ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ   ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου |Διακονία | Εορτολόγιο | Πολυμέσα

 

πίσω


Ύμνοι επιστολαί

Ο πίναξ των θείων ερώτων

Ευχή μυστική

Α' - Ε'

ΣΤ' - Ι'

ΙΑ' - ΙΕ'

ΙΣΤ' - Κ'

ΚΑ' - ΚΕ'

ΚΣΤ' - Λ

ΛΑ' - ΛΕ'

ΛΣΤ' - Μ

ΜΑ' - ΜΕ

ΜΣΤ' - Ν'

ΝΑ' - ΝΕ'

ΝΣΤ' - ΝΗ'

Επιστολή Α'

Επιστολή Β'

Επιστολή προς Στέφανο Νικομηδείας

Επιστολή προς Νικήτα Σταθάτο

Ιστ'. Ὅτι ποθεινόν τε καί ἐπιθυμητόν κατά φύσιν μόνον τό Θεῖον, οὗ ὁ μετέχων πάντων ἐν μετοχῇ γέγονε τῶν καλῶν (94)

 
Ὤ τί τό πρᾶγμα τό κρυπτόν πάσῃ κτιστῇ οὐσίᾳ,
καί τί τό φῶς τό νοητόν, ὅ τινι οὐχ ὁρᾶται,
καί τίς ὁ πλοῦτος ὁ πολύς, ὅν οὐδείς ἐν τῷ κόσμῳ
εὑρεῖν ὅλως ἐξίσχυσεν ἤ κατασχεῖν εἰς ἅπαν;
Ἔστι γάρ πᾶσιν ἄληπτος, ἀχώρητος τῷ κόσμῳ,
ἔστι καί ἐπιθυμητός, καθ᾿ ὅσον ὑπερέχει
τῶν ὁρωμένων ὁ αὐτά Θεός κατασκευάσας.
Κατά τοῦτο τιτρώσκομαι τῇ ἀγάπῃ ἐκείνου˙
καθ᾿ ὅσον δ᾿ οὐχ ὁρᾶταί μοι ἐκτήκομαι τάς φρένας,
τόν νοῦν καί τήν καρδίαν μου φλεγόμενος καί στένων.
Περιπατῶ καί καίομαι ζητῶν ὧδε κἀκεῖσε
καί οὐδαμοῦ τόν ἐραστήν εὑρίσκω τῆς ψυχῆς μου˙
καί περιβλέπομαι συχνῶς, ἰδεῖν τόν ποθητόν μου,
κἀκεῖνος, ὡς ἀόρατος, οὐχ ὁρᾶται ὅλως.
Ὅτε δέ ἄρξομαι θρηνεῖν ὡς ἀπελπίσας, τότε
ὁρᾶταί μοι καί βλέπει με, ὁ καθορῶν τά πάντα˙
θαυμάζων καταπλήττομαι κάλλους τήν εὐμορφίαν,
καί πῶς ἀνοίξας οὐρανούς διέκυψεν ὁ κτίστης
καί δόξαν μοι παρέδειξε τήν ἄφραστον καί ξένην˙
καί τίς ἄρα ἐγγύτερον γενήσεται ἐκείνου
ἤ πῶς ἀνενεχθήσεται εἰς ἀμέτρητον ὕψος;
(95) Λογιζομένου μου, αὐτός εὑρίσκεται ἐντός μου,
ἔνδον ἐν τῇ ταλαίνῃ μου καρδίᾳ ἀπαστράπτων,
πάντοθεν περιλάμπων με τῇ ἀθανάτῳ αἴγλῃ,
ἅπαντα δέ τά μέλη μου ἀκτῖσι καταυγάζων,
ὅλος περιπλεκόμενος, ὅλον καταφιλεῖ με,
ὅλον τε δίδωσιν αὑτόν ἐμοί τῷ ἀναξίῳ,
καί ἐμφοροῦμαι τῆς αὐτοῦ ἀγάπης καί τοῦ κάλλους,
καί ἡδονῆς καί γλυκασμοῦ ἐμπίπλαμαι τοῦ θείου.
Μεταλαμβάνω τοῦ φωτός, μετέχω καί τῆς δόξης,
καί λάμπει μου τό πρόσωπον ὡς καί τοῦ ποθητοῦ μου
καί ἅπαντα τά μέλη μου γίνονται φωτοφόρα.
Ὡραίων ὡραιότερος τότε ἀποτελοῦμαι,
πλουσίων πλουσιώτερος καί δυνατῶν ἁπάντων
ὑπάρχω δυνατώτερος καί βασιλέων μείζων
καί τιμιώτερος πολύ τῶν ὁρωμένων πάντων,
οὐχί τῆς γῆς καί τῶν τῆς γῆς, ἀλλά καί οὐρανοῦ δέ
καί πάντων τῶν ἐν οὐρανῷ, τόν πάντων ἔχων κτίστην,
ᾧ πρέπει δόξα καί τιμή νῦν καί εἰς τούς αἰῶνας˙
ἀμήν.

***

ΙΖ'. Ὅτι ὁ φόβος γεννᾷ τήν ἀγάπην, ἡ δέ ἀγάπη ἐκριζοῖ τόν φόβον ἀπό τῆς ψυχῆς καί μένει μόνη ἐν αὐτῇ, Πνεῦμα Θεῖον οὖσα καί Ἅγιον. (96)

 
Πῶς ὑμνήσω, πῶς δοξάσω,
πῶς ἀξίως εὐφημήσω
τόν πολλά παραδραμόντα
ἁμαρτήματα Θεόν μου;
Πῶς εἰς ὕψος ὅλως βλέψω,
πῶς τούς ὀφθαλμούς διάρω,
πῶς ἀνοίξω στόμα, Σῶτερ,
πῶς τά χείλη μου κινήσω;
Πῶς ἐκτείνω μου τάς χεῖρας
πρός τοῦ οὐρανοῦ τό ὕψος,
ποίους λόγους δέ ἐφεύρω,
ποῖα ῥήματα προσάξω;
Πῶς λαλῆσαι δέ τολμήσω,
πῶς τήν ἄφεσιν αἰτήσω
τῶν ἀμέτρων μου πταισμάτων,
τῶν πολλῶν πλημμελημάτων;
Ὄντως ἔπραξα γάρ ἔργα
ὑπέρ ἅπασαν συγγνώμην!
Οἶδας ἅπερ λέγω, Σῶτερ,
πᾶσαν φύσιν ὑπερέβην
παρά φύσιν ἔργα πράξας˙
τῶν ἀλόγων ὤφθην χείρων,
πάντων ζῴων ἐναλίων,
(97) πάντων τε κτηνῶν χερσαίων,
ἑρπετῶν τε καί θηρίων
ἐγενόμην ὄντως χείρων
παραβάς τάς ἐντολάς σου
ὑπέρ τήν ἀλόγων φύσιν.
Τό οὖν σῶμά μου μολύνας
καί ψυχήν καταρρυπώσας
πῶς ὀφθῶ σοι, πῶς σε βλέψω,
ὅλως πῶς τολμήσω στῆναι
πρό προσώπου σου, ὁ τάλας;
Πῶς μή φεύξομαι σήν δόξαν
καί τό φῶς τό ἀπαστράπτον
τοῦ Ἁγίου Πνεύματός σου;
Πῶς δέ μόνος οὐ χωρήσω
πρός τό σκότος, ὁ τοῦ σκότους
ἔργα πραξας, καί Ἁγίων
χωρισθήσομαι πληθύος;
Πῶς ἀνέξομαι φωνῆς σου
ἐκπεμπούσης με εἰς σκότος,
ὁ ἐντεῦθεν ἐκ τῶν ἔργων
φέρων μου τήν καταδίκην;
Φρίττων ὅλος, τρέμων ὅλος,
ὅλος φόβῳ καί ἐκπλήξει
συνεχόμενος βοῶ σοι˙
Οἶδα, Σῶτερ, ὅτι ἄλλος
ὡς ἐγώ οὐκ ἔπταισέ σοι,
οὐδέ ἔπραξε τάς πράξεις,
ἅσπερ ἔπραξα ἐγώ ὁ τάλας,
καί παραίτιος καί ἄλλοις
ἐγενόμην ἀπωλείας.
Ἀλλά τοῦτο πάλιν οἶδα,
(98) τοῦτο πέπεισμαι, Θεέ μου,
ὡς οὐ μέγεθος πταισμάτων,
οὐχ ἁμαρτημάτων πλῆθος,
οὐδέ πράξεων αἰσχρότης
ὑπερβήσεται ποτέ σου
τό φιλάνθρωπον καί μέγα,
μᾶλλον δέ ὑπέρ τό μέγα,
ὑπέρ λόγον, ὑπέρ νοῦν τε
ἔλεος, ὅπερ πλουσίως
πρός τούς πταίοντας ἐκχέεις
καί θερμῶς μετανοοῦντας,
καί καθαίρεις καί φωτίζεις
καί φωτός ποιεῖς μετόχους,
κοινωνούς θεότητός σου,
ὁμιλεῖς καί συλλαλεῖς τε
ὥσπερ φίλοις σου γνησίοις˙
ὤ χρηστότητος ἀπείρου,
ὤ ἀγάπης ἀνεκφράστου!
Διά τοῦτο καί προσπίπτω
καί θερμῶς ἀναβοῶ σοι˙
ὡς τόν ἄσωτον ἐδέξω
καί τήν πόρνην προσελθόντας,
οὕτως δέξαι με, οἰκτίρμον,
ἐκ ψυχῆς μετανοοῦντα,
καί δακρύων μου ῥανίδας
ὡς πηγάς ἀεί βλυζούσας
λογισάμενος, Χριστέ μου,
πλῦνον ἐν αὐταῖς ψυχῆς μου,
πλῦνον καί τοῦ σώματός μου
τάς ἐκ τῶν παθῶν κηλῖδας.
(99) Ἔκπλυνον καί τήν καρδίαν
ἀπό πάσης πονηρίας.
Αὕτη γάρ ἐστιν ἡ ῥίζα
καί πηγή τῆς ἁμαρτίας˙
πονηρίᾳ τοῦ σπορέως
πονηροῦ σπορά ὑπάρχει.
Ἔνθα δ᾿ ἔστι, καί βλαστάνει
καί εἰς ὕψος ἀναβαίνει
καί ἐκφύει πλείστους κλάδους
πονηρίας καί κακίας.
Τούτου ῥίζας ἐκ βαθέων
ἐξανάσπασον, Χριστέ μου,
καί καθάρισον ψυχῆς μου
καί καρδίας τάς ἀρούρας
καί ἐμφύτευσον τόν φόβον
ἐν αὐταῖς, τόν σόν, οἰκτίρμον,
καί ἀξίωσον ῥιζῶσαι
καί καλῶς ἀναβλαστῆσαι,
ὅπως αὐξηθῇ εἰς ὕψος
φυλακῇ τῶν ἐντολῶν σου
προστιθέμενος καθ᾿ ὥραν.
Τῇ προσθήκῃ δέ δακρύων
προστιθείς ῥοάς βλυζούσας,
ποτιζομένος δ᾿ ἐκ τούτων
ἐπί πλεῖον καί αὐξάνει
καί, καθ᾿ ὅσον στερεοῦται,
καί εἰς ὕψος ἀναβαίνει.
Ἀναλόγως συναυξάνει
ἡ ταπείνωσις τῷ φόβῳ,
ταπεινώσει δέ τά πάθη
ἅπαντα ὑποχωροῦσι˙
σύν αὐτοῖς δέ καί δαιμόνων
(100) ἀπελήλαται ἡ φάλαγξ,
ἀρεταί δέ πᾶσαι ὥσπερ
βασιλίδι κύκλῳ ταύτης
συνεπόμεναι ὁρῶνται,
οἷα φύλακες καί φίλαι
καί θεράπαιναι δεσποίνης.
Τούτων συναθροισθεισῶν δέ
καί ἑνωθεισῶν ἀλλήλαις,
μέσον τούτων ὥσπερ δένδρον
εἰς ὑδάτων διεξόδους
φόβος σός πεφυτευμένος
ἐξανθεῖ καί κατ᾿ ὀλίγον
δείκνυσί μοι ξένον ἄνθος.
Ὦ Χριστέ μου, ξένον ἄνθος!
Ξένον εἶπον, ὅτι πᾶσα
φύσις κατά γένος τίκτει
καί τῶν δένδρων πάντων σπέρμα
κατά γένος ἐν ἑκάστῳ˙
ὁ δέ φόβος σου καί ἄνθος
ξένης φύσεως δεικνύει
καί καρπόν ὁμοίως ξένον
καί ἀλλότριον ἐκείνου.
Ἔστι γάρ ὁ φόβος φύσει
κατηφείας πεπλησμένος
καί τούς τοῦτον κτησαμένους
ἀενάως σκυθρωπάζειν
ἀπεργάζεται ὡς δούλους,
ὡς πολλῶν πληγῶν ἀξίους,
ὡς ἐλπίζοντας καθ᾿ ὥραν
ἐκτομήν τήν τοῦ θανάτου
καί τό δρέπανον ὁρῶντας
(101) καί τήν ὥραν ἀγνοοῦντας
καί μή ἔχοντας ἐλπίδα,
μήτε μήν πληροφορίαν
συγχωρήσεως τελείας,
ἀλλά τρέμοντας τό πέρας,
ἀλλά φρίττοντας τό τέλος
ὡς ἀμφίβολον τῆς δίκης
περιφέροντας ἐκείνης
τήν ἀπόφασιν, Θεέ μου.
Τό γοῦν ἄνθος, ὅπερ φέρει,
ἄφραστον τῷ εἴδει πέλει,
ἀφραστότερον τῷ τρόπῳ˙
ἐξανθοῦν γάρ καθορᾶται,
ἀποκρύπτεται δ᾿ εὐθέως,
ὅπερ φύσεως οὐκ ἔστιν,
ἀλλ᾿ οὐδέ ἀκολουθίας,
ὑπέρ φύσεως δέ φύσιν,
πᾶσαν φύσιν ὑπεραῖρον.
Τέως δείκνυται ὡραῖον
ἄνθος ὑπέρ πάντα λόγον
καί ἁρπάζει πρός τήν θέαν
τήν ἐκείνου ὅλον νοῦν μου,
μηδενός ἐῶν μεμνῆσθαι,
ἅ παρέχειν οἶδε φόβον,
ἀλλά λήθην τούτων πάντων
ἀπεργάζεταί μοι τότε
καί ἀφίπταται συντόμως.
Τό δέ δένδρον τό τοῦ φόβου
πάλιν ἄνθους ἔστι δίχα,
καί λυποῦμαι καί στενάζω
καί πρός σέ θερμῶς κραυγάζω
καί τό ἄνθος πάλιν βλέπω
(102) ἐν τοῖς κλαδοις τοῖς τοῦ δένδρου
καί τό ὄμμα, ὦ Χριστέ μου,
πρός τό ἄνθος μόνον ἔχων
οὐχ ὁρῶ τό δένδρον τότε.
Συχνοτέρως δέ τό ἄνθος
ἐπανθοῦν καί πρός ἐκεῖνο
ὅλον με τῷ πόθῳ ἕλκον
εἰς καρπόν ἀγάπης λήγει.
Ὁ καρπός δέ οὗτος πάλιν
οὐκ ἀνέχεται τῷ δένδρῳ
τῷ τοῦ φόβου βασταχθῆναι,
ἀλλά μᾶλλον ὅτε πλήρης
ὡριμάσει, τότε μόνος
δίχα δένδρου καθορᾶται.
Φόβος γάρ ἐν τῇ ἀγάπῃ
οὐχ εὑρίσκεται οὐδ᾿ ὅλως,
οὐδέ πάλιν δίχα φόβου
ἐν ψυχῇ καρποφορεῖται.
Ὄντως θαῦμα ὑπέρ λόγον,
ὑπέρ ἔννοιαν δέ πᾶσαν,
ὅτι δένδρον μετά κόπου
ἐξανθεῖ καί καρπόν φέρει˙
ὁ καρπός αὐτοῦ δέ πάλιν
ὅλον ἐκριζοῖ τό δένδρον,
μένει δ᾿ ὁ καρπός καί μόνος.
Πῶς καρπός τοῦ δένδρου δίχα,
ὅλως ἐξειπεῖν οὐκ ἔχω˙
τέως μένει, τέως ἔστιν
ἡ ἀγάπη δίχα φόβου
τοῦ αὐτήν ἀποτεκόντος.
Ἡ ἀγάπη οὖν ὑπάρχει
ὄντως πᾶσα εὐφροσύνη,
(103) καί χαρᾶς καί θυμηδίας
ἐμπιπλᾷ τόν κεκτημένον
καί τοῦ κόσμου ἐν αἰσθήσει
τοῦτον ἔξωθεν ἐκβάλλει,
ὅπερ φόβος οὐκ ἰσχύει
ἀπεργάσασθαι οὐδ᾿ ὅλως.
Ἔνδον γάρ τῶν ὁρωμένων
καί τῶν αἰσθητῶν ὤν ἔνδον,
πῶς τόν ἔχοντα ἰσχύει
τούτων πόρρω βάλλειν ἆρα,
ἐν αἰσθήσει τε συνάψαι
ὅλον ἄν τοῖς ἀοράτοις;
Ὄντως οὐδαμῶς ἰσχύσει!
Τό δέ ἄνθος, ὁ καρπός τε,
ὅν ὁ φόβος ἀποτίκτει,
ἔξωθεν τοῦ κόσμου ἔστιν,
ἅ καί νοῦν ἁρπάζειν οἶδε
καί ψυχήν σύν τούτῳ αἴρειν
καί τοῦ κόσμου ἔξω βάλλειν.
Πῶς, εἰπέ μοι, ἔξω κόσμου
ἡ ἀγάπη ταῦτα βάλλει,
ἤθελον σαφῶς εἰδέναι.
Ἄφραστα, ὡς εἶπον, ταῦτα,
ὅμως πρόσεχε καί λέξω˙
Πνεῦμα Θεῖον ἡ ἀγάπη,
παντουργόν φῶς καί φωτίζον,
πλήν οὐκ ἔστιν ἐκ τοῦ κόσμου,
οὐδέ ὅλως τι τοῦ κόσμου,
οὐδέ κτίσμα˙ ἄκτιστον γάρ
καί κτισμάτων πάντων ἔξω,
ἄκτιστον κτιστῶν ἐν μέσῳ.
Νόει ἅ σοι, τέκνον, λέγω!
(104) Ἔστι γάρ κεχωρισμένον,
τό δέ ἄκτιστον οὐδέπω
κτίσμα δέχεται γενέσθαι˙
πλήν εἰ βούλοιτο, καί τοῦτο
δυνατόν αὐτῷ ποιῆσαι.
Γέγονε καί γάρ ὁ Λόγος
Πνεύματος τῇ συνεργίᾳ
καί Πατρός τῇ εὐδοκίᾳ
ἄνθρωπος ἀτρέπτως ὅλος,
ἄκτιστος Θεός ὤν φύσει
γέγονε κτιστός ἀρρήτως
καί τό πρόσλημμα θεώσας
ἔδειξε διπλοῦν μοι θαῦμα
ἀμφοτέραις ἐνεργείαις
καί θελήσεσιν ὡσαύτως˙
ὁρατόν ἀόρατόν τε,
κρατητόν ἀκράτητον δέ,
καί δεικνύμενος ὡς κτίσμα
τῶν κτισμάτων μέσον πάντων˙
ὡς οὐ κτίσμα δέ τυγχάνων,
ὡς ἐδόκουν, ἠφαντοῦτο˙
πλήν οὐδ᾿ ὅλως ἠφαντοῦτο,
ἀλλ᾿ ἐν μέσῳ ὤν τῶν πάντων
αἰσθητῶν κτιστῶν ὁ Λόγος
ἑωρᾶτο συνημμένος
τῷ προσλήμματι ὡς κτίσμα.
Προσλαμβάνων δέ τό κτίσμα
καί ἐγκρύπτων ἤ ἀνάγων
εἰς τό ὕψος, εἰς τήν δόξαν
τήν οἰκείαν ὑπέρ λόγον
ἀπεκρύπτετο εὐθέως.
Υοῦτο ἔλεγον ἐκεῖνοι
ἀφαντοῦσθαι τόν Δεσπότην,
(105) τό καθ᾿ ἑαυτούς δέ πάντως˙
ὁ γάρ κτίστης τῶν ἁπάντων
ὤν ἀχώρητος τοῖς πᾶσιν,
ὡς Θεός πάντα πληρῶν δέ,
πῶς ἄν ἄλλως γε κρυβείη;
Μεταστήσεις ἀπό τόπου
τόν Δεσπότην καί πρός ἄλλον
τόπον δώσεις γεγονέναι
ἐξ ὀφθαλμῶν κρυβῆναι
τῶν ἁγίων Ἀποστόλων;
Ἄπαγε, μή ἐξ ἀγνοίας
περιπέσῃς βλασφημίᾳ!
Ἄκουε δέ τῆς ἀγάπης,
εἰ βούλει, τάς ἐνεργείας,
καί μαθήσῃ, πῶς ὑπάρχει
μείζων πάντων ἡ ἀγάπη!
Ποίων πάντων; Οὐκ ἀκούεις
βοῶντος τοῦ Ἀποστόλου;
Τοῦ λαλεῖν ἀγγέλων γλώσσαις
καί ἁπάντων τῶν ἀνθρώπων,
τοῦ τήν πίστιν πᾶσαν ἔχειν,
ὥστε ὄρη μεθιστάνειν,
τοῦ εἰδέναι πᾶσαν γνῶσιν,
βάθος τε τῶν μυστηρίων,
τοῦ σκορπίσαι πάντα πλοῦτον
καί πτωχόν αὐτόν γενέσθαι,
τοῦ καί τό σῶμα εἰς καῦσιν
ὑπέρ τοῦ Χριστοῦ ἐκδοῦναι
μείζων ἔστιν ἡ ἀγάπη.
Καί τοσούτῳ μείζων πέλει,
ὅτι δίχα ταύτης ταῦτα
-εἴτε ἕν εἴτε καί πάντα -
(106) εἰς οὐδέν τῷ κεκτημένῳ
ὄφελος ὅλως ὑπάρχει.
Ὅστις οὖν καί τῆς ἀγάπης
καί τῶν εἰρημένων πάντων
ἀποστέρηται, εἰπέ μοι,
ποῦ φανεῖται, τί ποιήσει,
πῶς πιστόν τοῖς ἐρωτῶσιν
εἰπεῖν ἑαυτόν τολμήσει;
Διά τοῦτο προσεκτέον
λέγοντι περί ἀγάπης.
Κάθημαι ἐν τῷ κελλίῳ
ἐν νυκτί ἤ ἐν ἡμέρᾳ,
συνυπάρχει ἀφανῶς μοι
καί ἀγνώστως ἡ ἀγάπη.
Ἔξω δέ κτισμάτων πάντων οὖσα
ἔστιν αὖ καί μετά πάντων,
ἔστι πῦρ, ἔστι καί αἴγλη,
γίνεται φωτός νεφέλη,
ἥλιος ἀποτελεῖται.
˙Ως οὖν πῦρ ψυχήν θερμαίνει
καί καρδίαν μου ἐκκαίει
καί διανιστᾷ πρός πόθον
καί ἀγάπην, τήν τοῦ κτίστου.
Ἱκανῶς δέ πυρωθέντα
ὥσπερ αἴγλη φωτοφόρος
περιΐπταταί με πᾶσα,
φεγγοβόλους ἀφιεῖσα
τῇ ψυχῇ μου τάς ἀκτῖνας
καί τόν νοῦν λαμπρύνουσά μοι
καί πρός θεωρίας ὕψος
ἐπιτήδειον δεικνύει
(107) ὀπτικόν ἐργασαμένη.
Τοῦτο ἦν, ὅπερ προεῖπον
ἄνθος εἶναι τό τοῦ φόβου.
Κατιδών δ᾿ ἐγώ τήν αἴγλην
καί πλησθείς χαρᾶς ἀφάτου
οὐκ ἐχάρην ὅτι εἶδον,
ἀλλ᾿ αὐτή χαρᾶς με θείας
ἐμφορήσασα ἀπέστη
καί συνήρπασε τόν νοῦν μου
καί τήν αἴσθησιν καί πᾶσαν
κοσμικήν ἐπιθυμίαν˙
καί κατέτρεχεν ὁ νοῦς μου
καί καταλαβεῖν ἐζήτει
τήν φανεῖσαν αἴγλην πόθῳ.
Ἀλλ᾿ οὐχ εὕρισκε τό κτίσμα,
οὐδ᾿ ἠδύνατο γενέσθαι
τῶν κτισμάτων ὅλως ἔξω,
ἵνα δράξηται τῆς αἴγλης
τῆς ἀκτίστου καί ἀλήπτου.
Ὅμως περιῄει πάντα
καί ἰδεῖν ἐμηχανᾶτο,
ἐξηρεύνα τόν ἀέρα,
οὐρανούς περιεπόλει,
περιήρχετο ἀβύσσους
καί τά ἔσχατα τοῦ κόσμου,
ὡς ἐδόκει, ἐξεζήτει.
Ἀλλ᾿ οὐδέν ἐν τούτοις πᾶσιν
εὕρισκε, κτιστά γάρ πάντα˙
καί ἐθρήνουν καί ἐπένθουν
καί τά σπλάγχνα ἐφλεγόμην
καί ὡς ἔκφρων ἐν ἐκστάσει
γεγονώς οὕτως διῆγον.
(108) Ἦλθεν οὖν, ὡς ἠβουλήθη,
καί νεφέλης ὥσπερ εἶδος
φωτεινῆς ἐπιπεσοῦσα
καί ὅλη πρός τῇ κεφαλῇ μου
ἑωρᾶτο καθημένη
καί κραυγάζειν ἐνεποίει
ἐν ἐκπλήξει γενομένῳ.
Ὅμως πάλιν ἀποσπᾶσα
ἐγκατέλιπέ με μόνον
καί ζητοῦντί μοι ἐμπόνως
ταύτην, αἴφνης ὅλη πάλιν
ἐν ἐμοί γνωστῶς εὑρέθη,
ἐν καρδίᾳ μοῦ τε μέσον
ὡς φωστήρ, ὡς δίσκος ὄντως
τοῦ ἡλίου καθωράθη.
Οὕτω δέ ἀναφανεῖσα
καί γνωστῶς ἀποδειχθεῖσα
ἔτρεψε δαιμόνων στῖφος,
ἀπεδίωξε δειλίαν,
ἐνεποίησεν ἀνδρείαν,
τῆς αἰσθήσεως τοῦ κόσμου
ἀπεγύμνωσε τόν νοῦν μου
καί αἰσθήσεως χιτῶνα
νοερᾶς ἐνέδυσέ με,
ὁρατῶν δ᾿ ἐχώρισέ με
καί συνῆψεν ἀοράτοις
καί τόν ἄκτιστον ὁρᾶν με
ἐχαρίσατο καί χαίρειν,
ὅτι πάντων ἐχωρίσθην
τῶν κτιστῶν καί ὁρωμένων
καί συντόμως φθειρομένων,
καί ἡνώθην τῷ ἀκτίστῳ,
τῷ ἀφθάρτῳ, τῷ ἀνάρχῳ,
(109) τῷ τοῖς πᾶσιν ἀοράτῳ˙
τοῦτο γάρ ἀγάπη πέλει.
Δράμωμεν πιστοί εὐτόνως,
σπεύσωμεν νωθροί ἐμπόνως!
Ὀκνηροί διεγερθῶμεν,
ὅπως ἐγκρατεῖς ἀγάπης,
μέτοχοι δέ ταύτης μᾶλλον
γενησόμεθα καί οὕτως
μεταβῶμεν τῶν ἐνθένδε,
ἵνα σύν αὐτῇ τῷ Κτίστῃ
καί Δεσπότῃ παραστῶμεν,
ἔξωθεν τῶν ὁρωμένων
γεγονότες σύν ἐκείνῃ!
Εἰ δέ μή, τοῖς ὁρωμένοις
καί τοῖς κτίσμασιν ὡς κτίσμα
ὄντες ἐναπολειφθῶμεν
ἐν πυρί τε καί ταρτάρῳ
καί φρικτοῖς κολαστηρίοις,
δίχα ταύτης εὑρεθέντες,
δίχα τῆς ἀγάπης λέγω.
Εἰ δέ καί σωθῆναι ἔνι
δίχα ταύτης, ὦ Χριστέ μου,
πῶς ὑπάρξει τοῦτο ὅλως;
Οὐδαμῶς γάρ ἔσται τοῦτο!
Τοῦ φωτός εἰ χωρισθῶμεν,
πῶς φευξόμεθα τό σκότος;
Τῆς χαρᾶς εἰ στερηθῶμεν,
πῶς ἀπαλλαγῶμεν λύπης;
Τοῦ νυμφῶνος ὄντες ἔξω
πῶς ἄν ὅλως εὐφρανθῶμεν;
Βασιλείας ἐκπεσόντες,
τῆς σῆς θέας λέγω, Σῶτερ,
ποίαν ἄλλην σωτηρίαν,
(110) ποίαν δέ παραμυθίαν
ἤ ἐν ποίῳ ἄλλῳ τόπῳ
δυνηθῶμεν ἐφευρέσθαι;
Ὄντως οὐδαμοῦ οὐδ᾿ ὅλως
κἄν δοκῇ τισιν ἀφρόνως,
ἄφρων γάρ ὁ τοῦτο λέγων.
Ἀλλ᾿ ἀποκριθείς τις ἴσως ἐρεῖ ταῦτα˙
Πῶς ἐκτός τῆς βασιλείας,
πῶς ἐκτός δέ τοῦ νυμφῶνος
καί χοροῦ τοῦ τῶν δικαίων
ἄλλος τόπος σωτηρίας
ἤ ἀνέσεως οὐκ ἔσται; -
Ἄφρων, εἶπεν ἡ ἀγάπη,
οὐκ ἀκούεις, ὅτι μίαν
ὁ Ἀδάμ ἐν παραδείσῳ
ἐντολήν, ὁ σός προπάτωρ,
παραβάς ἀπεγυμνώθη
δόξης θείας, καί ἡ Εὔα
σύν αὐτῷ τοῦ παραδείσου
ἐξωρίσθησαν εὐθέως,
ἡδονῆς ἀντιλαβόντες
-ὤ - τόν θάνατον ἀθλίως
καί τόν ἱδρώτων γέμοντα καί πόνων, οἴμοι, βίον,
καί ζῆν καί θνῄσκειν παρ᾿ αὐτῷ δικαίως ὁρισθέντες;
Οὕτως νόει μοι καί τότε,
ὅτε γένηται ἡ κρίσις,
ὅτι ὅς ἄν εὑρεθείη
δόξης θείας ὡς ἐκεῖνος
ἀληθῶς γεγυμνωμένος,
ἔξω τε τοῦ παραδείσου,
ναί δή, καί τῆς βασιλείας
καί τοῦ νυμφῶνος οὐρανίου
(111) ἐλαθήσεται εὐθέως.
Κἄν ἁμάρτημα μή ἔχῃ,
ἀρετῶν δ᾿ ὑπάρχῃ δίχα,
ἵσταται γεγυμνωμένος.
Ἀρετῶν πασῶν δέ πρώτη,
βασιλίς τε καί κυρία
ἔστιν ὄντως ἡ ἀγάπη.
Κεφαλή τῶν πάντων ἔστι
καί ἱμάτιον καί δόξα.
Κεφαλῆς χωρίς δέ σῶμα
καί νεκρόν καί ἄπνουν ἔστι.
Σῶμα δέ χωρίς χιτῶνος
πῶς οὐχί γυμνόν ὑπάρξει;
Ἀρεταί χωρίς ἀγάπης
ἕωλοι, ἀνωφελεῖς τε˙
καί γυμνός τῆς θείας δόξης,
ὁ μή ἔχων τήν ἀγάπην,
ἀρετάς κἄν πάσας ἔχῃ,
ἵσταται γεγυμνωμένος,
καί τήν γύμνωσιν μή φέρων
κρύπτεσθαι μᾶλλον ἐθέλει.
Τήν αἰσχύνην γάρ ὡς ἔχων
ἔχει καί τήν καταδίκην
καί «οὐκ οἶδά σε» ἀκούει
παρά τοῦ κριτοῦ τῶν ὅλων.
Ἦλθεν ἐπί γῆς ὁ κτίστης,
ἔλαβε ψυχήν καί σάρκα,
ἔδωκε δέ Πνεῦμα Θεῖον,
ὅπερ ἔστιν ἡ ἀγάπη.
Εἰ οὖν βούλει καί εἰ θέλεις
τοῦ λαβεῖν τό Θεῖον Πνεῦμα,
(112) πίστευσον Θεῷ τελείως,
ἄρνησαι σαυτόν ὡσαύτως,
ἐπί ὤμων ἀδιστάκτως
ἆρον τόν σταυρόν καί λήψῃ˙
θάνον τῇ προθέσει, τέκνον,
ἵνα μέτοχος γενήσῃ
τῆς ζωῆς τῆς ἀθανάτου!
Μή πλανήσωσί σε πλάνοι
ταῖς αὐτῶν ψευδολογίαις,
μετά θάνατον λαμβάνειν
τήν ζωήν τούς τελευτῶντας˙
μή πεισθείς καταμελήσῃς
καί ζωῆς οὐ μεταλήψῃ!
Ἄκουσον Θεοῦ τούς λόγους,
ἄκουσον τῶν Ἀποστόλων,
ἄκουσον τῶν διδασκάλων,
τῶν ἐπί τῆς ἐκκλησίας,
τί Χριστός βοᾷ καθ᾿ ὥραν.
«Ποταμοί ἐκ τῆς κοιλίας
εἰς ἐμέ τῶν πιστευόντων
ῥεύσουσι πηγῆς τῆς θείας,
ὕδατος τοῦ ἀειζώου.»
Τί τό ὕδωρ τοῦτο λέγων,
εἰ μή Πνεύματος τήν χάριν;
Καθαρούς δέ τῇ καρδίᾳ
μακαρίζει, λέγων τούτους
ὄψεσθαι Θεόν ἐνταῦθα.
Οἱ Ἀπόστολοι δέ πάντες
καί διδάσκαλοι βοῶσιν
ἀπεντεῦθεν καί τό Πνεῦμα
καί Χριστόν αὐτόν λαμβάνειν,
(113) εἴπερ μέλλοιμεν σωθῆναι.
Ἄκουσον φωνάς Δεσπότου,
ἄκουσον τοῦ Λόγου λόγους,
πῶς δηλοῖ τήν βασιλείαν
τήν τῶν οὐρανῶν λαμβάνειν
ἀπεντεῦθεν τούς ἀνθρώπους.
«Ὡμοιώθη, λέγων, αὕτη
μαργαρίτῃ πολυτίμῳ˙»
μαργαρίτην δέ ἀκούσας
ἆρα τί ὑπολαμβάνεις;
Λίθον εἶναι λέγεις τοῦτον
ἤ κρατούμενον κἄν ὅλως
ἤ ὁρώμενον ποσῶς δέ;
Ἄπαγε τῆς βλασφημίας!
Νοητός καί γάρ ὑπάρχει,
Ἔμπορος εὑρών δέ τοῦτον,
πῶς ἐφεῦρεν, ἄρτι λέξον,
εἰ ἀκράτητος ὑπάρχει,
εἰ ἀόρατος τυγχάνει;
Ποῦ οὖν τοῦτον ὅλως εὗρε,
πῶς κατεῖδε, δίδαξόν με.
Πῶς δέ ἅπαντα πωλήσας
ἐξωνήσατο ἐκεῖνον,
ὅν οὐχ εὗρεν, ὅν οὐκ εἶδεν,
ὅν οὐκ ἔσχεν ἐπί χεῖρας,
ἀλλ᾿ οὐδ᾿ ἔλαβεν ἐν κόλπῳ;
Πίστει δέ με μόνῃ πάντως
καί ἐλπίδι ὥσπερ ἔχων
διακείσεται, διδάξεις;
Ἀλλ᾿ οὐκ εἶπεν ὁ Δεσπότης,
ὥσπερ σύ ὑπολαμβάνεις,
οὐδ᾿ ἐλπίσι τοῦ εὑρέσθαι
(114) οὐδ᾿ ἐλπίσι τοῦ λαβέσθαι
τά ὑπάρχοντα πωλῆσαι.
Τί πλανᾶσθε, τί ματαίαις
ἐπερείδεσθε ἐλπίσι;
Τί καί ἄλλοις ἀπωλείας,
ἑαυτοῖς τε τιμωρίας
αἴτιοι σφοδρᾶς γενέσθαι
μάτην βούλεσθε πεισθεῖσιν;
Ἀλλά πρότερον εὑρεῖν σοι
παραινεῖ τόν μαργαρίτην,
καί ἀτίμητον ὡς ὄντα
θεασάμενόν σε τοῦτον
καί αὐτόν τότε πωλήσας
ἅπαντα ἐξαγοράσαι˙
σύ δέ λέγεις ἐν ἐλπίσι
καί σαυτόν ἀποδεικνύεις
ὡς οὐ θέλοντα πωλῆσαι
τά ὑπάρχοντα καί ἆραι
οὐρανῶν τήν βασιλείαν,
ἥν ἐντός σου, ἐάν θέλῃς,
ὁ Δεσπότης εἶπεν εἶναι.
Ἴσως δέ πτωχός ὑπάρχεις
καί οὐ κέκτησαι χρυσίον,
οὐδέ κτήματα, οὐ πλοῦτον,
καί ἀκούων, ὅτι πάντων
ὑπαρχόντων διαπράσει
ὁ ἀτίμητος ὠνεῖται
μαργαρίτης, ἵνα λέγῃς
ὄτι˙ Ἆρα πῶς μή ἔχων
ὕπαρξιν ἐγώ ἰσχύσω
(115) κτήσασθαι τόν θεῖον τοῦτον
καί ὡραῖον μαργαρίτην;
Περί τούτου οὖν ἀκοῦσαι
συνετῶς παρακαλῶς σε.
Ἐάν ἅπαντα τόν κόσμον
καί τά ἐν τῷ κόσμῳ ἔχῃς
καί σκορπίσας διανείμῃς
ὀρφανοῖς καί χήραις ταῦτα
καί πτωχοῖς ἠπορημένοις,
καί πτωχός αὐτός γενήσῃ,
ὡς ἀντάξιον δέ ὅλως
τίμημα εἰ ἐννοήσῃς
ὅ,τι κατεβάλου, λέγων˙
Δότε μοι τόν μαργαρίτην,
δέδωκα γάρ ἅπαντά μου!
παρ᾿ εὐθύς τοῦτο ἀκούσῃ
λέγοντός σου τοῦ Δεσπότου˙
Ποῖα ἅπαντά σου λέγεις;
Σύ γυμνός ἀπό κοιλίας
ἐξελήλυθας μητρός σου
καί γυμνός ἐν τῷ μνημείῳ
πάλιν πάντως εἰσελεύσῃ.
Σά δέ ποῖα λέγεις εἶναι;
Ἄφρων, ὅλως οὐκ αἰσθάνῃ;
Καί οὐ λήψῃ μαργαρίτην,
οὐδέ λάβῃς βασιλείαν.
Ἄν δέ ἅπαντα σκορπίσῃς
τά ὑπάρχοντά σου ὅλως
ἤ πτωχός ὑπάρχῃς λίαν
καί προσέλθῃς λέγων οὕτως˙
Ἴδε, Σῶτερ, νῦν καρδίαν
(116) καί ψυχήν συντετριμμένην
καί δεινῶς κολαζομένην
καί σφοδρῶς ἐκκαιομένην!
Ἴδε, Δέσποτα, γυμνόν με,
ἴδε με ἠπορημένον
ἀρετῆς ἁπάσης ξένον
καί πτωχόν ἐν τούτοις λίαν
καί μή ἔχοντά τι δοῦναι
εἰς ἐξώνησίν σου, Λόγε,
καί ἐλέησόν με, μόνε
ἀνεξίκακε Θεέ μου.
Τί γάρ ἄξιον εὑρήσω
ἐν τῷ κόσμῳ, ὦ Θεέ μου,
ὅπερ δώσω εἰς τιμήν σου,
τοῦ ποιήσαντος τά πάντα;
Τί γάρ ἔδωκεν ἡ πόρνη,
τί δέ ὁ λῃστής παρέσχεν,
ὁ δέ ἄσωτος, Χριστέ μου,
ποῖον πλοῦτόν σοι προσῆξε;
Ταῦτα λέξον, καί ἀκούσῃ˙
Ναί, προσέφερόν μοι δῶρα,
ναί, προσέφερόν μοι πλοῦτον˙
δεδωκότες ἅπερ εἶχον,
ἔλαβον τόν μαργαρίτην
τοῦ παντός κρείττω τοῦ κόσμου.
Ταῦτά μοι καί σύ, εἰ βούλει,
κόμισον καί λήψῃ πάντως.
Μετά τούτων πρόσελθέ μοι
καί εὐθύς σοι ὑποδείξω,
ὅνπερ ἔλαβον ἐκεῖνοι
μαργαρίτην, καί χαρήσῃ˙
καί ψυχήν αὐτήν εἰ δώσεις,
(117) ἄξιον οὐδέν νομίσεις,
ἄξιον οὐδέν λογίσῃ,
ὅ,τι ὅλως κατεβάλου.
Ἐγώ γάρ, ἐάν προσέλθῃς,
ὡς ἡ πόρνη μοι προσῆλθε,
πάντως ἔχω ἐξουσίαν,
πάντως ἔχω μαργαρίτας,
οὕς ὁ κόσμος, ἐάν λάβῃ,
καί σύν κόσμῳ τούτῳ ἄλλαι
μυριάδες ἄλλων κόσμων,
οὐκ ἐκλείψει μαργαρίτης
μόνος εἷς ἐκ θησαυρῶν μου,
καί παρέξω σοι καί δῶρον,
ὡς ἐκείνῃ παρεσχόμην.
Ταῦτά σοι Θεός προσείπῃ
καί διδάξει, πῶς προσῆλθεν
ὁ λῃστής καί πῶς ἡ πόρνη,
οἱ ᾀδόμενοι ἐν κόσμῳ,
πῶς δέ ἄσωτος εὐθέως
ὑποστρέψας προσεδέχθη.
Πίστει δέ λῃστής ἐσώθη,
ὁ πολλά κακά ποιήσας,
καί δικαίως, ὅτι μόνος
πάντων με ἀρνησαμένων,
πάντων δέ σκανδαλισθέντων
κρεμαμένου μου τῷ ξύλῳ
ὡμολόγησεν ἐκεῖνος
καί Θεόν καί βασιλέα
καί ἀθάνατόν με εἶναι
ἐκ καρδίας ἀνεβόα.
Διά τοῦτο καί πρό πάντων
(118) ἔλαβε τήν βασιλείαν.
Πόρνης δέ τόν πόθον ἆρα
ποῖος λόγος παραστήσει,
ὅν ἐβάσταζεν ἐκείνη
ἐν καρδίᾳ προσελθοῦσα
ὡς Θεῷ μοι καί Δεσπότῃ
ὁρατῶν καί ἀοράτων
καί προσέφερε πλουσίως
ὡς οὐδείς τῶν μέχρι τότε,
ὅν ἰδών ἀπεδεξάμην;
Καί οὐκ ἔλαβον τόν πόθον,
ἀλλ᾿ αὐτῇ τόν μαργαρίτην
δούς ἀφῆκα καί τόν πόθον,
μᾶλλον δέ καί προσανῆψα
καί πυρσόνν εἰς μέγαν ἦρα
καί ἀπέλυσα παρθένων
σεμνοτέραν οὖσαν ταύτην.
Ἄφνω γάρ τόν νόμον πάντα
ὥσπερ τεῖχος διαβᾶσα,
ἤ ὡς κλίμακα τάς πάσας
ἀρετάς ὑπεραρθεῖσα
ἔφθασεν εἰς τέλος νόμου,
ὅπερ ἔστιν ἡ ἀγάπη,
καί ἀπῆλθε μέχρι τέλους
ἄτρωτον τηροῦσα ταύτην.
Ὁ δέ ἄσωτος ὁμοίως
ἐκ καρδίας ἐπιστρέψας
μετενόησε γνωσίως,
καί υἱός μου ὤν τό πρόσθεν
οὐ προσῆλθεν ὡς υἱός μου,
ἀλλ᾿ ὡς εἷς με ἐξῃτεῖτο
(119) τῶν μισθίων μου γενέσθαι.
Οὐ τῷ στόματι δέ μόνον,
ἀλλά καί ψυχῇ ἐλάλει,
καί τοῖς ἔργοις ἐπεδείκνυ
ἅπερ ἔλεγε τοῖς λόγοις.
Ἡ ταπείνωσίς με τούτου
εἵλκυσε πρός εὐσπαγχνίαν
καί ἐπλούτισα εὐθέως
καί ἐδόξασα συντόμως,
ὅτι ἔβλεπον ἐξ ὅλης
προσερχόμενον ψυχῆς μοι,
ὅτι ὄπισθεν οὐδ᾿ ὅλως
- ὡς πολλοί τοῦτο ποιοῦσιν -
ἀπεστρέφετο τάς φρένας.
Οὕτως οὖν, εἰ πᾶς προσέλθοι
καί προσπέσοι μοι γνησίως,
•  ἀκουσάτω πᾶσα κτίσις! -
δέξομαι αὐτόν εὐθέως.
Ὅστις δέ μου μετά δόλου
βούλεται λαβεῖν τήν χάριν,
ὑποκρίσει δέ προσέλθοι,
ἤ κακίαν ἔνδον ἔχων
ἤ θαρρῶν αὐτοῦ τοῖς ἔργοις,
κατεχόμενος ἐπάρσει
ἤ φθόνῳ, οὐκ ἔχει ὅλως
μετ᾿ ἐμοῦ, Χριστοῦ, μερίδα.
Ταῦτά σοι Θεός καί πᾶσι
δι᾿ ἡμῶν βοᾷ καθ᾿ ὥραν.
Εἰ δέ βούλει, καί ἐξ ἄλλων
δείξω σοι τρανῶς ἐνταῦθα,
ὅτι δεῖ τήν βασιλείαν
οὐρανῶν λαβεῖν σε ὅλην,
(120) εἰ ἐν ταύτῃ εἰσελθεῖν σε
βούλει καί μετά τό τέλος.
Ἄκουσον Θεοῦ σοι πάλιν
ἐν παραβολαῖς λαλοῦντος˙
«Τίνι ἄρα ὁμοιώσω
οὐρανῶν τήν βασιλείαν;
Ὁμοία ἐστίν, πρόσεχε,
τοῦ σινάπεως τῷ κόκκῳ,
ὅν λαβών τις τῶν ἀνθρώπων
ἔβαλεν αὐτοῦ εἰς κῆπον,
καί ἐβλάστησε καί δένδρον
ὄντως γέγονεν εἰς μέγα.»
Λέγε τοίνυν, ὁ ἀκούων,
τίς ἐστιν ὁ κόκκος οὗτος;
Τί νομίζεις εἶναι τοῦτον;
Λέγε μετά παρρησίας!
Εἰ δέ μή, ἐγώ σοι λέξω
καί τό ἀληθές ἐξείπω˙
Πάντως βασιλείαν εἶπε
τήν τῶν οὐρανῶν σοι κόκκον.
Ὁ δέ κόκκος οὗτος ἔστι
Θείου Πνεύματος ἡ χάρις,
ὁ δέ κῆπος ἡ καρδία
ἡ ἑκάστου τῶν ἀνθρώπων,
ἔνθα ὁ λαβών τό Πνεῦμα
βάλλει ἔνδον τε καί κρύπτει
ταῖς λαγόσι ταῖς τῶν σπλάγχνων,
ὡς μηδένα τοῦτο βλέπειν,
καί φυλάττει μετά πάσης
ἀκριβείας, ὅπως φύῃ,
ὅπως γένηται εἰς δένδρον
καί εἰς οὐρανόν ἀνέλθῃ.
(121) Εἰ οὖν λέγεις˙ Οὐχί ὧδε,
ἀλλά μετά τέλος πάντες
λήψονται τήν βασιλείαν,
οἱ θερμῶς ταύτης ἐρῶντες,
ἀνατρέπεις τοῦ Σωτῆρος
καί Θεοῦ ἡμῶν τούς λόγους.
Τόν γάρ κόκκον εἰ μή λάβῃς,
τόν σινάπεως, ὅν εἶπεν,
εἰ μή βάλῃς σου εἰς κῆπον,
μένεις ὅλως δίχα σπόρου.
Εἰ δέ καί τόν σπόρον λάβοις
καί συμπνίξεις ταῖς ἀκάνθαις
ἤ προδώσεις τοῖς ὀρνέοις
καί ἁρπάσουσι τόν κόκκον
ἤ ἀπότιστον ἐάσεις
κῆπόν σου τῇ ἀμελείᾳ
καί οὐ φύει σου ὁ σπόρος,
οὐ βλαστήσει, οὐ καρπεύσει,
τίς σοι ἐκ τοῦ σπόρου ἔσται
ἡ ὠφέλεια, εἰπέ μοι;
Πότε δέ, εἰ μή ἐνταῦθα,
ἄλλοτε τόν σπόρον λάβοις;
Μετά θάνατον, μοί εἴπῃς,
ἀλλά σφάλλῃ τοῦ εἰκότος˙
ποίῳ κήπῳ τότε τοῦτον
κατακρύψεις, ἐρωτῶ σε,
ποίαις δέ ταῖς ἐργασίαις
θεραπεύσεις, ἵνα φύῃ;
Ὄντως ὅλος γέμεις πλάνῃς,
ἀδελφέ, ἠπατημένης!
Ὁ γάρ χρόνος οὗτος ἔργων,
ὁ δέ μέλλων τῶν στεφάνων˙
(122) ὧδε σύ τούς ἀρραβῶνας
λαβε, εἶπεν ὁ Δεσπότης,
ὧδε δέξαι τήν σφραγίδα.
Ἀπ᾿ ἐντεῦθεν τήν λαμπάδα
ἄναψον τήν τῆς ψυχῆς σου,
πρίν σκοτάσῃ, πρίν κλεισθῶσιν
αἱ τῆς ἐργασίας πύλαι.
Εἴπερ φρόνιμος ὑπάρχεις,
ὧδέ σοι καί μαργαρίτης
γίνομαι καί ἐξωνοῦμαι,
ὧδέ σοι καί σῖτος πέλω
καί σινάπεως ὡς κόκκος,
ὧδε γίνομαί σοι ζύμη
καί ζυμῶ τό φύραμά σου,
ὧδε σοι ὡς ὕδωρ πέλω,
γίνομαι καί πῦρ γλυκάζον˙
ὧδε καί ἱμάτιόν σοι
καί τροφή καί πόσις πᾶσα,
ἐάν βούλει, γίνομαί σοι.
Ὁ Δεσπότης ταῦτα λέγει.
Εἰ οὖν οὕτως ἐκ τῶν ὧδε
καί τοιοῦτόν με γνωρίσεις,
ἕξεις με κἀκεῖ ἀρρήτως
ἅπαντα γινόμενόν σοι˙
εἰ δ᾿ ἀπέλθῃς ἀγνοῶν μου
χάριτος τάς ἐνεργείας,
μόνον με κριτήν ἐκεῖσε
ἀσυμπάθητον εὑρήσεις.
Ὦ Χριστέ μου καί Θεέ μου,
μή με κατακρίνῃς τότε,
(123) μηδέ δίκῃ ὑποβάλῃς
τόν πολλά σοι ἐπταικότα,
ἀλλά δέξαι με ὡς ἕνα
τῶν ἐσχάτων σου μισθίων
καί ἀξίωσον ἐντεῦθεν
θεραπεῦσαί σε, Σωτῆρ μου,
καί λαβεῖν σου Πνεῦμα Θεῖον,
ἀραββώνα βασιλείας
καί ἐκεῖθεν ἀπολαῦσαι
τοῦ νυμφῶνος σου τῆς δόξης,
καθορῶντά σε, Θεέ μου,
εἰς αἰῶνας αἰωνίους,
ἀμήν.

***

ΙΗ'.
Διδασκαλία σύν θεολογίᾳ περί τῶν ἐνεργειῶν τῆς ἁγίας ἀγάπης, ἤγουν αὐτοῦ τοῦ φωτός τοῦ Ἁγίου Πνεύματος. (124)

 
Τίς ἐξισχύσει, Δέσποτα, περί σοῦ διηγεῖσθαι;
Οἱ ἀγνοοῦντες σφάλλονται μηδέν ὅλως εἰδότες,
οἱ δέ τήν σήν θεότητα ἐπιγνόντες ἐν πίστει
φόβῳ πολλῷ συνέχονται καί ἐξίστανται τρόμῳ
καί τί λέγειν οὐκ ἔχουσιν˙ὑπέρ νοῦν γάρ ὑπάρχεις˙
πάντα ἀκατανόητα, ἀκατάληπτα πάντα
τά ἔργα καί ἡ δόξα σου καί ἡ ἐπίγνωσίς σου.
Ὅτι μέν εἶς, γινώσκομεν καί τό φῶς σου ὁρῶμεν˙
ὁποῖος δέ καί ποταπός, ἅπαντες ἀγνοοῦμεν.
Πλήν τήν ἐλπίδα ἔχομεν καί τήν πίστιν κρατοῦμεν
καί τήν ἀγάπην οἴδαμεν, ἥν ἡμῖν ἐδωρήσω,
ἄπειρον, ἀνεκλάλητον, μηδαμοῦ χωρουμένην,
φῶς οὖσαν, φῶς ἀπρόσιτον, φῶς ἐνεργοῦν τά πάντα.
Τοῦτο καί χείρ σου λέγεται καί ὀφθαλμός καλεῖται
καί στόμα τό πανάγιον καί δύναμις καί δόξα
καί πρόσωπον γνωρίζεται ὡραῖον ὑπέρ πάντα.
Τοῦτο ἥλιος ἄδυτος τοῖς ὑψηλοῖς τά θεῖα,
τοῦτο ἀστήρ ἀειλαμπής τοῖς μή πλέον χωροῦσι˙
τοῦτο λύπῃ ἀντίκειται, τοῦτο φθόνον διώκει
καί ζῆλον τόν σατανικόν παντελῶς ἀφανίζει.
Τοῦτο ἐκτήκει ἐν ἀρχῇ καί λεπτύνει καθαῖρον,
(125) ἀποδιώκει λογισμούς καί κινήσεις συστέλλει.
Τοῦτο ἀποκρυπτόμενον παιδεύει ταπεινοῦσθαι
καί διαχεῖσθαι οὐκ ἐᾷ, οὐδέ ῥέμβεσθαι ὅλως.
Τοῦτο πάλιν φαινόμενον κόσμον ἀποχωρίζει
καί λήθην πάντων ἐμποιεῖ ἀνιαρῶν τοῦ βίου.
Τοῦτο καί τρέφει τά πολλά καί τήν δίψαν ἰᾶται
καί δύναμιν χαρίζεται τοῖς καλῶς κοπιῶσι.
Τοῦτο σβέννυσι τόν θυμόν καί ζέσιν τῆς καρδίας
καί οὐκ ἐᾷ ὀργίζεσθαι ἤ ταράσσεσθαι ὅλως.
Τοῦτο φεῦγον διώκεται παρά τῶν τετρωμένων
καί τῇ ἀγάπῃ τῇ πολλῇ ἐκ καρδίας ζητεῖται,
ἐπιστραφέν δέ καί φανέν καί λάμψαν φιλανθρώπως
ἐκκλίνειν τοῖς διώκουσιν, συστέλλεσθαι ποιέ δέ,
καί τό πολλά ἐκζητηθέν ἀποπέμπεσθαι φόβῳ,
ὡς οὐκ ἀξίως τοῦ καλοῦ, τοῦ ὑπέρ πᾶσαν κτίσιν.
Ὤ δώρου, ὤ χαρίσματος θείου καί ἀνεκφράστου!
Τί γάρ καί οὐκ ἐργάζεται, τί δέ καί οὐχ ὑπάρχει;
Τοῦτο τερπνότης καί χαρά, πρᾳότης καί εἰρήνη,
ἔλεος ἀναρίθμητον, ἄβυσσος εὐσπλαγχνίας,
ἀόρατον βλεπόμενον, χωρητόν ἀχωρήτως,
ἀναφές ἀψηλάφητον, κρατητόν ἐν νοΐ μου.
Τοῦτο ἔχων οὐ καθορῶ, θεωρῶν δέ ἀφιέν
τάχος ὁρμῶ τοῦ δράξασθαι, καί ἀφίπταται ἅπαν.
Ἐξαπορῶ καί φλέγομαι καί μανθάνω αἰτεῖσθαι
καί ἐκζητεῖν μετά κλαυθμοῦ ἐν πολλῇ ταπεινώσει
καί μή δοκεῖν ὡς δυνατά τά ὑπέρ φύσιν εἶναι
καί τῆς ἰσχύος τῆς ἐμῆς καί σπουδῆς ἀνθρωπίνης,
ἀλλ᾿ εὐσπλαγχνίας τοῦ Θεοῦ καί ἐλέους ἀπείρου.
Τοῦτο χρόνον ὀλίγον φαίνεται καί συστέλλεται,
ἕν, ἕν δέ τῶν παθῶν ἐκβάλλει τῆς καρδίας.
Οὐ γάρ δύναται ἄνθρωπος ἐκνικῆσαι τά πάθη,
εἰ μή συμπαραγένηται εἰς βοήθειαν τοῦτο,
(126) οὐδέ πάλιν ἀπό μιᾶς ἅπαντα ἐκδιώκει.
Οὐ γάρ εἰσδέξασθαι χωρεῖ αἴφνης ὅλον τό Πνεῦμα
ὁ ἄνθρωπος ὁ ψυχικός καί ἀπαθής γενέσθαι,
ἀλλ᾿ ὅταν τά εἰς δύναμιν διαπράξηται πάντα˙
γύμνωσιν, ἀπροσπάθειαν, χωρισμόν τῶν ἰδίων,
ἐκκοπήν τοῦ θελήματος καί ἄρνησιν τοῦ κόσμου,
ὑπομονήν τῶν πειρασμῶν καί προσευχήν καί πένθος,
εὐτέλειαν, ταπείνωσιν, ὅσον ἰσχύος ἔχει.
Τότε ὀλίγον ὡς λεπτή αἴγλη καί σμικροτάτη
αἴφνης τόν νοῦν κυκλώσσα εἰς ἔκστασιν ἁρπάζει,
καταλιμπάνουσα ταχύ, ἵνα μή ἀποθάνῃ,
ὥστε τῷ τάχει τῷ πολλῷ μηδέ κατανοῆσαι,
μή κάλλους μνημονεύειν τε συγχωρεῖν τόν ἰδόντα,
ἵνα μή φάγῃ νήπιος τροφήν ἀνδρῶν τελείων
καί παρ᾿ εὐθύ διαρραγῇ ἤ βλαβῇ καί ἐμέσῃ.
Ἔκτοτε οὖν χειραγωγεῖ, ἐνισχύει, διδάσκει
δεικνυμένη καί φεύγουσα, ὅτε χρῄζομεν ταύτης˙
οὐχ ὅταν ἡμεῖς θέλωμεν - τοῦτο γάρ τῶν τελείων -,
ἀλλ᾿ ὅταν ἀπορήσωμεν καί ἐκλυθῶμεν ὅλως,
ἔρχεται εἰς βοήθειαν, ἀνατέλλει μακρόθεν
καί ταύτην ἐν καρδίᾳ μου ποιεῖ αἰσθάνεσθαί με.
Θροοῦμαι, περισφίγγομαι κρατῆσαι ταύτην θέλων
καί νύξ τά πάντα καί κεναί αἱ ἀθλίαι μου χεῖρες.
Πάντων ἐπιλανθάνομαι καί κάθημαι καί κλαίω
μή ἐπελπίζων ἄλλοτε ταύτην οὕτως ἰδέσθαι.
Ὅτε θρηνήσω δέ πολλά καί παύσασθαι θελήσω
τότε ἐλθοῦσα μυστικῶς κρατεῖ τῆς κορυφῆς μου
καί συγχέομαι δάκρυσιν ἀγνοῶν τίς ὑπάρχει
καί καταυγάζει μου τόν νοῦν φωτί γλυκείῳ σφόδρα.
Ὅταν δέ γνῶ ἥτις ἐστίν, ἀφίπταται συντόμως
καταλιποῦσά μοι τό πῦρ τοῦ θείου αὐτῆς πόθου,
ὅ γελᾶν οὐκ ἀφίησιν ἤ πρός ἀνθρώπους βλέπειν,
(127) οὐδέ πόθον εἰσδέξασθαι τινός τῶν ὁρωμένων.
Κατά μικρόν ἀνάπτεται, ὑπομονῇ φυσᾶται
καί φλόξ μεγάλη γίνεται οὐρανούς δρασσομένη˙
ταύτην σβέννυσιν ἄνεσις, περισπασμός οἰκείων
καί μέριμνα βιωτικῶν, ἐν ἀρχῇ γάρ τυγχάνει.
Ἀνακαλεῖται σιωπήν καί μῖσος πάσης δόξης
τό κυλινδεῖσθαι ἐπί γῆς καί πατεῖσθαι ὡς κόπρον˙
ἐπί τούτοις γάρ τέρπεται καί συμπαρεῖναι θέλει,
ταπείνωσιν διδάσκουσα τήν πάντα δυναμένην.
Ὅταν οὖν ταύτην κτήσωμαι ταπεινός γένωμαι,
τότε ὑπάρχει σύν ἐμοί ἀχώριστος κἀκείνη˙
ὁμιλεῖ μοι, φωτίζει με, βλέπει με, ἥν καί βλέπω.
Ἐν τῇ καρδίᾳ μοῦ ἐστιν, ἐν οὐρανῷ ὑπάρχει,
ἑρμηνεύει μοι τάς γραφάς καί προστιθεῖ μ οι γνῶσιν,
μυστήρια διδάσκει με, ἅ λαλεῖν οὐκ ἰσχύω,
ἐκ τοῦ κόσμου δεικνύει μοι πῶς αὕτη ἥρπασέ με
καί ἐλεεῖν προστάσσει μοι πάντας τούς ἐν τῷ κόσμῳ.
Τοῖχοι οὖν με συνέχουσι καί σώματι κρατοῦμαι
καί ἔξω τούτων ἀληθῶς εἰμί, μή ἀπιστήσῃς!
Κτύπων οὐκ ἐπαισθάνομαι, φωνάς δέ οὐκ ἀκούω,
οὐδέ φοβοῦμαι θάνατον, παρῆλθον γάρ καί τοῦτον.
Θλῖψιν οὐκ οἶδα, τί ἐστι, κἄν πάντες με λυπῶσιν˙
αἱ ἡδοναί πικρία μοι, φεύγουσι πάντα πάθη,
καί φῶς ὁρῶ διά παντός ἐν νυκτί καί ἡμέρᾳ.
Ἡμέρα νύξ μοι φαίνεται καί νύξ ἡμέρα ἔστιν,
καί ὑπνῶσαι οὐ βούλομαι, ζημία γάρ μοι τοῦτο.
Ὅταν δέ πάντα τά κακά περικυκλώσωσί με
καί τῷ δοκεῖν καθέλξωσι καί κατισχύσωσί μου,
ἔξω πάντων εὑρίσκομαι σύν αὐτῇ αἴφνης τότε,
χαροπιῶν καί λυπηρῶν καί ἡδονῶν τοῦ κόσμου˙
(128) ἐπαπολαύω τῆς χαρᾶς τῆς ἀρρήτου καί θείας,
κάλλους αὐτῆς κατατρυφῶ, συχνῶς ἀσπάζομαι ταύτην,
καταφιλῶ καί προσκυνῶ, χάριν ἔχω μεγάλην
τοῖς ἐμέ προξενήσασιν ἰδεῖν, ἥνπερ ἐπόθουν,
καί τοῦ ἀφράστου μετασχεῖν φωτός καί φῶς γενέσθαι
καί κοινωνῆσαι τῆς αὐτοῦ δωρεᾶς ἀπ᾿ ἐντεῦθεν
καί κτήσασθαι τόν χορηγόν τῶν ἀγαθῶν ἁπάντων
καί γενέσθαι ἀνελλιπής ψυχικῶν χαρισμάτων.
Τίς με πρός ταῦτα τά καλά ὡδήγησεν ἑλκύσας,
τίς ἐκ βυθοῦ ἀνήγαγε κοσμικῆς με ἀπάτης;
Τίς ἀπεχώρισε πατρός καί ἀδελφῶν καί φίλων,
συγγενῶν τε καί ἡδονῶν καί τῆς χαρᾶς τοῦ κόσμου;
Τίς μοι ὑπέδειξεν ὁδόν μετανοίας καί πένθους,
ὅθεν ἡμέραν εὕρηκα, τήν μή ἔχουσαν τέλος;
Ἄγγελος ἦν, οὐκ ἄνθρωπος˙ ἄνθρωπος δ᾿ ὅμως πέλει
παρ᾿ οὗ κόσμος ἐμπαίζεται καί ὁ δράκων πατεῖται,
καί τρέμουσιν οἱ δαίμονες τούτου τήν παρουσίαν.
Πῶς σοι ἐξείπω, ἀδελφέ, ἅ εἶδον ἐν Αἰγύπτῳ
θαυμάσια καί τέρατα παρ᾿ αὐτοῦ γεγονότα;
Ἕν τέως τοῦτο λέξω σοι, οὐ γάρ δύναμαι πάντα.
Κατῆλθε γάρ καί εὗρέ με δοῦλον καί παροικοῦντα
καί εἶπε˙ Δεῦρο, τέκνον μου, πρός Θεόν σε ἀπάξω!
Ἐγώ δέ εἶπον πρός αὐτόν ἐκ πολλῆς ἀπιστίας˙
Καί τί σημεῖον δείξεις μοι, ἵνα με βεβαιώσῃς,
ὅτι αὐτός με δύνασαι ῥύσασθαι ἐξ Αἰγύπτου
καί ἀφαρπάσαι τῶν χειρῶν Φαραώ τοῦ δολίου,
μήπως ἀκολουθήσας σοι μειζόνως κινδυνεύσω;
Πῦρ, ἔφη, μέγα ἄναψον καί ἵν᾿ εἰσέλθω μέσον,
καί ἄν μή μείνω ἄφλεκτος, μή μοι ἀκολουθήσῃς!
Ὁ λόγος με ἐξέπληξε, τό κελευσθέν ἐποίουν.
(129) καί ἡ φλόξ διανήπτετο, καί αὐτός ἔστη μέσος,
ἀσινής καί ἀλώβητος κἀμέ προσεκαλεῖτο.
Φοβοῦμαι, ἔφην, Δέσποτα, ἁμαρτωλός τυγχάνω!
Ἐξῆλθεν, ἦλθε πρός ἐμέ καί κατησπάσατό με˙
Τί ἐφοβήθης, εἶπέ μοι, τί δειλιᾷς καί τρέμεις;
Μέγα τό θαῦμα καί φρικτόν, μείζονα τούτου ὄψει.
Ἐξέστην, εἶπον, Κύριε, ἐγγίζειν οὐ τολμῶ σοι
οὐδέ φανῆναι τοῦ πυρός τολμηρότερος θέλω˙
καί γάρ ὁρῶ σε ἄνθρωπον ὑπέρ ἄνθρωπον ὄντα
καί οὐδέ βλέπειν σε τολμῶ, ὅν τό πῦρ ἐσεβάσθη.
Ἐγγύτερόν με ἤγαγεν, ἐνηγκαλίσατό με
καί πάλιν κατεφίλησε φιλήματι ἁγίῳ
καί αὐτός ὄλος ἐμύρισεν ὀσμήν ἀθανασίας.
Ἐπίστευσα, ἠγάπησα ἀκολουθῆσαι τούτῳ
καί δοῦλος ἐπεπόθησα τούτου μόνου γενέσθαι.
Ὁ Φαραώ ἐκράτει με, οἱ δεινοί ἐργοδόται
τήν πλίνθον καί τά ἄχυρα ἠνάγκαζον φροντίζειν˙
μόνος οὐκ ἴσχυον φυγεῖν, οὐδέ γάρ εἶχον ὅπλα.
Μωσῆς ἐλάλει τῷ Θεῷ ποιῆσαι τό συμφέρον˙
Θεός μαστίζει Αἴγυπτον πληγαῖς δεκαπλασίοις,
καί οὐκ ἐκάμφθη Φαραώ οὐδέ ἀπέλυσέ με˙
καί δή πρεσβεύει ὁ πατήρ, καί Θεός ὑπακούει
καί λέγει τῷ θεράποντι λαβεῖν ἐκ τῆς χειρός με
καί ὑπισχνεῖται μεθ᾿ ἡμῶν συμπορεύεσθαι ἅμα,
τοῦ Φαραώ λυτρούμενος καί τῶν κακῶν Αἰγύπτου,
καί θάρσος ἐνεποίησεν εἰς τήν ἐμήν καρδίαν
καί τόλμαν ἐχαρίσατο, Φαραώ μή φοβεῖσθαι.
Οὕτω δή καί ἐποίησεν ὁ τοῦ Θεοῦ ἐργάτης˙
ἐκράτησέ μου τῆς χειρός προπορευόμενός μου
καί οὕτως ἀπηρξάμεθα τήν ὁδόν διανύειν.
(130) Κύριε, δός μοι σύνεσιν πρεσβείαις τοῦ πατρός μου
καί λόγον, διηγήσασθαι θαυμάσια χειρός σου,
ἅ ἐξειργάσω δι᾿ ἐμέ, τόν ἄσωτον καί πόρνον,
διά χειρός τοῦ δούλου σου ἐξάγων ἐξ Αἰγύπτου.
Ἔγνω τήν ἀναχώρησιν ὁ βασιλεύς Αἰγύπτου,
ὡς ἑνός κατεφρόνησε καί αὐτός οὐκ ἐξῆλθεν,
ἀλλά δούλους ἀπέστειλεν, οὕς ὑποσπόνδους εἶχεν.
Κατέδραμον, κατέλαβον ἐν ὁρίοις Αἰγύπτου,
πάντες ἐστράφησαν κενοί, πάντες συντετριμμένοι˙
ξίφη αὐτῶν κατέκλασαν, ἐκένωσαν τά βέλη,
αἱ χεῖρες ἐξελύθησαν καθ᾿ ἡμῶν ἐνεργοῦσαι,
καί ἡμεῖς διεμείναμεν μηδέν ἀδικηθέντες.
Ὁ στῦλος ἧπτε τοῦ πυρός, παρῆν καί ἡ νεφέλη,
καί μόνοι διηρχόμεθα ἐν ἀλλοτρίᾳ χώρᾳ,
μέσον λῃστῶν, μέσον πολλῶν ἐθνῶν καί βασιλέων.
Ἔμαθε καί ὁ βασιλεύς λαοῦ αὐτοῦ τήν ἧτταν,
ἐμάνη καί ἡγήσατο μεγάλην ἀτιμίαν
παρά ἑνός ἐμπαίζεσθαι καί νικᾶσθαι ἀνθρώπου.
Ἔζευξεν ἅρματα αὐτοῦ καί τόν λαόν ἐπῆρε
καί κατεδίωξεν αὐτός καυχώμενος μεγάλα.
Ἦλθε καί μόνον εὗρέ με κείμενον ἐκ τοῦ κόπου,
(ἠγρύπνει δέ ὁ Μωϋσῆς καί Θεῷ προσωμίλει),
προσέταξε δεθῆναί μου χεῖρας ἅμα καί πόδας
καί τῷ δοκεῖν ἐκράτουν με καί δεσμεῖν ἐπεχείρουν˙
ἐγώ δ᾿ ἐγέλων κείμενος καί εὐχῇ ὡπλιζόμην
καί τῷ σημείῳ τοῦ σταυροῦ πάντας ἀπεκρουόμην,
καί μή τολμῶντες ἅψασθαι ἤ ἐγγύς μου γενέσθαι
πόρρωθέν που ἱστάμενοι ἐδόκουν ἐκφοβεῖν με,
πῦρ ταῖς χερσί κατέχοντες καῦσαί με προσηπείλουν˙
μεγάλα τε ἐκραύγαζον καί κτύπους ἀπετέλουν
καί, ἵνα μή καυχήσωνται ὡς μέγα τι ποιοῦντες,
(131) εἶδόν με φῶς γενόμενον πρεσβείαις τοῦ πατρός μου
καί ἄφνω ὑπεχώρησαν ὁμοῦ κατῃσχυμμένοι.
Ἐξῆλθεν ἐκ Θεοῦ Μωσῆς, εὗρέ με θαρσαλέον,
περιχαρῆ καί σύντρομον ἐκ τῆς θαυματουργίας.
Ἠρώτησε τί τό συμβάν, τό πᾶν αὐτῷ ἐξεῖπον,
καί ὅτι˙ Φαραώ ἦν, βασιλεύς τῆς Αἰγύπτου,
παραγενόμενον νυνί μετά λαοῦ ἀπείρου
καί δῆσαί με οὐκ ἴσχυσεν, ἤθελε δέ με καῦσαι
καί πάντες φλόξ ἐγένοντο, οἱ μετ᾿ αὐτοῦ ἐλθόντες,
καί κατ᾿ ἐμοῦ ἐξέπεμπον πῦρ ἐκ τοῦ στόματος αὐτῶν.
Καί ὅτι˙Φῶς ἰδόντες με γεγονότα εὐχαῖς σου
σκότος πάντες γεγόνασι καί μόνος εἰμί ἄρτι.
Βλέπε, ἀντεπεκρίθη μοι Μωσῆς, καί μή θαρρήσῃς,
μηδέ τά φανερά βλέπῃς, τά κρυφῇ φοβοῦ μᾶλλον!
Δεῦρο, φυγῇ χρησώμεθα! Οὕτω Θεός κελεύει,
καί πολεμήσει ὁ Χριστός ἀνθ᾿ ἡμῶν Αἰγυπτίοις.
Ἄγωμεν, ἔφην, Κύριε, οὐ χωρισθήσομαί σου,
οὐ παραβῶ σου ἐντολήν, ἀλλά πάσας φυλαξω˙
ἀμήν.

***

ΙΘ'. Διδασκαλία σύν θεολογίᾳ, ἐν ᾗ καί περί ἱερωσύνης ἅμα καί ἀπαθοῦς θεωρίας. (132)
 
Πῶς σου ἐξείπω, Δέσποτα, τά θαυμαστά καί ξένα,
πῶς λόγῳ διηγήσομαι σῶν κριμάτων τά βάθη,
ἅ καθ᾿ ἑκάστην ἐκτελεῖς ἐν ἡμῖν, τοῖς σοῖς δούλοις;
Πῶς παραβλέπεις ἄπειρα τῶν σφαλμάτων μου πλήθη
καί οὐ λογίζῃ, Δέσποτα, τάς τῶν κακῶν μου πράξεις,
ἀλλ᾿ ἐλεεῖς καί σκέπεις με καί φωτίζεις καί τρέφεις
ὡς ἐκπληροῦντα πάσας σου τάς ἐντολάς, Σωτήρ μου;
Οὐ μόνον δέ με ἐλεεῖς, ἀλλά καί πλέον τούτου
καταξιοῖς ἐνώπιον τῆς σῆς παράστασθαί με
δόξης τε καί δυνάμεως καί τῆς μεγαλωσύνης˙
προσομιλεῖς μοι καί λαλεῖς λόγους ἀθανασίας
τῷ ἀσθενεῖ καί ταπεινῷ καί τοῦ ζῆν ἀναξίῳ.
Πῶς μου λαμπρύνεις τήν ψυχήν, τήν κατεσπιλωμένην,
καί φῶς αὐτήν ἀποτελεῖς, ἄχραντόν τε καί θεῖον;
Πῶς λαμπροφόρους ἐκτελεῖς τάς ἀθλίας μου χεῖρας,
ἅς ἁμαρτών ἐμόλυνα μολυσμοῖς ἁμαρτίας;
Πῶς ἀλλοιοῖς τά χείλη μου αἴγλῃ θεότητός σου,
ἐξ ἀκαθάρτων ἅγια ταῦτα μετασκευάζων;
Γλῶσσάν μου δέ τήν ῥυπαράν, Χριστέ, πῶς ἐκκαθαίρεις
καί μασησμῷ τῆς σῆς σαρκός σοῦ μέτοχον ἐργάζῃ;
Πῶς καί ὁρᾶν με ἀξιοῖς καί παρ᾿ ἐμοῦ ὁρᾶσθαι
καί ταῖς χερσί μου, ὁ κρατῶν τά σύμπαντα, κρατεῖσθαι,
ὀ πᾶσιν ἀθεώρητος τάξεσιν οὐρανίαις
(133) καί τῷ Μωσῇ ἀπρόσιτος, τῷ ἐν προφήταις πρώτῳ;
Οὐ γάρ ἰδεῖν τό πρόσωπον τό σόν κατηξιώθη,
οὐδ᾿ ἐν ἀνθρώποις ἄλλοις τις, ἵνα μή ἀποθάνῃ.
Σέ οὖν τόν ἀκατανόητον, σέ τόν ἄφραστον μόνον,
σέ τόν ἀχώρητον παντί καί ἀπρόσιτον πᾶσι,
πῶς καί κρατεῖν τε καί φιλεῖν καί ὁρᾶν καί ἐσθίειν
καί ἔχειν ἐν καρδίᾳ μου, Χριστέ, καταξιοῦμαι
καί διαμένω ἄφλεκτος χαίρων ἅμα καί τρέμων
καί ἀνυμνῶν σου τήν πολλήν, Χριστέ, φιλανθρωπίαν;
Οἱ οὖν τυφλοί καί σαρκικοί, οἱ μή γινώσκοντές σε,
ἀναισθητοῦντες, μᾶλλον δέ τήν ἰδίαν δεικνύντες
ἀσθένειαν καί σκότωσιν καί τῶν καλῶν ἁπάντων,
Σῶτήρ μου, ἀποστέρησιν, πῶς τολμῶσι τοῦ λέγειν˙
Τί δέ καί χρῄζει ἄνθρωπος ἱερωσύνην ἔχειν,
ἐάν μή ἕν τῶν τριῶν τύτων κερδάνῃ˙
ἤ τήν τροφήν τοῦ σώματος ἤ πορισμόν χρυσίου
ἤ θρόνον ἐκ τῶν ὑψηλῶν ἐπισκοπῆς πλουσίας;
Ὤ σκότους, ὤ πωρώσεως, ὤ πτωχείας ἐσχάτης,
ὤ ἀθλιότητος πολλῆς, ὤ ἀγνοίας μεγάλης,
ὤ γεηρῶν τε καί κενῶν ματαίων ὀνομάτων,
ὤ τόλμης, ὤ φρονήματος Ἰούδα τοῦ προδότου!
Ὡς γάρ ἐκείνῳ τά φρικτά τοῦ δεσποτικοῦ δείπνου
καί τοῦ ἀχράντου σώματος εἰς οὐδέν ἐλογίσθη,
ἀλλά κρεῖσσον ἡγήσατο ἀργύρια ὀλίγα,
οὕτω καί οὗτοι τά φθαρτά τῶν ἀφθάρτων καί θείων
προτιμῶντες ἐκλέγονται τήν ψυχικήν ἀγχόνην.
Εἴπατέ μοι, ὦ μάταιοι, εἰ ἐπίστασθε τοῦτο!
Τίς τόν Χριστόν κτησάμενος ἑτέρου πλέον χρῄζει
τινός ἆρα τῶν ἀγαθῶν τοῦ παρόντος αἰῶνος;
Τίς τήν χάριν τοῦ Πνεύματος ἔχων ἐν τῇ καρδίᾳ
οὐχί Τριάδα τήν σεπτήν ἐν αὐτῷ κατοικοῦσαν
(134) κέκτηται, τήν φωτίζουσαν καί Θεόν ἐκτελοῦσαν;
Τίς δέ Θεός γενόμενος χάριτι τῆς Τριάδος
καί δόξης καταξιωθείς τῆς ἄνω τε καί πρώτης,
πλέον τι ἐννοήσειεν ἐνδοξότερον ἆρα
τοῦ λειτουργεῖν τε καί ὁρᾶν τήν ἀνωτάτω φύσιν,
τήν παντουργόν, τήν ἄφραστον, τήν ἀπρόσιτον πᾶσιν;
Ἤ τίνος ἐπιθυμήσειε λαμπροτέρου ἐν βίῳ,
τῷ τε τούτῳ, λογίσθητι, τῷ ὀλιγοχρονίῳ,
ἤ τῷ ἄλλῳ, μοί νόησον, τῷ μή ἔχοντι τέλος;
Εἰ ᾔδεις τό κρυπτόμενον βάθος τῶν μυστηρίων,
οὐκ ἄν με κατηνάγκαζες ταῦτα λαλεῖν ἤ γράφειν.
Φρίττω γάρ εὐλαβούμενος ἐγχαράττων τά θεῖα
καί γράμμασι σκιαγραφῶν τά ἀπόρρητα πᾶσιν.
Εἰ ἐθεάσω τόν Χριστόν, εἰ ἔλαβες τό Πνεῦμα
καί προσηνέχθης τῷ Πατρί διά τούτων τῶν δύο,
γινώσκειν εἶχες ἅ λαλῶ καί ἅ σοι ἐξηγοῦμαι,
καί ὅτι μέγα καί φρικτόν καί ἐπέκεινα πάσης
δόξης τε καί λαμπρότητος, ἀρχῆς καί ἐξουσίας,
πλούτου τε καί δυνάμεως καί πάσης βασιλείας
τό λειτουργεῖν ἐν καθαρᾷ καρδίας συνειδήσει
τῇ καθαρᾷ καί Ἁγίᾳ καί ἀχράντῳ Τριάδι.
Μή γάρ μοι εἴπῃς σώματος τήν ἀναμαρτησίαν
καί, ὧν τό βάθος οὐ νοεῖς, παράξῃς μαρτυρίας,
ἀλλ᾿ ἅπερ εἶπεν ὁ Θεός διά τῶν Ἀποστόλων
καί Βασιλείου τοῦ σοφοῦ, τοῦ πυρίνου τήν γλῶτταν,
καί Χρυσοστόμου τε πατρός τάς ἁπλᾶς μαρτυρίας
καί Γρηγορίου τοῦ καλῶς ταῦτα θεολογοῦντος
ἄκουσον καί πιστώθητι, ποταπόν χρή ὑπάρχειν
τόν λειτουργοῦντα τῷ Θεῷ, τῷ ποιητῇ τῶν πάντων!
Καί ἐκ τῆς καταξιώσεως καί ἐκ τῆς ἀρετῆς σου
ἔχεις τοῦ ἀξιώματος τό μέγεθος θαυμάσαι.
(135) Μή πλανηθῆτε, ἀδελφοί, μή τολμήσητε ὅλως
ἅψασθαι ἤ προσελθεῖν τό ἀπροσίτῳ φύσει.
Ὅς γάρ οὐκ ἀποτάξεται κόσμῳ καί τοῖς ἐν κόσμῳ
καί τήν ψυχήν ἀρνήσεται τήν ἑαυτοῦ καί σῶμα
καί ὅλος γένηται νεκρός ταῖς αἰσθήσεσι πάσαις
μηδέν προσβλέπων ἐμπαθῶς τῶν ἡδέων τοῦ βίου,
μηδενός ὅλως ἐπιθυμῶν τῶν τοῦ κόσμου πραγμάτων
μηδέ ἐνηδυνόμενος λόγοις τισίν ἀνθρώπων,
ὅς οὐ κωφός τε καί τυφλός γένηται τοῖς τοῦ κόσμου
πράγμασί τε καί ἤθεσι, πράξεσί τε καί λόγοις
ὁρῶν μέν ὅσα ὀφθαλμός φύσει ὁρᾶν ἰσχύει,
μηδέν δέ ἔνδοθεν ἐῶν εἰσελθεῖν ἐν καρδίᾳ
καί τύπους τούτων καί μορφάς ἀνιστορεῖσθαι ταύτην
ἀκούων δ᾿ ὅσα ἀκοή δέχεται ἀνθρωπίνη,
καί μένων ὥσπερ ἄψυχος καί ἀναίσθητος λίθος,
μή ἠχήν, μή τήν δύναμιν τῶν φωνῶν μεμνημένος,
οὐ δύναται τήν μυστικήν καί ἀναίμακτον θύειν
Θεῷ θυσίαν καθαρῶς τῷ καθαρῷ τήν φύσιν.
Ὅταν γάρ ταῦτα αἰσθηθῇ ποιεῖν ἐν ἀληθείᾳ,
ἀπεχωρίσθη τοῦ παντός κόσμου καί τῶν τοῦ κόσμου
καί γνώσει καί πιστεύσει μοι, ἅ μέλλω πάλιν γράφειν.
Τόν ἀέρα τόν σκοτεινόν, ὅν Δαυίδ τεῖχος λέγει
καί θάλασσαν ὠνόμασαν τοῦ βίου οἱ Πατέρες,
ὑπερέβη, ἐπέρασεν, εἰσῆλθεν εἰς λιμένα,
ἐν ᾧ πᾶς ὁ γενόμενος πᾶν ἀγαθόν εὑρίσκει.
Ἐκεῖ γάρ ὁ παράδεισος, ἐκεῖ ζωῆς τό ξύλον,
ἐκεῖ ὁ ἄρτος ὁ γλυκύς, ἐκεῖ πόμα τό θεῖον,
ἐκεῖ ὁ ἀνεξάντλητος πλοῦτος τῶν χαρισμάτων.
Ἐκεῖ ἡ βάτος καίεται μή καταφλεγομένη
καί τῶν ποδῶν μου λύονται πέδιλα εὐθέως˙
(136) ἐκεῖ θάλασσα ῥήγνυται καί διέρχομαι μόνος
καί ὁρῶ ἐν τοῖς ὕδασιν ἐχθρούς ποντιζομένους˙
ἐκεῖ τό ξύλον θεωρῶ ἐν τῇ ἐμῇ καρδίᾳ
βαλλόμενον καί τά πικρά πάντα μεταποιοῦνται˙
ἐκεῖ τήν πέτραν βλύζουσν μέλι ἐκαρπωσάμην
καί ἡ ψυχή μου ἔκτοτε θλίψεως οὐ μετέσχεν˙
ἐκεῖ εὕρηκα τόν Χριστόν, τόν παροχέα τούτων,
καί ἠκολούθησα αὐτῷ ἐξ ὅλης τῆς ψυχῆς μου˙
ἐκεῖ τό μάννα ἔφαγον καί ἄρτον τῶν Ἀγγέλων
καί οὐδενός ἐπεθύμησα τῶν ἀνθρωπίνων ἔτι˙
ἐκεῖ τήν ῥάβδον Ἀαρών τήν ξηράν ἐξανθοῦσαν
εἶδόν τε καί ἐθαύμασα Θεοῦ τερατουργίας˙
ἐκεῖ τήν στεῖράν μου ψυχήν εἶδον καρποφοροῦσαν
καί πῶς τό ξύλον τό ξηρόν ποιεῖ καρπόν ὡραῖον˙
ἐκεῖ τήν βορβορώδη μου καί ἄσωτον καρδίαν
ἐθεασάμην καθαράν καί ἁγνήν καί παρθένον
καί τό˙ Χαῖρε, ἀκούουσαν, ἡ κεχαριτωμένη,
μετά σοῦ γάρ ὁ Κύριος καί ἐν σοί εἰς αἰῶνας!
Ἐκεῖ τό˙ Νίψαι, ἤκουσα, κολυμβήθρα δακρύων!
καί ποιήσας ἐπίστευσα καί ἀνέβλεψα αἴφνης˙
ἐκεῖ ἐτάφην μνήματι ταπεινώσει τελείᾳ,
καί παρεγένετο Χριστός ἀμετρήτῳ ἐλέει
καί λίθον ἦρε τόν βαρύν ἐκεῖθεν τῶν κακῶν μου
καί εἶπε˙ Δεῦρο, ἔξελθε ὡς ἐκ τάφου τοῦ κόσμου!
Ἐκεῖ, πῶς ἔπαθεν, εἶδον, ἀπαθῶς ὁ Θεός μου
καί πῶς νεκρός ἐγένετο ἀθάνατος ὑπάρχων
καί ἀνέστη τοῦ μνήματος μή λύσας τάς σφραγίδας.
Ἐκεῖ τήν μέλλουσαν εἶδον ζωήν καί ἀφθαρσίαν,
(137) ἥν ὁ Χριστός χαρίζεται τοῖς αὐτόν ἐκζητοῦσι,
καί βασιλείαν οὐρανῶν οὖσαν ἐντός μου εὗρον,
ἥτις ὑπάρχει ὁ Πατήρ, ὁ Υἱός καί τό Πνεῦμα,
θεότης ἀδιαίρετος ἐν τρισί τοῖς προσώποις,
ἥν οἱ μή προτιμήσαντες ἀντί παντός τοῦ κόσμου
καί δόξαν ἡγησάμενοι καί τιμήν τε καί πλοῦτον
τό προσκυνεῖν, τό λειτουργεῖν καί παρίστασθαι μόνον
ἀνάξιοι τυγχάνουσι καί τῆς ἀχράντου θέας
καί τῆς τρυφῆς καί τῆς χαρᾶς καί τῶν καλῶν ἁπάντων,
ὧν οὐ μή μεταλάβωσι μετάνοιαν μή σχόντες,
εἰ μή πάντα ὡς εἴπομεν, γένωνται διδαχθέντες
καί πάντα πράξωσι σπουδῇ, ἅ εἶπεν ὁ Θεός μου,
καί τότε μόλις τις πολλῷ φόβῳ καί εὐλαβείᾳ,
εἰ ὁ Θεός κελεύσειεν, ἁπτέσθω τῶν ἀψαύστων.
Οὐδέ γάρ πᾶσιν ἔξεστι λειτουργεῖν τοῖς τοιούτοις,
ἀλλ᾿ εἰ καί πᾶσαν δέξεται τοῦ Πνεύματος τήν χάριν
καί καθαρός ἀπό μητρός ὑπάρχει ἁμαρτίας,
εἰ μή Θεοῦ κελεύσματι καί ἐκλογῇ ἐκείνου,
πληροφοροῦντος τήν αὐτοῦ ψυχήν ἐλλάμψει θείᾳ
καί ἐμπυρίζοντος αὐτήν πόθῳ θείας ἀγάπης,
οὐκ ἄν δοκῇ μοι εὔλογον ἱερουργεῖν τά θεῖα
καί τῶν ἀψαύστων καί φρικτῶν ἅπτεσθαι μυστηρίων,
οἷς πρέπει δόξα καί τιμή καί προσκύνησις πᾶσα
νῦν καί ἀεί διά παντός, εἰς πάντας τούς αἰῶνας.

*** 

Κ'. Εὐχαριστία καί ἐξομολόγησις σύν θεολογίᾳ˙ καί περί δωρεᾶς καί μετουσίας Πνεύματος Ἁγίου. (138)
 
Ὤφθης δι᾿ ἐμέ ἐπί γῆς ἐκ Παρθένου,
ὁ πρό αἰώνων ἀόρατος ὑπάρχων,
καί σάρξ ἐγένου καί ἄνθρωπος ἐδείχθης,
ὁ ἀπροσίτῳ φωτί ἐνειλημμένος,
καί περιγραπτός τοῖς πᾶσιν ἐνομίσθης,
ὁ παντάπασιν ἀχώρητος ὑπάρχων,
ὅν οὐκ ἰσχύει λόγος ἅπας ἐκφράσαι,
νοῦς δέ βιαζόμενος δράσσεται πόθῳ
καί κρατεῖν οὐ δύναται συστελλόμενος φόβῳ
καί πάλιν ζητεῖ καιόμενος τά ἔνδον,
φαντασθείς δέ σου βραχύ τῇ λαμπηδόνι
τρόμῳ ἀποπέμπεται καί χαρᾷ χαίρει.
Στέγειν γάρ οὐ δύναται φύσις ἀνθρώπων
ὅλον σε τρανῶς καθορᾶν, τόν Χριστόν μου,
εἰ καί ὅλον σε πιστεύομεν λαμβάνειν
ἐκ τοῦ Πνεύματος, οὗ διδώς, ὁ Θεός μου,
καί τῶν ἀχράντων αἵματος καί σαρκός σου,
ὧν κοινωνοῦντες σε κρατεῖν καί ἐσθίειν
ἀδιαιρέτως, Θεέ, ὁμολογοῦμεν
καί ἀσυγχύτως˙ οὐ γάρ μεταλαμβάνεις
φθορᾶς ἤ ῥύπου, ἀλλ᾿ ἐμοί μεταδίδως
τῆς σῆς ἀφθάρτου καθαρότητος, Λόγε,
(139) καί ἀποπλύνεις τόν ῥύπον τῶν κακῶν μου
καί ἐκδιώκεις ζόφον ἁμαρτιῶν μου
καί τῆς καρδίας καθαίρεις μου τό αἶσχος
καί τῆς κακίας ἐκλεπτύνεις τό πάχος
καί φῶς ποιεῖς με, τόν πρίν ἐσκοτισμένον,
καί ὡραῖόν με κατ᾿ ἄμφω ἀπεργάζῃ˙
αἴγλῃ περιλάμπεις με ἀθανασίας
καί ἐκπλήττομαι καί καίομαι τά ἔνδον
ἐπιθυμῶν σε αὐτόν προσκυνῆσαι.
Ὅτε δέ τοῦτο ἐνθυμηθῶ ὁ τάλας,
ὤ τοῦ θαύματος, ἐν ἐμοί σε εὑρίσκω
καταμένοντα, κινούμενον, λαλοῦντα
καί ἄφωνόν με τότε ἀποτελοῦντα
τῇ καταπλήξει δόξης τῆς ἀπροσίτου.
Θάμβος οὖν συνέχει με καί ἀπορία,
ὅτι τόν πάντα συνέχοντα παλάμῃ
συνεχόμενον ἐν καρδίᾳ μου βλέπω.
Ἀλλά τί σου, Χριστέ μου, τό ξένον τοῦ ἐλέους,
τίς ἡ ἄπειρος συγκατάβασις, Λόγε;
Τί πρός τήν ἐμήν ἐλήθυθας πτωχείαν,
πῶς καί εἰσῆλθες εἰς ῥυπῶσαν οἰκίαν,
ὁ ἀπροσίτῳ οἰκῶν φωτί, Θεέ μου;
Πῶς δέ καί τηρεῖς ἀκατάφλεκτον ταύτην,
πῦρ ὑπάρχων ἄστεκτον φύσει βροτείᾳ;
Τί δέ ποιήσω ἄξιόν σου τῆς δόξης
καί τί εὑρήσω πρός τοσαύτην ἀγάπην;
Τί σοι προσάξω, τῷ τοιαύτῃ με δόξῃ
καί τιμῇ δοξάσαντι, τόν ἀνάξιον;
Ὅν γάρ ἄνθρωποι βλέπειν ἀπαξιοῦσιν,
ἀλλ᾿ οὐδέ λαλεῖν οὐδέ συνεστιᾶσθαι
ὅλως ἐμοί βούλονται τῷ παναθλίῳ,
σύ ὁ πνοήν ἅπασαν τρέφων καί φύσιν,
(140) ὁ τοῖς Σεραφείμ ἀπρόσιτος ὑπάρχων,
ὁ πάντων κτίστης, ποιητής καί δεσπότης
οὐ μόνον ὁρᾷς καί λαλεῖς μοι καί τρέφεις,
ἀλλά καί τήν σήν οὐσιωδῶς μοι σάρκα
κατηξίωσας καί κρατεῖν καί ἐσθίειν
καί τό αἷμά σου τό πανάγιον πίνειν,
ὅ ἐξεχύθη δι᾿ ἐμέ σοῦ σφαγέντος.
Διάκονόν τε καί λειτουργόν καί μύστην
τούτων με κατέστησας, ὅνπερ γινώσκεις,
ὁ πάντα εἰδώς, πρίν ποιήσεις αἰῶνας
καί πρίν παράξεις τι τῶν μή βλεπομένων
•  τά γάρ ὁρατά ὕστερον συνεστήσω -,
τόν ἁμαρτωλόν, ἄσωτον, τόν τελώνην,
λῃστήν, φονέα ἐμαυτοῦ γεγονότα,
ψεύστην τῶν καλῶν, ἐργάτην ἀνομίας
καί πασῶν τῶν σῶν ἐντολῶν παραβάτην.
Σύ οὖν ἀληθῆ ταῦτα εἶναι γινώσκεις˙
πῶς ἐνώπιον ὀφθῶ σου, ὦ Χριστέ μου,
πῶς δέ τῇ σῇ πλησιάσω τραπέζῃ;
Πῶς τοῦ ἀχράντου σώματός σου κρατήσω,
ὁ χεῖρας ἔχων πάντῃ ἐσπιλωμένας;
Πῶς ὑμνήσω σε, πῶς ἄλλοις μεσιτεύσω
μή ἔχων ἐκ πίστεως καί καλῶν ἔργων
τήν πρός σέ ἀγάπησιν καί παρρησίαν,
ἀλλ᾿ ὑπόχρεως αὐτός ὤν, ὥσπερ οἶδας,
πολλῶν ταλάντων, πολλῶν ἀνομημάτων;
Ὁ νοῦς ἀπορεῖ, ἠσθένησεν ἡ γλῶσσα
καί λόγος οὐδείς εὑρίσκεταί μοι, Σῶτερ,
τά σά ἐξειπεῖν ἀγαθότητος ἔργα,
ἅ ἐποίησας εἰς ἐμέ τόν σόν δοῦλον.
(141) Φλέγονται δέ μου ὡς ἐκ πυρός τά ἔνδον
καί οὐ δύναμαι σιωπῶν ὑποφέρειν
τό μέγα βάρος τῶν πολλῶν δωρεῶν σου.
Ὁ τά στρουθία φωναῖς λαλεῖν ποιήσας
δώρησαι κἀμοί λόγον, τῷ παναθλίῳ,
ἵνα τοῖς πᾶσιν ἐγγράφως καί ἀγράφως
διηγήσωμαι, ἅ εἰς ἐμέ εἰργάσω
διά ἔλεος ἄπειρον, ὁ Θεός μου,
καί διά μόνην τήν σήν φιλανθρωπίαν.
Καί γάρ ὑπέρ νοῦν φρικτά τε καί μεγάλα
πέλουσιν, ἅπερ παρέσχες μοι τῷ ξένῳ,
τῷ ἀμαθεῖ, τῷ πτωχῷ, τῷ ἀπαρρησιάστῳ,
τῷ ἀπό παντός ἀπερριμένῳ ἀνθρώπου.
Γονεῖς οὐ προσεῖχόν μοι φυσικῇ τῇ ἀγάπῃ,
οἱ ἀδελφοί καί φίλοι μου πάντες ἐνέπαιζόν μοι,
ἀγαπᾶν γάρ με λέγοντες ἐψεύδοντο εἰς ἅπαν.
Οἱ συγγενεῖς, οἱ ἔξωθεν, οἱ ἄρχοντες τοῦ κόσμου
τοσοῦτόν με ἀπεστρέφοντο καί ἠνείχοντο βλέπειν,
ὅσον συναπολέσαι με ταῖς αὐτῶν ἀσεβείαις.
Πολλάκις ἐπεθύμησα δόξης ἀναμαρτήτως
καί οὔπω ταύτην εὕρηκα ἐν τῷ παρόντι βίῳ˙
ἡ δόξα γάρ ἡ κοσμική, καθώς ἐβεβαιώθην,
καί δίχα ἄλλης πράξεως ἁμαρτία τυγχάνει.
Ποσάκις ἐπεθύμησα ἀνθρώπους ἀγαπᾶν με
καί ἔχειν οἰκειότητος πρός αὐτούς παρρησίαν,
καί οὐδείς μου ἠνέσχετο τῶν ἀγαθά φρονούντων˙
ἄλλοι δέ μᾶλλον ἤθελον βλέπειν με καί γνωρίζειν,
ἐγώ δέ τούτους ἔφευγον ὡς τῶν κακῶν ἐργάτας.
Ταῦτα οὖν πάντα, Δέσποτα, καί ἄλλα τούτων πλείω,
ἅ οὐδέ λέγειν εὐπορῶ, οὐδ᾿ ἀπομνημονεύειν,
σύ εἰς ἐμέ, τόν ἄσωτον, προνοῶν ἀπειργάσω,
ἵνα ἑλκύσῃς ἐκ βυθοῦ καί κοσμικοῦ με σκότους
(142) καί τῆς ἀπάτης, τῆς δεινῆς, τῶν τοῦ βίου ἡδέων.
Οἰ ἀγαθοί με ἔφευγον διά τό ἔξω σχῆμα,
τούς δέ φαύλους ἐξέφευγον οἰκείᾳ προαιρέσει˙
ἠγάπων γάρ, ὡς εἴρηται, δόξαν καί πλοῦτον κόσμου
καί φαντασμόν ἐνδύματος καί βλακευμάτων ἤθη.
Οὐκ οἶδα δέ τί φθέγξομαι, οὐκ οἶδα τί σοι εἴπω˙
φοβοῦμαι γάρ καί τό λαλεῖν καί γράφειν τά τοιαῦτα,
μή περιπέσω τοῖς ἐμοῖς λόγοις καί ἁμαρτήσω,
καί ἔσται ἀνεξάλειπτον τό ψευδῶς γεγραμμένον.
Ὅταν προσεκαλεῖτό με εἰς ἔργα τις μανίας
καί ἁμαρτίας, ἀληθῶς, τοῦ πλάνου κόσμου τούτου,
ἔσωθεν ἡ καρδία μου συνελέγετο ὅλη
καί ὥσπερ κατεκρύπτετο ἑαυτήν αἰδουμένη,
συνεχομένη ἀφανῶς πάντως χειρί σου θείᾳ.
Καί τά μέν ἄλλα ἅπαντα ἠγάπων τά τοῦ βίου,
ὅσα τε ὄψιν τέρπουσι καί λεαίνουσι λάρυγγα
καί σῶμα καλλωπίζουσι, τό φθειρόμενον τοῦτο.
Τάς πράξεις δέ τάς μυσαράς καί ἀσελγεῖς ὀρέξεις
σύ δή ἐκ τῆς καρδίας μου ἀπήλειψας, Θεέ μου,
καί μῖσος ἐνεποίησας πρός ταῦτα τῇ ψυχῇ μου˙
εἰ καί τῇ προαιρέσει μου προσεκείμην ἐν τούτοις,
καί ὄρεξίν τε ἄπρακτον καί πράξεις ἀνορέκτους
ἐποίεις μᾶλλον ἔχειν με - θαῦμα μέγιστον πάντῃ -
καί πάντων ἀπεχώρισας οἰκονομίᾳ θείᾳ
βασιλέων, ἀρχόντων τε καί πλουσίων τοῦ κόσμου.
Πολλῶν πολλάκις καί ἐμοῦ θελήσαντος εἰς ταῦτα
αὐτός βουλήν οὐκ εἴασας τινός ἐν τούτοις στῆναι,
ἄλλους δοξάζειν λέγοντας καί πλουτεῖν με ἐν βίῳ
μῖσος ἐμίσουν, Δέσποτα, μῖσος ἀπό καρδίας,
ὡς μήτε συντυχίαν με κινεῖν ποτε πρός τούτοις,
οἵ καί μανέντες βάκλοις με σφοδρῶς ἔτυψαν μᾶλλον˙
ἄλλοι δέ λοιδορίαις με πρός πάντας ἐλοιδόρουν
(143) ἐργάτην εἶναι λέγοντες πάσης παρανομίας,
θέλοντες διαστρέψαι με ἀπό ὁδοῦ εὐθείας˙
τάς πράξεις γάρ ἐξέφευγον, ἵνα μή λοιδορῶμαι,
αὐτοί δέ ἐλοιδόρουν με, ὅπως εἰς πράξεις ἔλθω,
εἰ ἄρα καί τόν ἔπαινον τόν τῶν ἀνθρώπων χρῄζω,
οἵ προσετίθουν λέγοντες πάντοτε λοιδορεῖν με,
ἕως ἄν εἰς τό φρόνημα τό ἐκείνων συνέλθω.
Τοῖς δέ τήν δόξαν λέγουσι διδόναι τήν τοῦ κόσμου
οὕτως ἀνταποκρίνεσθαι δέδωκάς με, Σωτήρ μου˙
Εἰ πᾶσαν δόξαν, ἔλεγον, τήν τοῦ κόσμου ἐκράτεις
καί στέφος σου τῇ κορυφῇ βασιλείας ὑπῆρχε,
τοῖς δέ ποσί σου κόκκινον ἦν ὑποδεδεμένον
καί τούτων πάντων αἴφνης με κύριον ἀπειργάσω,
αὐτός δέ ἔστης παγανός, δοῦλός μου θέλων εἶναι,
οὐκ ἄν ταῖς πονηρίαις σου καί τοῖς φρονήμασί σου
ὅλως συνεκοινώνησα ἤ συνῆλθον ἐν βίῳ.
Ποῖος χάρτης χωρήσειε τάς σάς εὐεργεσίας
καί τά καλά σου τά πολλά, ἅ εἰς ἐμέ εἰργάσω;
Εἰ γάρ μυρίαι γλῶσσαί μοι δοθήσονται καί χεῖρες,
οὐκ ἄν ἰσχύσω ἐξειπεῖν ἤ περί πάντων γράψαι˙
εἰσί γάρ πάντως ἄβυσσος ἐν ἀπείρῳ τῷ πλήθει,
εἰσίν ἀκατανόητα τῷ τῆς δόξης μεγέθει,
καί ἀσθενῶ τόν λογισμόν, πονῶ μου τήν καρδίαν,
ὅτι λαλεῖν οὐ δύναμαι περί σοῦ, ὁ Θεός μου.
Ὅταν γάρ, ἅπερ ἔπραξα, ἐνυμηθῶ, ὁ τάλας,
ὅσα μοι ἐβοήθησας, ἐξ οἵων με ἐξείλου
καί πόσων, Σῶτερ, μέ κακῶν ἅπερ διεπραξάμην,
ἀλλ᾿ ὡς πολλά ποιήσαντα ἀγαθά καί μεγάλα
καί καθαρόν ἀπό μητρός ἁγίας κολυμβήθρας
οὕτως καί προσελάβου με, οὕτως ἐτίμησάς με,
οὕτως με κατεκόσμησας στολῇ τῇ βασιλείῳ,
•  ὅλος τρόμῳ συνέχομαι καί ἐξίσταμαι χαίρων
καί ἄφωνος καθίσταμαι καί ἐκλύομαι σφόδρα,
ὅτι θεός ἐδόθης μοι, ὁ ποιητής τοῦ κόσμου,
ἀνθρώπῳ λίαν μυσαρῷ καί βδελυκτῷ τοῖς πᾶσιν
ἀνθρώποις τε καί δαίμοσιν ὡς ἤδη γεγονότι
καί ὑπερβάντι πράξεσιν ἔργων ἀτοπωτάτων
κἀκείνους. Οἴμοι τῷ αἰσχρῷ καί ῥυπαρῷ - πῶς εἴπω;-
ἡνώθης μοι, φιλάνθρωπε, ἀμέτρῳ εὐσπλαγχνίᾳ,
ὁ καθαρότητι πολύς, ἁγιωσύνῃ μείζων,
δυνάμεις τε ἀσύγκριτος καί ἀνείκαστος δόξῃ,
καί συγκατῆλθεν ἄνωθεν ἀφ᾿ ὕψους ἀμετρήτου
ἕως ἐσχάτου τῶν πυλῶν ᾅδου ἁμαρτιῶν μου
καί σκότους τῆς πτωχείας μου καί οἴκου συμπτωθέντος
ἀπό πολλῶν ἀνομιῶν, μεγίστης ἀμελείας
ἠμελημένου παντελῶς καί γε ῥερυπωμένου,
ὅς πρότερον ἀνέστησας ἐμέ κείμενον κάτω
καί ἐπί πέτραν ἔστησας τῶν θείων ἐντολῶν σου
καί λούσας ἐκαθάρισας βορβόρου τῶν κακῶν μου
καί χιτῶνα ἐνέδυσας λευκόν ὑπέρ χιόνα,
τόν οἶκόν τε ἐσάρωσας τόν κατεσπιλωμένον
καί εἰσελθών ἐνῴκισας, ὦ Τριάς, ὁ Θεός μου,
εἶτα θρόνον με ἀπετέλεσας θεότητός σου θείας
καί οἶκόν ἀπροσίτου σου δόξης καί βασιλείας
καί στάμνον μάννα φέρουσαν τό τῆς ἀθανασίας,
καί λύχνον ἔνδον ἔχοντα φῶς ἄσβεστον καί θεῖον,
πυξίον τε ὡς ἀληθῶς τοῦ καλοῦ μαργαρίτου
καί γάρ ἀγρόν, ἐν ᾧ κέκρυπται ὁ θησαυρός τοῦ κόσμου,
πηγήν, ἐξ ἧς οἱ πίνοντες οὐδέποτε διψῶσιν,
ἥτις καί βλύζει μάλιστα ὕδωρ δεκαπλασίως
καί τούς ἐν πίστει πίνοντας ἐκτελεῖ ἀθανάτους,
•  παράδεισον ξύλον ζωῆς μέσον ἔχοντα πάλιν
καί γῆν περικαλύπτουσαν τόν ἀχώρητον πᾶσι,
σέ, ὅν ἐζήτησά ποτε ἐξ ὅλης μου καρδίας,
καί ἐπεθύμουν περί σοῦ λόγον ἀεί ἀκούειν
καί ἤθελον τήν μνείαν σου ἔχειν ἐν τῇ ψυχῇ μου
καί συχνοτέρως περί σοῦ καί λαλεῖν καί ἀκούειν.
Εἰ γάρ καί πρῴην μου ὁ νοῦς περί σοῦ φαντασθῆναι
καθαρῶς οὐκ ἠδύνατο, πάντῃ ῥερυπωμένος,
οὐδ᾿ ὀφθαλμοί θεάσασθαι ἤ ἀκοή ἀκοῦσαι,
οὐδ᾿ ἀναβάσεις δέξασθαι ἡ καρδία μου θείας,
ἀλλά μόνῃ τῇ ἀκοῇ κατεπλήττετο ὅλη
καί φόβῳ συνεστέλλετο ἡ ψυχή μου καί τρόμῳ,
ἀλλ᾿ ἔνδοθεν ὁρῶσά σε νῦν ἑαυτῆς ἐκπλήττεται
καί ἐνοπτριζομένη σε, ὅσον αὐτῇ γε δίδως,
ὅλον ἐν ὅλῳ τῷ παντί, ὅλον ἐκτός δέ τούτου,
ἐντός τε πάλιν ἑαυτῆς, ὅλον κατανοοῦσα
ὅλον ἀκατανόητον θεότητι τῇ θείᾳ,
τόν τοῖς πᾶσιν ἀόρατον καί ἀποκεκρυμμένον,
σέ τόν ἀπρόσιτον καί προσιτόν μόνοις οἷς ἠβουλήθης,
καθώς αὐτός ἠθέλησας φιλανθρώπως φανῆναι,
τόν Σεραφείμ καί Χερουβίμ καί πᾶσι τοῖς ἀγγέλοις
ἀπρόσιτον καί φοβερόν αὐγῇ φύσεως θείας,
μετά ἀνθρώπων προσιτόν τόν φύσει ἄληπτόν τε,
ὅλη ὅλως ἐξίσταται, ἐκπλήττεται δέ πλέον
τήν ἀγαθότητα τήν σήν καί τήν φιλανθρωπίαν,
ὅτι καθαίρεις ῥυπαράς ψυχάς καί νοῦν φωτίζεις
καί περιδράσσῃ γεώδους καί ὑλικῆς οὐσίας,
ἀνάπτεις τε φλόγα πολλήν ἀγαπήσεως θείας
καί πόθου θείου ἔρωτα οἷα πῦρ μοι ἐμβάλλεις
καί μέχρι τρίτου οὐρανοῦ φθάνειν παρασκευάζεις
καί εἰς παράδεισον ποιεῖς, Σῶτερ, ἁρπάζεσθαί με,
ἐν ᾧ ἀκούω ῥήματα ἄρρητά τε καί ξένα,
•  ἅ οὐκ ἐξόν βροτοῖς λαλεῖν ἤ λόγῳ ἐξηγεῖσθαι.
Σοί δέ τιμή πρέπει, δόξα καί μεγαλωσύνη,
κράτος αἰώνιον, Χριστέ, τῷ τοῦ παντός Δεσπότῃ
σύν τῷ Πατρί καί Πνεύματι τῷ φύσει Παναγίῳ
νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων˙
ἀμήν.

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω: