλοι περιλάμπωνται, ἔξω φωτός τελοῦσιν,
225 αἰσθήσει θεωρίᾳ τε κεχωρισμένοι τούτου˙
οὕτως ἐστίν ἐν τῷ παντί φῶς τῆς Τριάδος θεῖον
καί μέσον οἱ ἁμαρτωλοί ἐν σκότει καθειργμένοι,
μή βλέποντες, μή αἴσθησιν ὅλως ἔχοντες θείαν,
ἀλλά κατακαιόμενοι αὐτῶν τῇ συνειδήσει
230 καί καταδικαζόμενοι, ἀπόρρητον τήν θλῖψιν
καί τήν ὀδύνην ἄφθεγκτον ἕξουσιν εἰς αἰῶνας.

***

Β΄

Τίς ἡ ἐπί τῷ πατρί τούτῳ γενομένη ἀλλοίωσις καί πῶς καθαρθείς εἰς ἄκρον ἡνώθη Θεῷ καί οἷος ἐξ οἵου ἐγένετο, οἱ πρός Θεόν ἐρωτικοί αὐτοῦ λόγοι δηλοῦσιν ἐνταῦθα˙ ὅς καί θεολογῶν λέγει πρός τό τέλος περί ἀγγέλων. (45)


Τίς ἡ ἄμετρος εὐσπλαγνία σου, Σῶτερ;
Πῶς ἠξίωσας μέλος σόν με γενέσθαι,
τόν ἀκάθαρτον, τόν ἄσωτον, τόν πόρνον;
Πῶς ἐνέδυσας στολήν με λαμπροτάτην
ἀπαστράπτουσαν αἴγλην ἀθανασίας
καί φῶς ποιοῦσαν ἅπαντά μου τά μέλη;
Σῶμα γάρ τό σόν, τό ἄχραντον καί θεῖον,
ἀπαστράπτει ὅλον πυρί θεότητός σου
ἀναφυραθέν καί συμμιγέν ἀρρήτως˙
τοῦτο οὖν κἀμοί ἐδωρήσω, Θεέ μου.
Τό γάρ ῥυπαρόν καί φθαρτόν τοῦτο σκῆνος
τῷ παναχράντῳ ἑνωθέν σώματί σου
καί μιγέν τό αἷμά μου τῷ αἵματί σου
ἡνώθην, οἶδα, καί τῇ θεότητί σου
καί γέγονα σόν καθαρώτατον σῶμα,
μέλος ἐκλάμπον, μέλος ἅγιον ὄντως,
μέλος τηλαυγές καί διαυγές καί λάμπον.
Ὁρῶ τό κάλλος, βλέπω τήν λαμπηδόνα,
ἐνοπτρίζομαι τό φῶς τῆς χάριτός σου
καί τό ἄρρητον ἐκπλήττομαι τῆς αἴγλης
(46) καί ἐξίσταμαι κατανοῶν ἑαυτόν˙
ἐκ ποίου οἷος ἐγενόμην, ὤ θαῦμα!
Καί εὐλαβοῦμαι καί ἐμαυτόν αἰδοῦμαι
καί, ὡς σέ αὐτόν, καί τιμῶ καί φοβοῦμαι
καί ἐξαπορῶ, ἐντρεπόμενος ὅλως,
τό ποῦ καθίσω καί τίνι προσεγγίσω
καί ποῦ τά μέλη τά σά προσανακλίνω,
εἰς ποῖα ἔργα, εἰς ποίας ταῦτα πράξεις
ὅλως χρήσωμαι τά φρικτά τε καί θεῖα.
Δός μοι καί λαλεῖν καί πράττειν, ἅπερ λέγω,
ὦ δημιουργέ καί πλαστά καί Θεέ μου!
Εἰ γάρ, ἅ λαλῶ, οὐκ ἐκπληρῶ ἐξ ἔργου,
γέγονα χαλκός ἠχῶν μάτην μεγάλα
καί ἀναισθητῶν πρός τήν ἠχήν τῶν κτύπων˙
ἀλλά μή ἀφῇς μηδέ ἐγκαταλίπῃς,
μηδέ πλανᾶσθαι ἐάσῃς με, Σωτήρ μου,
καί ταλαίπωρον, τόν πτωχόν τε καί ξένον,
τόν μυρία σοι τάλαντα χρεωστοῦντα,
ἀλλ᾿ ὥσπερ πάλαι, καί νῦν πατρῴας πάσης,
πατρός, ἀδελφῶν, μητρός, ἰδίων, ξένων
καί ἄλλων πάντων συγγενῶν τε καί φίλων
ἀπεχώρισας ἁμαρτωλόν με ὄντα
καί πάντων τούτων εὐτελέστερον, Σῶτερ,
καί προσελάβου σαῖς ἀχράντοις ἀγκάλαις
τόν ἀγνώμονα φανέντα τοῖς καλοῖς σου.
Οὕτω καί νῦν με ἐλέησον, οἰκτίρμον,
οὕτω μᾶλλον δέ μειζόνως, ὦ Θεέ μου,
καί σπλαχνίσθητι καί περιφύλαξόν με
καί τοῦ θυμοῦ μου πράϋνον τάς κινήσεις
καί ἱκάνωσον τοῦ μακροθύμως φέρειν
(47) πάντα πειρασμόν καί λύπην τήν τοῦ βίου,
ὅσα ἐμαυτῷ προξενῶ κακοφρόνως,
ὅσα δαιμόνων πειράζει φθονερά φύσις
καί οἱ ἀσθενεῖς τούτων τῶν ἀδελφῶν μου
ἔργῳ μοι, λόγῳ προξενοῦσι˙ φεὐ, οἴμοι,
ὅτι τά ἐμά μέλη με δαπανῶσι,
καί ὀδυνῶμαι δι᾿ αὐτά ταῦτα πάλιν.
Ἄγομαι ποσί κεφαλή λαχών εἶναι,
καί γυμνοποδῶ καί ἀκάνθαις κεντοῦμαι
καί σφόδρα ἀλγῶ τήν ὀδύνην μή φέρων˙
τοῖς ἔμπροσθεν εἷς τῶν ἐμῶν ποδῶν βαίνει
καί εἰς τοὐπίσω στρέφεται πάλιν ἄλλος˙
ἔνθεν κἀκεῖθεν σύρουσιν, ἕλκουσί με
καί περισκελίζομαι καί πίπτω κάτω.
Ἀκολουθεῖν οὖν οὐκ ἰσχύω τοῖς πᾶσι˙
τό κεῖσθαι κακόν καί τό ὁδεύειν οὕτως
χεῖρον πέλει τοῦ κεῖσθαι, ὡς δεινόν ὄντως,
ὡς πάσας ἄλλας συμφοράς ὑπερβαῖνον.
Κύριε, δός μοι κατάνυξιν καί πένθος
ἀξίωσον ἐν τῷ σκότει τοῦ βίου,
ἐν τῷ κόσμῳ τούτῳ τε, τῷ τῆς λύπης χωρίῳ
ἐκδουλεῦσαί σοι καί καλῶς θεραπεῦσαι
καί τάς ἁγίας ἐντολάς σου φυλάξαι.
Εὐχαριστῶ σοι, ὅτι ζῆν δέδωκάς μοι
καί γινώσκειν σε καί προσκυνεῖν, Θεέ μου˙
τοῦτο γάρ ζωή, τό σέ γινώσκειν μόνον
Θεόν, κτίστην τε καί ποιητήν ἁπάντων,
ἀγέννητον, ἄκτιστον, ἄναρχον, μόνον,
καί τό σόν υἱόν ἀπό σοῦ γεννηθέντα,
καί ἐκπορευτόν τό Πανάγιον Πνεῦμα,
τήν πανύμνητον τριαδικήν μονάδα,
ἥν τό προσκυνεῖν εὐσεβῶς καί λατρεύειν
(48) ὑπέρ δόξαν ἅπασαν ἄλλην ὑπάρχει,
κἄν ἐπίγειον, κἄν οὐράνιον εἴπῃς.
Τί γάρ ἀγγέλων, τί δέ τῶν ἀρχαγγέλων,
κυριοτήτων, Χερουβίμ, Σεραφίμ τε
καί παςῶν ἄλλων στρατιῶν οὐρανίων
ὑπάρχει δόξα ἤ φῶς ἀθανασίας
ἤ χαρά ἤ ἔλλαμψις ζωῆς ἀΰλου,
εἰ μή τό ἕν φῶς τῆς Ἁγίας Τριάδος
διαιρούμενον τρισσῶς ἀδιαιρέτως,
ὅ ἕν ὑπάρχει ἐν τρισί χαρακτῆρσι,
γινωσκόμενον ἀγνώστως, ὅσον θέλει;
Οὐδέ γάρ ἐνδέχεται κτίσμα τόν κτίστην
οὕτω γινώσκειν ἤ νοΐ βλέπειν ὅλον,
ὡς αὐτός οἶδεν ἑαυτόν κατά φύσιν˙
κατά χάριν δέ βλέπουσι καί νοοῦσιν
ἄγγελοι πάντες καί πᾶσα κτιστή φύσις,
οὐ καταλαμβάνοντες, ἀλλά νοοῦντες,
καθό γνωσθῆναι ἤ φανῆναι θελήσει
τοῖς τυφλοῖς τό φῶς ἤ καί βλέπουσι πάντως˙
καί γάρ ὀφθαλμός χωρίς φωτός οὐ βλέπει,
ἀλλά καί ὁρᾶν ἐκ τοῦ φωτός λαμβάνει,
ὅτι παρ᾿ αὐτοῦ καί ἐδημιουργήθη.
Κἄν ἀσώματον, κἄν ἐνσώματον εἴπῃς,
εὑρήσεις πάντα Θεόν πεποιηκότα.
Τά ἐν οὐρανοῖς εἴ τι δι᾿ ἄν καί ἀκούσῃς,
τά ἐπί τῆς γῆς καί τά ἐν ταῖς ἀβύσσοις,
καί τούτων πάντων μία ζωή καί δόξα,
μία ἔφεσις καί μία βασιλεία,
πλοῦτος, χαρά, στέφανος, νῖκος, εἰρήνη
καί πᾶσα εὐπρέπεια ὑπάρχει ἄλλη,
ἡ ἐπίγνωσις τῆς ἀρχῆς καί αἰτίας,
ὅθεν παρήχθη καί γεγόνασι πάντα.
(49) Τοῦτο σύστασις τῶν ἄνω καί τῶν κάτω,
τοῦτο ἡ τάξις πάντων τῶν νοουμένων,
τοῦτο δούλωσις πάντων τῶν ὁρωμένων,
τοῦτο ἔσχον ἄγγελοι στάσιν βεβαίαν
προσλαβόμενοι γνῶσιν καί φόβον πλείω,
ὅτει πίπτοντα τόν Σατανᾶν ἑώρων
καί τούς σύν αὐτῷ ὑπαχθέντας οἰήσει˙
ὅσοι γάρ μόνον ἐπελάθοντο τούτου
καί κατέπεσον ἐπάρσει δουλωθέντες,
ὅσοι δέ τοῦτο πάλιν εἶχον εἰς γνῶσιν,
ἐκουφίζοντο φόβῳ καί τῇ ἀγάπῃ,
προσκολλώμενοι τῷ ἑαυτῶν Δεσπότῃ.
Ὅθεν ἡ ἐπίγνωσις τῆς δεσποτείας
καί τήν προσθήκην τῆς ἀγάπης ἐποίει,
ὅτι καί πλείω τήν ἀστράπτουσαν αἴγλην
καί τρανοτέραν ἑώρων τῆς Τριάδος,
καί τοῦτο πάλιν πᾶσαν ἔννοιαν ἄλλην
ἀπεκρούετο καί ἀτρέπτους ἐποίει
τούς τρεπτήν φύσιν τό κατ᾿ ἀρχάς λαβόντας,
ἐν τῷ ὕψει μένοντας τῶν οὐρανίων.

***

Γ'.

Τίς ? μοναχός καί καί τίς ? α?το? ?ργασία? καί ε?ς ο?ον ?ψος ο?τος ? θε?ος πατήρ θεωρίας ?ν?λθεν.

Μοναχός, ?στις ?μιγής ?στι κόσμ?
καί ?ενάως ?μιλε? Θε? μόν?,
βλέπων βλέπεται, φιλ?ν φιλε?ται
καί γίνεται φ?ς λαμπόμενος ?ρρήτως?
δοξαζόμενος δοκε? πλέον πτωχεύειν
καί προσοικειούμενος ?ς ξένος πέλει.
? ξένου πάντ? θαύματος καί ?φράστου!
Διά πλο?τον ?πειρον ?πάρχω πένης
καί μηδέν ?χειν δοκ? πολύ κατέχων
καί λέγω? Διψ? διά πλ?θος ?δάτων
καί τίς μοι δώσει, ?περ ?χω πλουσίως,
καί πο? ε?ρήσως, ?ν ?ρ? καθ? ?κάστην;
Π?ς δέ κρατήσω, ? ?ντός μου ?πάρχει
καί ?ξω κόσμου, ο? γάρ βλέπεται ?λως;
? ?ων ?τα ?κούειν ?κουέτω
νο?ν ?ληθ?ς ?ήματα ?γραμμάτου.

***

Δ'. Διδασκαλία εἰς μοναχούς ἄρτι ἀποταξαμένους κόσμῳ καί τοῖς ἐν κόσμῳ˙ καί περί τοῦ, ὁποίαν τις ὀφείλει πίστιν ἔχειν πρός τόν ἴδιον πατέρα. (51)

 
Ἄφες κόσμον ἅπαντα καί τούς ἐν κόσμῳ˙
μόνον προσλαβοῦ τό μακάριον πένθος.
Θρήνησον μόνα τά κακῶς σοι πραχθέντα,
ὅτι ταῦτά σε τοῦ ποιητοῦ τῶν ὅλων
ἀπεστέρησαν, Χριστοῦ καί τῶν ἁγίων.
Μηδενός ἄλλου φροντίσῃς ἐκτός τούτου,
ἀλλά καί τό σῶμά σου ὡς ξένον ἔχε
καί κάτω βλέπε ὡς κατακεκριμένος
καί τήν ἐπί θάνατον ὁδόν βαδίζων
στέναζε ἀεί ἐκ βάθους τῆς καρδίας
Καί τό πρόσωπον μόνοις δάκρυσι πλῦνε.
Τούς δέ πόδας σου, τούς εἰς κακά δραμόντας
μή θελήσῃς ὕδατι νίψαι μηδόλως,
ναί δή, καί τάς χεῖράς σου συνεσταλμένας ἔχε˙
ταύτας ἀναιδῶς πρός Θεόν μή ἐκτείνῃς,
ἅς πολλάκις ἥπλωσας εἰς ἁμαρτίαν.
Κράτει προπετοῦς, ὅση δύναμις, γλώσσης
-εὐχερής καί γάρ αὕτη πρός ἁμαρτίαν -,
ἐπεί δι᾿ αὐτῆς μόνης καί τῶν μεγάλων
πολλοί ἀπεσφάλησαν ὁδοῦ εὐθείας
καί ἀπώλεσαν οὐρανῶν βασιλείαν.
(52) Ταύτης δέ πρῶτον φράξον τάς ἀκοάς σου,
ἀκούειν μηδέν τῶν αἰσχρῶν καί ματαίων,
καί τότε ἴσως κυριεύσεις καί ταύτης.
Ἄκουε μόνας πατρός σου νουθεσίας,
ποιοῦ ταπεινάς πρός αὐτόν ἀποκρίσεις
καί ὡς τῷ Θεῷ λέγε τούς λογισμούς σου
μέχρι προσβολῆς καί μηδέν ἀποκρύψῃς.
μηδέ τι πράξῃς ἄνευ γνώμης τῆς τούτου,
μηδέ κοιμηθῇς μήτε φάγῃς ἤ πίῃς.
Καί ὅτε ταῦτα φυλάξῃς ἐπί χρόνοις,
μηδέν δοκήσῃς μέγα κατωρθωκέναι˙
καί γάρ ἔσπειρας ἔν ἱδρῶτι καί κόπῳ,
οὔπω δέ καρπόν τῶν σῶν πόνων ἐδρέψω.
Μή οὖν πλανηθῇς ἤ δόξῃς εὑρηκέναι,
πρίν ἤ ὀφθαλμούς ψυχικούς ἐπικτήσῃ
καί σῆς καρδίας καθαρθῶσι τά ὦτα
τοῖς δάκρυσί σου ἐκπλυθέντα τοῦ ῥύπου
καί πνευματικῶς βλέπειν τε καί ἀκούειν
καί ἀλλοτριοῦσθαι ὅλας αἰσθήσεις ἄρξῃ,
καί γάρ θεάσῃ πολλά τῶν ἀνεκφράστων
καί ἀκούσεις πλείονα πανεξαισίως,
ἅ οὐ δυνήσῃ τῇ γλώσσῃ σου λαλῆσαι.
Φρικτόν οὖν θαῦμα πνευματικῶς ἀκούειν,
καί τό οὕτως βλέπειν δέ θαῦμα θαυμάτων!
Οὐδέν σαρκικόν ἐννοεῖ ποτε ὁ τοιοῦτος,
πατεῖ δέ τήν γῆν ὡς εἰς ἀέρα βαίνων,
πάντα τε ὁρᾷ μέχρι καί τῶν ἀβύσσων
καί κατανοεῖ τά ποιήματα πάντα,
γνωρίζει Θεόν, ἐκπλήττεται τῷ φόβῳ
καί ὡς ποιητήν προσκυνεῖ καί δοξάζει˙
μέγα τό γνωρίσαι δέ τήν δεσποτείαν,
(53) κἄν πάντες νομίζωσι τοῦτο εἰδέναι,
ἀπατῶνται δέ πλεῖστοι, μή ἀμφιβάλλῃς!
Τοῦτο ἴσασιν οἱ φωτισθέντες,
οἱ δ᾿ ἄλλοι πάντες, ὤ τῆς δεινῆς ἀγνοίας,
σκοτεινότεροί εἰσι καί τῶν δαιμόνων.
Ἀλλ᾿ ὦ Κύριε καί Κτίστα τῶν ἁπάντων,
ὅς ἐποίησας ζῷον θνητόν ἐκ γῆς με
καί ἐτίμησας χάριτι ἀθανάτῳ
καί ζῆν δέδωκας καί λαλεῖν καί κινεῖσθαι
καί δοξάζειν σέ, τόν Δεσπότην τῶν ὅλων,
αὐτός, Δέσποτα, δός μοι τῷ ταλαιπώρῳ
καί προσπίπτειν σοι καί αἰτεῖν τό συμφέρον.
Ἀγνοῶ καί γάρ, πῶς παρήχθην ἐν κόσμῳ
καί τί τά τῇδε, ἅ νομίζουσιν εἶναι˙
τίς ἡ ὅρασις ἡ ἐμή, ὦ Θεέ μου,
τί δέ τά ὁρώμενα, εἰπεῖν οὐκ ἔχω,
πῶς ἐματαιώθημεν ἄνθρωποι πάντες
καί κρίσιν ὀρθήν οὐκ ἔχομεν τῶν ὄντων.
Χθές ἦλθον πάντως καί αὔριον ὑπάγω
καί εἶναι δοκῶ ἀθάνατος ἐνταῦθα.
Ἔχειν σε Θεόν ὁμολογῶ τοῖς πᾶσιν,
ἀρνοῦμαι δέ σε τοῖς ἔργοις καθ᾿ ἑκάστην˙
διδάσκομαί σε ποιητήν εἶναι πάντων,
ἄνευ δέ σοῦ βιάζομαι πάντα ἔχειν.
Σύ βασιλεύεις τῶν ἄνω καί τῶν κάτω
κἀγώ μόνος σοι ἀντιπίπτειν οὐ φρίσσω˙
δός τῷ ἀπόρῳ, δός μοι τῷ παναθλίῳ
πᾶσαν ἀπορρίψασθαι ψυχῆς κακίαν,
ἥν φυσίωσις, ἥν ἔπαρσις ματαία
συνθλῶσιν ἅμα καί συντρίβουσιν, οἴμοι!
Δός ταπείνωσιν, δός χεῖρα βοηθείας
καί καθάρισον τόν ῥύπον τῆς ψυχῆς μου
(54) καί παράσχου μοι δάκρυα μετανοίας,
δάκρυα πόθου, δάκρυα σωτηρίας,
δάκρυα καθαίροντα ζόφον νοός μου
καί λαμπρόν με ἄνωθεν ἀποτελοῦντα,
τόν ὁρᾶν σε θέλοντα, τό φῶς τοῦ κόσμου,
τό φῶς τῶν ἐμῶν ὀφθαλμῶν, τοῦ ἀθλίου,
καί καρδίαν γέμουσαν κακῶν τοῦ βίου
ἔχοντος πολλῶν ἐκ θλίψεων καί φθόνου
τῶν δραματουργῶν τῆς ἐμῆς ἐξορίας
ἤ, μᾶλλον εἰπεῖν, τῶν ἐμῶν εὐεργετῶν,
τῶν δεσποτῶν μου, τῶν ἐμῶν ὄντως φίλων,
οἶς ἀντί κακῶν δός ἀγαθά, Χριστέ μου,
τά αἰώνια, τά καί πλούσια καί θεῖα,
ἅ ἡτοίμασας εἰς αἰῶνας αἰώνων
τοῖς σέ ποθοῦσι καί φιλοῦσιν ἐκθύμως.  

***

Ε'. Ἀλφάβητος τοῦ αὐτοῦ κατά στοιχεῖον διπλοῦς προτρέπων καί ὁδηγῶν εἰς τελειότητα βίου ἀναδραμεῖν τόν ἄρτι ἀπό τοῦ κόσμου ἀναχωρήσαντα. (55)
 
Ἀρχήν ποιήσας Χριστόν καί θερμήν πίστιν
οὕτως ἀναχώρησον ἀπό τοῦ κόσμου.
Βάδιζε φεύγων συγγενεῖς τε καί φίλους,
τοῦτο γάρ ὠφέλιμον τοῖς ἀρχαρίοις.
Γυμνός πρόσελθε τῶν ὑλῶν τῷ ἀΰλῳ,
οὐδέν μεῖζον εὑρήσεις εἰς συμμαχίαν.
Δειλίαν πᾶσαν ἀπό σοῦ ἀπορρίψας,
πρός δυνατόν γάρ προσέφυγες Δεσπότην.
Ἐλπίδα μᾶλλον προσλαβών ἀδιστάκτως,
καί γάρ κήδεται τῶν μικρῶν στρουθίων.
Ζυγόν βάστασον τόν ἐλαφρόν Κυρίου,
πολλή ἡ ἀντίδοσις γάρ τῶν μελλόντων.
Ἡμᾶς βροτούς ἅπαντας σῴζοντας δῶρον,
καί γάρ ἠγοράσθημεν αἵματι θείῳ˙
θεούς δεικνύντα δυνάμει τοῦ καλοῦντος,
τοῦτο γάρ ἡ σάρκωσις ἡ τοῦ Δεσπότου,
ἵν᾿ ἔργῳ γνῷς τῶν ἔργων τάς ἐκβάσεις˙
τό πάντων θαυμαστότερον τῶν ὁρωμένων!
Καλόν σοι κέρδος ἐκκοπή θελημάτων,
μάρτυρα δεικνύει σε τῇ συνειδήσει.
(56) Λόγους πατρός σου καί πρστάγματα πρᾶττε,
ὁδηγοῦσι γάρ τήν ὁδόν ἀπροσκόπως
μέχρι θανάτου˙ ὕψος γάρ τοῦτο μέγα!
Θεός φαίνεται διά σέ τοῦτο πρᾶξας.
Νόμιζε εἶναι εὐτελέστερος πάντων,
τοῦτο πρῶτόν σε ποιεῖ τῆς βασιλείας,
ξένος τε πτωχότερος, ταπεινότερος ἄλλων˙
μεγάλα ὄντως, εἰ ταῦτα κατορθώσῃς.
Ὅλος ὑπάρξῃς μιμητής τοῦ Δεσπότου,
τί δέ ὑπάρχει ἀγαθότερον τούτου;
Πάντα κατορθοῖ τό πενθεῖν καθ᾿ ἑκάστην,
γλυκύ γάρ τοῦτο ὑπέρ βρῶσιν καί πόσιν
ῥεόντων καί ἑστώτων διδάσκον γνῶσιν˙
ἀφιστᾷ γάρ πρότερον παντός τοῦ κόσμου.
Σιωπήν ἄσκει, τήν φυλάττουσαν ταῦτα,
ῥίζας κόπτει γάρ ἀνωφελεῖς παντοίας.
Τήν μνήμην ἔχει πάντοτε τοῦ θανάτου˙
αὕτη γάρ πρόξενος ταπεινώσεως πέλει˙
Ὑφ᾿ ὧν καθαρθείς καί αὐγασθείς καρδίαν
ὤ τοῦ θαύματος τοῦ ζητουμένου πᾶσι
φῶς ἀξιωθῇς ἰδεῖν καλῶς τό θεῖον,
βέλος γάρ ἐστιν ἄϋλον ἐξ ἀΰλου˙
Χριστός δέ ἐστιν ἡ τελεία ἀγάπη,
ὁ ἔχων αὐτήν θέσει Θεός ὑπάρχει,
ψυχάς φωτίζων τάς αὐτόν ἐκζητούσας˙
αὗται μόναι ζήσονται, μηδείς πλανάσθω!
Ὧ θεοποιός ἀγάπη, Θεός οὖσα!
Ἔκπληξις τοῦτο καί δυσεύρετον πρᾶγμα.

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω στοιχεία. Για τους όρους προστασίας δεδομένων δείτε εδώ.