ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ   ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου |Διακονία | Εορτολόγιο | Πολυμέσα

 

πίσω


Ύμνοι επιστολαί

Ο πίναξ των θείων ερώτων

Ευχή μυστική

Α' - Ε'

ΣΤ' - Ι'

ΙΑ' - ΙΕ'

ΙΣΤ' - Κ'

ΚΑ' - ΚΕ'

ΚΣΤ' - Λ

ΛΑ' - ΛΕ'

ΛΣΤ' - Μ

ΜΑ' - ΜΕ

ΜΣΤ' - Ν'

ΝΑ' - ΝΕ'

ΝΣΤ' - ΝΗ'

Επιστολή Α'

Επιστολή Β'

Επιστολή προς Στέφανο Νικομηδείας

Επιστολή προς Νικήτα Σταθάτο

Κστ'.
Ὅτι ὁ ἐν ἀγνωσίᾳ Θεοῦ ἔτι ζῶν νεκρός ἐστι μέσον τῶν ζώντων ἐν γνώσει Θεοῦ καί ὅτι τοῖς ἀναξίως τῶν μυστηρίων μεταλαμβάνουσιν ἄληπτον τό θεῖον σῶμα καί αἷμα τοῦ Χριστοῦ γίνεται. (207)

 
Νῦν ἐν τοῖς ζῶσιν ὡς νεκρός, ὦ Δέσποτα, ὑπάρχω
καί ἐν νεκροῖς ὡς ζῶν εἰμι, ἄθλιος ὑπέρ πάντας
ἀνθρώπους τούς ἐπί τῆς γῆς, οὕς ἔκτισας, Θεέ μου.
Τό γάρ νεκρόν ὑπάρχειν με ἐν τοῖς κατά σε ζῶσι
τῶν μή κτισθέντων χείρω με ἀποδείκνυσι πάντως,
τό δ᾿ ἐν νεκροῖς τήν ἄλογον ζωήν ζῆν ὡς τά κτήνη
τῶν μή εἰδότων σε Θεόν ὅμοιον ὄντως πέλει.
Πῶς γάρ οὐκ ἔστιν ὅμοιον, πῶς δέ οὐκ ἔστιν ἶσον;
Εἰ καί δοκῶ εἰδέναι σε, εἰ καί δοκῶ πιστεύειν,
εἰ καί δοκῶ σε ἀνυμνεῖν καί σέ ἐπικαλεῖσθαι-
καί γάρ λαλεῖ τό στόμα μου λόγους, οὕς ἐδιδάχθην,
καί ὕμνους ᾄδω καί εὐχάς, ἅς ἐγγράφως οἱ πάλαι
τό Πνεῦμά σου τό Ἅγιον ἐξέθεντο λαβόντες,-
καί λέγων ταῦτα καί δοκῶν μέγα τι πεπραχέναι
ἀναισθητῶ καί ἀγνοῶ, ὅτι ὥσπερ οἱ παῖδες
μανθάνοντες οὐκ ἴσασι τήν δύναμιν τῶν λόγων,
οὕτως κἀγώ ταῖς προσευχαῖς καί ψαλμοῖς τε καί ὕμνοις
ἐγκαρτερῶν καί ἀνυμνῶν σέ τόν εὔσπλαγχνον μόνον,
τῆς σῆς δόξης καί τοῦ φωτός αἴσθησιν οὐ λαμβάνω,
καί ὥσπερ οἱ αἱρετικοί, οἱ πολλά ἐκμαθόντες,
(208) ἐδόκουν τοῦ εἰδέναι σε, ἐδόκουν σέ γινώσκειν,
ἐδόκουν οἱ πανάθλιοι καί βλέπειν σε, Θεέ μου,
οὕτω κἀγώ πολλάς εὐχάς καί πολλάς ψαλμῳδίας
λαλῶν ἐν μόνῃ γλώσσῃ μου, ἴσως δέ καί καρδίᾳ,
ἐκ τούτων τό τῆς πίστεως ἄκρον ἔχειν νομίζω,
ἐκ τούτων τήν ἐπίγνωσιν πᾶσαν τῆς ἀληθείας
οἴομαι τό καταλαβεῖν καί μηδέν πλέον χρῄζειν˙
ἐκ τούτων κάί τό βλέπειν σε, τό φῶς τοῦ κόσμου, Σῶτερ,
ἐκ τούτων καί κατέχειν σε καί συνεῖναί μοι λέγω
καί συμμετέχειν φύσεως τῆς θείας σου νομίζω,
καί κατ᾿ ἐμοῦ παραβολάς ἐφευρίσκω καί λόγους
ἀνερευνῶν ἐκ τῆς γραφῆς προβάλλομαι καί λέγω˙
Ὁ Κύριος τούς τρώγοντας εἶπεν αὐτοῦ τήν σάρκα
καί τούς τό αἷμα πίνοντας ἐν αὐτῷ καταμένειν,
ἀλλά καί κατοικεῖν αὐτός ἐν αὐτοῖς ὁ Δεσπότης.
Τοῦτο οὖν λέγων ὡς ληπτόν τόν ἄληπτον κηρύττω,
ἐν τῷ ληπτῷ τοῦ σώματος τόν ἄληπτον ὑπάρχειν,
καί κρατητόν καί ὁρατόν τόν ἀκράτητον πάντῃ.
Καί ἀγνοῶ, ὁ δυστυχής, ὅτι ἐν οἷς ἄν θέλῃς,
τῷ αἰσθητῷ καί κρατητῷ καί ὁρατῷ ὑπάρχεις,
αἰσθητός τε καί κρατητός καί ὁρατός, ὁ κτίστης.
Ἐν ἀκαθάρτοις δ᾿ ὡς ἐγώ καί ἀναξίοις μᾶλλον
θεοποιεῖς τό αἰσθητόν σῶμα σοῦ τε καί αἷμα
καί παντελῶς ἀκράτητον, ἄληπτόν τε εἰς ἅπαν
ἀναλλοιώτως ἀλοιοῖς, μᾶλλον δ᾿ ἐν ἀληθείᾳ
πνευματικόν μεταποιεῖς, ἀόρατον, ὡς πάλαι
συγκεκλεισμένων τῶν θυρῶν εἰσῆλθες καί ἐξῆλθες
καί ἄφαντος ἐξ ὀφθαλμῶν ἐν τῇ κλάσει τοῦ ἄρτου
ἐγένου σύ τῶν μαθητῶν, οὕτω καί νῦν τόν ἄρτον
ἀποτελεῖς καί σῶμα σου πνευματικόν ἐργάζῃ.
(209) Κἀγώ δοκῶ κατέχειν σε, κἄν θέλῃς, κἄν μή θέλῃς,
καί κοινωνῶν τῆς σῆς σαρκός καί σοῦ μεταλαμβάνειν
νομίζω καί διάκειμαι ὡς ἅγιος, Χριστέ μου,
καί κληρονόμος τοῦ Θεοῦ καί σός συγκληρονόμος
καί ἀδελφός καί μέτοχος δόξης τῆς αἰωνίου.
Ἐκ τούτου τοίνυν δείκνυμαι ἀναισθητῶν εἰς ἅπαν,
ἐκ τούτου πάντως φαίνεται ἀγνοεῖν με, ἅ ψάλλω,
καί ἅ λαλῶ καί ἅ ἀεί μελετῶ τε καί ᾅδω.
Εἰ γάρ ὅλως ἐγίνωσκον, εἶχον πάντως εἰδέναι,
ὅτι ἀτρέπτως ἄνθρωπος ἐγένου, ὁ Θεός μου,
ἵνα τόν προσληφθέντα με ὅλον θεοποιήσῃς,
οὐχί δέ ἵνα ἄνθρωπος σύ παχύτητι μείνῃς
καί κρατηθῇς ἐν τῇ φθορᾷ, ὁ ἀκράτητος πάντῃ,
ὁ ἄφθαρτος καί ἄληπτος φύσει Θεός ὑπάρχων.
Τοῦτο εἰδώς ὡς ἄληπτον τό σῶμά σου τό θεῖον
καί αἷμά σου τό ἅγιον πιστεύων γεγενῆσθαι
καί πῦρ ὄντως ἀπρόσιτον ἐμοί τῷ ἀναξίῳ,
φρίκῃ καί φόβῳ, τρόμῳ τε τούτων ἄν ἐκοινώνουν,
ἐν δάκρυσι καί στεναγμοῖς ἐμαυτόν προκαθαίρων.
Νῦν δέ ἐν σκότει κάθημαι καί ἀγνοίᾳ, πλανῶμαι,
ἀναισθησίᾳ παντελεῖ κρατούμενος ὁ τάλας.
Ἀλλ᾿ ὅμως ἱκευτεύω σε, ὅμως ἐκδυσωπῶ σε,
προσπίπτων καί παρακαλῶν καί ζητῶν σου τό ἔλεος˙
Ἐπίβλεψον ὡς πάντοτε καί νῦν, παμβασιλεῦ μου,
δεῖξον τήν εὐσπλαγχνίαν σου, δεῖξον τό συμπαθές σου,
δεῖξον τό ἀμνησίκακον εἰς ἐμέ τόν τελώνην,
μᾶλλον δέ τόν πανάσωτον, τόν ὑπέρ πᾶσαν φύσιν
ἀλόγων τε καί λογικῶν εἰς σέ ἐξαμαρτόντα.
Εἰ γάρ καί πάντα πέπραχα ἄνομα ἐν τῷ βίῳ,
ἀλλά Θεόν σε, ποιητήν ὁμολογῶ τῶν πάντων,
Θεοῦ Υἱόν σε, τοῦ Θεοῦ ὁμοούσιον σέβω,
τόν γεννηθέντα ἐξ αὐτοῦ πρό πάντων τῶν αἰώνων
(210) καί ἐπ᾿ ἐσχάτων τῶν καιρῶν ἐξ ἁγίας Παρθένου,
τῆς Θεοτόκου Μαριάμ γεννηθέντα ὡς βρέφος
καί γεγονότα ἄνθρωπον, δι᾿ ἐμέ τε παθόντα
καί σταυρωθέντα καί ταφῇ, Σῶτερ, παραδοθέντα
καί ἀναστάντα ἐκ νεκρῶν μετά τρίτην ἡμέραν
καί ἀνελθόντα ἐν σαρκί, ὅθεν οὐκ ἐχωρίσθης.
Οὕτως οὖν με πιστεύοντα, οὕτως σε προσκυνοῦντα
καί πάλιν σε ἐλπίζοντα ἐλθεῖν καί κρῖναι πάντας
καί ἀποδοῦναι ἑκάστῳ, Χριστέ, τά κατ᾿ ἀξίαν,
ἡ πίστις ἀντί ἔργων μοι λογισθήτω, Θεέ μου,
καί μή ζητήσῃς ἔργα με ὅλως τά δικαιοῦντα,
ἀλλά ἡ πίστις μοι αὕτη ἀντί πάντων ἀρκέσει.
Αὕτη ἀπολογήσεται, αὕτη με δικαιώσει,
αὕτη με δείξει κοινωνόν δόξης σου αἰωνίου.
Ὁ γάρ πιστεύων, εἴρηκας, εἰς ἐμέ, ὦ Χριστέ μου,
ζήσεται καί οὐκ ὄψεται θάνατον εἰς αἰῶνας.
Εἰ οὖν ἡ πίστις ἡ εἰς σέ ἀπεγνωσμένους σῴζει,
ἰδού, πιστεύω, σῶσόν με λάμψας φῶς σου τό θεῖον,
καί τήν ἐν σκότει μου ψυχήν καί σκιᾷ τοῦ θανάτου
κατεχομένην, Δέσποτα, ἐπιφανείς φωτίσῃς.
Δός δέ μοι καί κατάνυξιν, πόμα τό ζωηρόν σου,
πόμα πιαῖνόν μου σαρκός καί ψυχῆς τάς αἰσθήσεις,
πόμα εὐφραῖνόν με ἀεί καί ζωήν μοι παρέχον,
οὗ μή στερήσῃς με, Χριστέ, τόν ταπεινόν καί ξένον,
τόν τάς ἐλπίδας ἐπί σέ ἀναθέμενον πάσας.

***

ΚΖ'.
Ὁποῖον δεῖ εἶναι τόν μοναχόν καί τίς ἡ ἐργασία καί τίς ἡ τούτου προκοπή καί ἀνάβασις. (211)


Ἀπέργασαι παλάτιον τόν τῆς ψυχῆς σου οἶκον,
εἰς κατοικίαν τῷ Χριστῷ καί βασιλεῖ τῶν ὅλων
δακρύων ταῖς ῥανίσι σου, ὀλολυγμοῖς καί θρήνοις
καί τῶν γονάτων κάμψεσι καί στεναγμῶν τῷ πλήθει,
εἰ ἀληθῶς, ὦ μοναχέ, μονάζων εἶναι θέλεις.
Καί τότε οὐ μονάζων ἦς, τῷ βασιλεῖ συνῆς γάρ
καί ἦς μονάζων καθ᾿ ἡμᾶς, ὡς ἐξ ἡμῶν ὑπάρχων
καί χωρισθείς κόσμου παντός˙ τοῦτο μονάζων πάντως.
Τῷ δέ Θεῷ καί βασιλεῖ ἑνωθείς οὐ μονάζων,
ἀλλά ἁγίων γέγονας συναρίθμιος πάντων,
ἀγγέλων ὁμοδίαιτος καί σύνοικος δικαίων
καί πάντων τῶν ἐν οὐρανῷ συγκληρονόμος ὄντως.
Πῶς οὖν μονάζων ὁ ἐκεῖ τό πολίτευμα ἔχων,
ἔνθα ἐστίν ὁμήγυρις μαρτύρων καί ὁσίων,
ἔνθα χορός τῶν προφητῶν καί θείων ἀποστόλων,
ἔνθα ἡ ἀναρίθμητος πληθύς, ἡ τῶν δικαίων,
ἱεραρχῶν, πατριαρχῶν καί τῶν λοιπῶν ἁγίων;
Ὁ δέ καί ἔχων τόν Χριστόν ἐν ἑαυτῷ οἰκοῦντα,
πῶς μόνος εἶναι λέγεσθαι δύναται, εἴπατέ μοι;
Τῷ γάρ Χριστῷ μου σύνεστιν ὁ Πατήρ καί τό Πνεῦμα,
καί πῶς μονάζων, ὁ τρισί ὡς ἑνί συνημμένος;
(212) Οὐκ ἔστι μόνος ὁ Θεῷ ἑνωθείς, κἄν μονάζῃ,
κἄν ἐν ἐρήμῳ κάθηται, κἄν ἐν σπηλαίῳ ἔστιν˙
εἰ δέ μή τοῦτον εὕρηκεν, εἰ δέ μή τοῦτον ἔγνω,
εἰ δέ μή τοῦτον ἔλαβεν ὅλον τόν σαρκωθέντα
Θεόν Λόγον, οὐ γέγονε μοναχός, οἴμοι, ὅλως.
Ὅθεν καί μόνος ἐστί τοῦ Θεοῦ κεχωρισμένος οὗτος,
ἀλλά καί ὁ καθείς ἡμῶν ἐσμέν κεχωρισμένοι
ἀνθρώπων ἄλλων πάντως γε
καί ὀρφανοί δέ ἅπαντες μεμονωμένοι ὦμεν,
εἰ καί δοκοῦμεν ἕνωσιν τῇ συνοικήσει ἔχειν
καί μετ᾿ ἀλλήλων μίγνυσθαι τῇ τῶν πολλῶν συνάξει.
Ψυχῇ γάρ καί τῷ σώματι ἐσμέν κεχωρισμένοι,
ὅπερ καί εἶναι ἀληθές ὁ θάνατος δεικνύει,
ἀποχωρίζων ἕκαστον συγγενῶν τε καί φίλων
καί λήθην πάντων ἐμποιῶν τῶν νῦν ἀγαπωμένων.
Οὕτω κάι νύξ καί ὕπνος τε καί πράξεις αἱ ἐν βίῳ
τήν ἕνωσιν τήν τῶν πολλῶν ὡς εἰκός διαλύει.
Ὁ δέ ποιήσας οὐρανόν δι᾿ ἀρετῆς τήν κέλλαν
τήν ἑαυτοῦ, καί ἐν αὐτῇ καθήμενον τόν κτίστην
τοῦ οὐρανοῦ τε καί τῆς γῆς κατανοεῖ καί βλέπει
καί προσκυνεῖ καί σύνεστιν ἀεί φωτί ἀδύτῳ,
φωτί τῷ ἀνεσπέρῳ τε, φωτί τῷ ἀπροσίτῳ,
οὗ οὐδαμῶς χωρίζεται, οὐ μακρύνεται ὅλως,
οὐκ ἐν ἡμέρᾳ ἤ νυκτί, οὐκ ἐν τροφῇ ἤ πόσει,
ἀλλ᾿ οὐδ᾿ ἐν ὕπνῳ ἤ ὁδῷ ἤ μεταβάσει τόπου,
ἀλλ᾿ ὥσπερ ζῶν οὕτω θανών, μᾶλλον δέ τρανοτέρως
ὅλως ἐκείνῳ σύνεστι τῇ ψυχῇ αἰωνίως.
Πῶς γάρ καί χωρισθήσεται ἡ νύμφη τοῦ νυμφίου,
ἤ ὁ ἀνήρ τῆς γυναικός, ᾗ συνηρμόσθη ἅπαξ;
Ὁ νομοθέντης, λέγε μοι, τόν νόμον οὐ φυλάξει;
Ὁ εἰρηκώς˙ Καί ἔσονται οἱ δύο εἰς μίαν σάρκα,
(213) πῶς οὐ γενήσεται αὐτός σύν αὐτῇ πνεῦμα ὅλως;
Ἐν τῷ ἀνδρί γάρ ἡ γυνή, ἐν γυναικί ἀνήρ δέ,
καί ἡ ψυχή ἐν τῷ Θεῷ καί Θεός ἐν ψυχῇ δέ
ἑνοῦται καί γνωρίζεται ἐν τοῖς ἁγίοις πᾶσιν.
Οὕτως ἑνοῦνται τῷ Θεῷ οἱ διά μετανοίας
τάς ἑαυτῶν καθαίροντες ψυχάς ἐν κόσμῳ τῷδε,
καί μοναχοί καθίστανται τῶν ἄλλων ὄντες δίχα,
οἵ νοῦν Χριστοῦ λαμβάνουσιν, ὅπερ καί στόμα ἔστι
καί γλῶσσα ὄντως ἀψευδής, μεθ᾿ ἧς προσομιλοῦσι
Πατρί τῷ παντοκράτορι, μεθ᾿ ἧς ἀεί βοῶσιν˙
Ὦ πάτερ, ὦ παμβασιλεῦ, ὦ κτίστα τῶν ἁπάντων!
Τούτων ἡ κέλλα οὐρανός, ἥλιος δέ ἐκεῖνοι,
καί τό φῶς ἐστιν ἐν αὐτοῖς, τό ἄδυτον καί θεῖον,
ὅ καί φωτίζει ἅπαντα ἐρχόμενον ἐν κόσμῳ
ἄνθρωπον καί γενόμενον ἐκ Πνεύματος Ἁγίου.
Νύξ οὖν οὐκ ἔστιν ἐν αὐτοῖς˙ πῶς εἰπεῖν σοι οὐκ ἔχω,
φρίττω γάρ ταῦτα γράφων σοι καί ἐννοῶν δέ τρέμω,
ἀλλά διδάσκω σε τό πῶς ζῶσι καί ποίῳ τρόπῳ
οἱ τῷ Θεῷ δουλεύοντες κἀκεῖνον ἀντί πάντων
μόνον καί ἀγαπήσαντες, μόνῳ καί ἑνωθέντες
καί γεγονότες μοναχοί ὡς μετά μόνου μόνοι,
εἰ καί ἐν δήμῳ παμπληθεῖ εἰσίν ἀπειλημένοι.
Οὗτοι γάρ ὄντως μοναχοί καί μονάζοντες μόνοι,
γυμνοί καί ἐνθυμήσεων καί λογισμῶν παντοίων,
μόνον ὁρῶντες τόν Θεόν ἐν νοΐ ἀνεννοίῳ,
ἐμπεπηγμένῳ ἐν φωτί, ὥσπερ ἐν τοίχῳ βέλος,
ἤ ὡς ἀστήρ ἐν οὐρανῷ, ἤ πῶς εἰπεῖν οὐκ ἔχω.
Ὅμως ὡς ἄλλον φωτεινόν νυμφῶνα κατοικοῦσι
τάς κέλλας καί ἐν οὐρανῷ νομίζουσι διάγειν
ἤ ἀληθῶς διάγουσι, βλέπε, μή ἀπιστήσῃς!
(214) Οὐ γάρ εἰσίν ἐπί τῆς γῆς, εἰ καί τῇ γῇ κρατοῦνται,
ἀλλ᾿ ἐν φωτί διάγουσι τοῦ μέλλοντος αἰῶνος,
ᾧ κατοικοῦσιν ἄγγελοι, ἐφ᾿ ᾧ περιπατοῦσιν,
ὑφ᾿ οὗπερ διαρπάζονται ἀρχαί καί ἐξουσίαι,
θρόνοι καί κυριότητες πᾶσαι ἐνδυναμοῦνται.
Εἰ γάρ καί ἐπαναπαύεται Θεός ἐν τοῖς ἁγίοις,
ἀλλ᾿ ἐν Θεῷ οἱ ἅγιοι ζῶσί τε καί κινοῦνται,
βαδίζοντες ἐν τῷ φωτί ὥσπερ ἐπί ἐδάφους.
Ὤ θαύματος, ὡς ἄγγελοι καί ὡς υἱοί ὑψίστου
ἔσονται μετά θάνατον, θεοί Θεῷ συνόντες,
τῷ φύσει ὄντι οἱ αὐτῷ θέσει ὁμοιωθέντες.
Τούτων νυνί δέ λείπονται μόνῳ, ὅτι κρατοῦνται
τῷ σώματι καί σκέπονται καί καλύπτονται, οἴμοι,
ὡς δέσμιοι ἐν φυλακῇ τόν ἥλιον ὁρῶντες
καί τάς ἀκτῖνας τάς αὐτοῦ δι᾿ ὀπῆς εἰσιούσας
καί μή δυνάμενοι αὐτόν ὅλον κατανοῆσαι
ἤ κατιδεῖν τῆς φυλακῆς ἔξωθεν γεγονότες,
ἤ παρακύψαντες τρανῶς ἀπιδεῖν εἰς ἀέρα.
Καί τοῦτο ἔστιν, ὅ αὐτούς ἀνιᾷ, ὅτι ὅλον
οὐ καθορῶσι τόν Χριστόν, εἰ καί ὅλον ὁρῶσιν,
οὐδέ δεσμῶν ἰσχύουσι τοῦ σώματος ἐκδῦναι,
εἰ καί παθῶν ἀνείθησαν καί πάσης προσπαθείας,
ἀλλά κρατοῦνται ὑφ᾿ ἑνός τῶν πολλῶν ἀνεθέντες˙
ὁ γάρ ὑπάρχων ἐν δεσμοῖς πολλοῖς συνδεδεμένος
οὐδέ ἐλπίζει τῶν πολλῶν τήν λύσιν εὑρηκέναι,
ὁ δέ τά πλεῖστα τῶν δεσμῶν δυνηθείς διακόψαι,
κρατούμενος δέ ὑφ᾿ ἑνός πλέον ἀλγεῖ τῶν ἄλλων,
καί ἐπισπεύδει καί αὐτοῦ ἀεί ζητεῖ τήν λύσιν,
ὅπως ἐλεύθερος φανῇ, ὅπως βαδίζῃ χαίρων,
ὅπως ἀπέλθῃ ἐν σπουδῇ, πρός ὅν τόν πόθον εἶχε,
δι᾿ ὅν καί τήν ἀπόλυσιν τοῦ δεσμοῦ ἐπεζήτει.
(215) Ἐκεῖνον τοίνυν ἅπαντες ζητήσωμεν, τόν μόνον
δυνάμενον ἐκ τῶν δεσμῶν ἡμᾶς ἐλευθερῶσαι.
Ἐκεῖνον καί ποθήσωμεν, ἐκεῖνον οὗ τό κάλλος
πᾶσαν ἐκπλήττει ἔννοιαν, πᾶσαν ἐκπλήττει φρένα,
πᾶσαν τιτρώσκει τε ψυχήν καί πτεροῖ πρός ἀγάπην
καί συγκολλᾷ καί συνενοῖ τῷ Θεῷ ἀενάως.
Ναί, ἀδελφοί μου, δράμετε ταῖς πράξεσι πρός τοῦτον,
ναί, φίλοι, διανάστητε, ναί, μή ἀπολειφθῆτε,
ναί, μή λαλεῖτε καθ᾿ ἡμῶν ἑαυτούς ἀπατῶντες.
Μή λέγετε, ἀδύνατον λαβεῖν τό Θεῖον Πνεῦμα,
μή λέγετε, χωρίς αὐτοῦ δυνατόν τό σωθῆναι,
μή οὖν ἀγνώστως τούτου λέγετέ τινα μετέχειν.
Μή λέγετε, ὅτι Θεός οὐχ ὁρᾶται ἀνθρώποις,
μή λέγετε, οἱ ἄνθρωποι φῶς θεῖον οὐχ ὁρῶσιν,
ἤ ὅτι καί ἀδύνατον ἐν τοῖς παροῦσι χρόνοις.
Οὐδέποτε ἀδύνατον τοῦτο τυγχάνει, φίλοι,
ἀλλά καί λίαν δυνατόν τοῖς θέλουσιν ὑπάρχει,
πλήν ὅσοις βίος κάθαρσιν τήν τῶν παθῶν παρέσχε
καί καθαρόν εἰργάσατο τῆς διανοίας ὄμμα˙
τοῖς δ᾿ ἄλλοις ὄντως τύφλωσις, ἁμαρτημάτων ῥύπος,
ὅ καί ἐνταῦθα καί ἐκεῖ θείου φωτός στερήσει
καί, μή πλανᾶσθε, τῷ πυρί καί σκότει παραπέμψει.
Ἴδετε, φίλοι, ποταπός ὡραῖος ὁ Δεσπότης!
Ναί, μή καμμύσητε τόν νοῦν πρός τήν γῆν ἀφορῶντες,
ναί, μή φροντίσι τῶν ἐν γῇ πραγμάτων καί χρημάτων,
ἐπιθυμίᾳ δόξης τε κρατηθῆτε καί τοῦτον
ἐγκαταλείψετε, τό φῶς ζωῆς τῆς αἰωνίου!
Ναί, φίλοι, δεῦτε μετ᾿ ἐμοῦ, συνεπάρθητε δή μοι,
οὐ σώματι, ἀλλά νοΐ καί ψυχῇ καί καρδίᾳ,
ἐν ταπεινώσει κράζοντες πρός τόν καλόν Δεσπότην,
τόν φιλοικτίρμονα Θεόν, τόν φιλάνθρωπον μόνον.
(216) Καί πάντως εἰσακούσεται καί πάντως ἐλεήσει
καί πάντως ἀποκαλυφθῇ καί πάντως ἐμφανίσει
καί φῶς ἡμῖν τό ἑαυτόῦ φαιδρόν καθυποδείξει.
Τί κατοκνεῖτε ταπεινοί, τί καταρρᾳθυμεῖτε,
τί προτιμᾶσθε ἄνεσιν τοῦ σώματος καί δόξαν,
τίν ἄτιμον καί ἄδοξον, τήν κενήν καί ματαίαν;
Τί λέγετε ἀμέριμνον τόν ἐνάρετον βίον;
Οὐκ ἔστιν οὕτως, ἀδελφοί, οὐκ ἔστι, μή πλανᾶσθε,
ἀλλ᾿ ὡς οἱ βίον ἔχοντες καί γυναῖκα καί τέκνα
καί πλούτου ἐφιέμενοι καί δόξης τῆς προσκαίρου
σπουδάζουσι καί τρέχουσι τό δοκοῦν ἐκπληρῶσαι,
οὕτω καί πᾶς μετανοῶν καί πᾶς Θεῷ δουλεύων
ὀφείλει σπεύδειν καί ἀεί ἐμμέριμνος ὑπάρχειν,
ὅπως εὐπρόσδεκτος αὐτοῦ ἡ μετάνοια ἔσται
καί ἡ δουλεία γένηται εὐάρεστος τελεία,
καί τότε ὅλως τῷ Θεῷ οἰκειωθείς ἐκ τούτων
ὅλος ἑνοῦται καί αὐτόν κατά πρόσωπον βλέπει
καί παρρησίαν πρός αὐτόν ἀναλόγως λαμβάνει,
καθ᾿ ὅσον σπεύδει τό αὐτοῦ θέλημα ἐκπληρῶσαι,
ὅπερ ἀξιωθείημεν καί ἡμεῖς τοῦ ποιῆσαι
καί τοῦ ἐλέους μετασχεῖν μετά πάντων ἁγίων,
νῦν μέν καθ᾿ ὅσον ἐφικτόν ἐν τῷ αἰῶνι τούτῳ,
ἐκεῖ δέ ὅλον τόν Χριστόν, ὅλον τό Θεῖον Πνεῦμα,
ἐν τῷ Πατρί ληψόμεθα εἰς αἰῶνας αἰώνων˙
ἀμήν.
 

ΚΗ'.
Περί νοητῆς ἀποκαλύψεως τῶν ἐνεργειῶν τοῦ θείου φωτός καί ἐργασίας νοερᾶς τε καί θείας τῆς ἐναρέτου ζωῆς. (217)

 
Ἐάσατε τῇ κέλλῃ με μόνον ἐγκεκλεισμένον,
ἄφετέ με μετά Θεοῦ τοῦ μόνου φιλανθρώπου,
ἀπόστητε, μακρύνατε, ἐάσατέ με μόνον
ἀποθανεῖν ἐνώπιον Θεοῦ τοῦ πλάσαντός με.
Μηδείς τῇ θύρᾳ κρούσειε, μηδείς φωνήν ἀφήσῃ,
μηδείς ἐπισκέψατω με τῶν συγγενῶν ἤ φίλων,
μηδείς μου τήν διάνοιαν ἑλκύσας ἀποσπάσῃ
τῆς θεωρίας τοῦ καλοῦ καί ὡραίου Δεσπότου,
μηδείς μοι βρῶμα δώσειε, μή πόμα μοι κομίσῃ.
Ἀρκέσει γάρ μοι τό θανεῖν ἔμπροσθεν τοῦ Θεοῦ μου,
Θεοῦ τοῦ ἐλεήμονος, Θεοῦ τοῦ φιλανθρώπου,
τοῦ κατελθόντος ἐπί γῆς ἁμαρτωλούς καλέσαι
καί σύν αὐτῷ εἰς τήν ζωήν εἰσαγαγεῖν τήν θείαν.
Οὐ θέλω ἔτι κατιδεῖν τό φῶς τοῦ κόσμου τούτου,
οὐδέ αὐτόν τόν ἥλιον, οὐδέ τά ἐν τῷ κόσμῳ˙
βλέπω γάρ τόν Δεσπότην μου, βλέπω τόν Βασιλέα,
βλέπω τόν ὄντως ὄντα φῶς καί παντός φωτός κτίστην,
βλέπω πηγήν παντός καλοῦ, βλέπω αἰτίαν πάντων,
βλέπω ἀρχήν τήν ἄναρχον, ἐξ ἧς παρήχθη πάντα,
δι᾿ ἧς ζωοῦνται καί τροφῆς ἅπαντα ἐμπιπλῶνται.
Τούτου γάρ τῷ βουλήματι γίνονται καί ὁρῶνται
καί τούτου τῷ θελήματι ἐκλείπουσι τά πάντα.
(218) Πῶς οὖν αὐτόν καταλιπών ἐξέλθω μου τῆς κέλλης;
Ἄφετέ με, θρηνήσομαι καί κλαύσομαι ἡμέρας
καί νύκτας, ἅς ἀπώλεσα ὁρῶν τό φῶς τοῦ κόσμου,
τό αἰσθητόν καί σκοτεινόν, ὅ ψυχήν οὐ φωτίζει,
οὗ καί τυφλοί τούς ὀφθαλμούς δίχα ἐν κόσμῳ ζῶσι
καί μεταστάντες ἔσονται τῶν νῦν βλεπόντων ἴσοι˙
ἐν ᾧ κἀγώ πλανώμενος ὅλος ἐνευφραινόμην,
ὅλως δέ εἶναι ἕτερον φῶς οὐκ ἐλογιζόμην,
ὅ καί ζωή, ὡς εἴρηται, ὑπάρχει καί αἰτία
τοῦ εἶναι, ὅ τι καί ἐστίν ἤ γνήσεται ὅλως,
καί ἤμην ὥσπερ ἄθεος ἀγνοῶν τόν Θεόν μου.
Νυνί δέ, ὡς ηὐδόκησεν ἄρρήτῳ εὐσπλαγχνίᾳ
ὀφθῆναι τῷ ἀθλίῳ μοι καί ἀποκαλυφθῆναι,
εἶδον καί ἔγνων ἀληθῶς Θεόν τῶν πάντων εἶναι,
Θεόν, ὅν οὐδείς τῶν ἐν τῷ κόσμῳ εἶδεν ἀνθρώπων.
Ἔξω τοῦ κόσμου γάρ ἐστιν, ἔξω φωτός καί σκότους,
ἔξω ἀέρος καί νοός καί αἰσθήσεως πάσης˙
διό οὖν ὑπό τήν αἴσθησιν κατιδών ἐγενόμην.
Οἱ οὖν ὑπό τήν αἴσθησιν ὄντες ἐάσατέ με
μή κέλλαν μόνον κλεῖσαί τε καί ἔνδοθεν καθίσαι,
ἀλλά καί λάκκον ὑπό γῆν ὀρύξαντα κρυβῆναι˙
κἀκεί διάγων ἔσομαι ἔξω παντός τοῦ κόσμου,
καί βλέπων τόν ἀθάνατον Δεσπότην μου καί Κτίστην
πόθῳ θανεῖν αἱρήσομαι, εἰδώς ὡς οὐ θανοῦμαι.
Τί οὖν μοι προσεγένετο ὄφελος ἐκ τοῦ κόσμου,
τί δέ καί νῦν κερδαίνουσιν οἱ ὄντες ἐν τῷ κόσμῳ;
Ὄντως οὐδέν, ἀλλά γυμνοί ἐνοικήσουσι τάφοις
καί ἀναστήσονται γυμνοί καί κριθήσονται πάντες,
(219) ὅτι ζωήν τήν ἀληθῆ, ὅτι τό φῶς τοῦ κόσμου,
Χριστόν λέγω, ἐάσαντες ἠγάπησαν τό σκότος
καί ἐν αὐτῷ περιπατεῖν ᾑρετίσαντο πάντες,
οἱ μή τό φῶς δεξάμενοι τό λάμψαν ἐν τῷ κόσμῳ,
ὅπερ ὁ κόσμος οὐ χωρεῖ οὐδέ ἰδεῖν ἰσχύει.
Διό ἐγκαταλείψατε καί ἄφετέ με μόνον,
παρακαλῶ, τοῦ κλαύσασθαι καί ἐκζητῆσαι τοῦτον,
πλουσίως τοῦ δοθῆναί μοι καί ἀφθόνως ὀφθῆναι.
Οὐ μόνον καθορᾶται γάρ, οὐ μόνον θεωρεῖται,
ἀλλά καί μεταδίδοται καί κατοικεῖ καί μένει
καί ἔστιν, ὥσπερ θησαυρός ἐν κόλπῳ κεκρυμμένος,
ὅν ὁ βαστάζων ἥδεται καί βλέπων τοῦτον χαίρει,
δοκεῖ καί πάντας καθορᾶν αὐτόν ἐγκεκρυμμένον.
Ἀλλ᾿ οὐχ ὁρᾶται ἅπασιν, οὐ ψηλαφᾶται ὅλως,
οὐ κλέπτης τοῦτον δύνασαι συλῆσαι, οὐ λῃστής τε
ἁρπάσαι, εἰ καί κτείνειε τόν βαστάζοντα τοῦτον˙
ἄν ἀφελέσθαι βουληθῇ, εἰς μάτην κοπιάσει
ἀνερευνῶν μαρσίππιον, ἀνερευνῶν χιτῶνας,
τήν ζώνην λύων ἀσφαλῶς ἀναζητῶν ἐκεῖνον,
κἄν τήν κοιλίαν τέμνειε, κἄν σπλάγχνα ψηλαφήσῃ,
εὑρεῖν ἐκεῖνον ἤ λαβεῖν ὅλως οὐκ ἐξισχύσει.
Ἔστι καί γάρ ἀόρατος, ἀκράτητος χερσί γε
καί ἀψηλάφητος ὁμοῦ, ψηλαφώμενος ὅλως˙
κρατεῖται δ᾿ ὅμως ἐν χερσί καί τότε τῶν ἀξίων,
τῶν δ᾿ ἀναξίων ἄπαγε, κεῖται καί ἐν παλάμῃ,
τό τί, ὤ θαῦμα, τό οὐ τί, ὄνομα γάρ οὐκ ἔχει.
Ἐκπλαγείς οὖν καί κατασχεῖν αὐτό ἐπιθυμήσας,
σφίγξας τήν χεῖρα ἔδοξα κρατῆσαί τε καί ἔχειν,
ἀλλά διέδρα μηδαμῶς κατασχεθέν χειρί μου,
καί λυπηθείς ἀνέῳξα τήν πυγμήν τῆς χειρός μου
(220) καί εἶδον πάλιν ἐν αὐτῇ, ὅπερ πρῴην ἑώρων˙
ὤ θαῦμα ἀνεκλάλητον, ὤ μυστηρίου ξένου!
Τί μάτην ταραττόμεθα, τί πλανώμεθα πάντες,
τί πρός τό φῶς κεχήναμεν, τό ἀναίσθητον τοῦτο,
οἱ ἐν αἰσθήσει νοερῷ τετιμημένοι λόγῳ;
Τί πρός τάς ὕλας βλέπομεν, τάς φθειρομένας ταύτας,
ἄϋλον ἔχοντες ψυχήν καί ἀθάνατον ὅλην;
Τί δέ ταῦτα θαυμάζομεν ὅλως ἀναισθητοῦντες
καί προτιμῶμεν ὡς τυφλοί τό βαρύ τοῦ σιδήρου
καί μάζης τούτου μέγεθος ὑπέρ μικρόν χρυσίον,
ἤ μαργαρίτην τίμιον ὡς ἀτίμητον χρῆμα,
καί οὐ ζητοῦμεν τόν μικρόν τοῦ σινάπεως κόκκον,
ὅ τιμιώτερόν ἐστι πάντων τῶν ὁρωμένων,
μεῖζον τῶν ἀοράτων τε πραγμάτων καί κτισμάτων;
Τί οὐ διδοῦμεν ἅπαντα καί λαμβάνομεν τοῦτον,
τί δέ καί ζῆν βουλόμεθα μή κεκτημένοι τοῦτον;
Κρεῖσσον θανεῖν, πιστεύσατε, πολλάκις, εἰς οἷόν τε,
καί μόνον τοῦτον κτήσασθαι, τόν μικρόν λέγω κόκκον.
Οὐαί γάρ τοῖς μή ἔχουσιν αὐτόν πεφυτευμένον
ἐν κόλπῳ τῆς ψυχῆς αὐτῶν, λιμώξουσι σφοδρῶς γάρ.
Οὐαί τοῖς μή βλαστήσαντα αὐτόν θεασαμένοις,
ὅτι γυμνοί τε στήσονται ὡς δένδρα φύλλων δίχα.
Οὐαί τοῖς μή πιστεύουσι τῷ λόγῳ τοῦ Κυρίου,
ὡς τοῦτον δένδρον γίνεσθαι καί κλάδους ἀποπέμπειν,
καί ἐκζητοῦσιν ἐν σπουδῇ καί νοός τῇ τηρήσει
τήν καθ᾿ ἡμέραν αὔξησιν τοῦ μικροῦ τούτου κόκκου,
ὅτι ζημιωθήσονται τούτου τήν ἐργασίαν,
ὡς δοῦλος ὁ τό τάλαντον κατορύξας ἀφρόνως˙
ὧν εἷς ὑπάρχω δή κἀγώ, ἀμελῶν ἀσυγχύτως˙
ὦ φῶς τό τρισυπόστατον, Πάτερ, Υἱέ καί Πνεῦμα,
ὦ τῆς ἀρχῆς ἡ ἄναρχος ἀρχή καί ἐξουσία,
(221) ὦ φῶς ἀκατονόμαστον ὡς ἀνώνυμον πάντῃ,
ὦ αὖθις πολυώνυμον ὡς ἐνεργοῦν τά πάντα,
ὦ δόξα μία καί ἀρχή, κράτος καί βασιλεία,
ὦ φῶς ὡς ἕν καί θέλημα, γνώμη, βουλή, ἰσχύς τε,
ἐλέησον, οἰκτείρησον ἐμέ τόν τεθλιμμένον!
Πῶς γάρ ἵνα μή θλίβωμαι, πῶς ἵνα μή λυπῶμαι,
τοσαύτης σου χρηστότητος, ἐλέους σου τοσούτου
καταφρονῶν καί ῥᾳθυμῶν, ὁ ἀγνώμων καί τάλας
καί χαύνως πορευόμενος ὁδῷ τῶν ἐντολῶν σου;
Ἀλλά καί νῦν σπλαγχνίσθητι καί νῦν ἐλέησόν με
καί θέρμην τῆς καρδίας μου ἐξάναψον, Χριστέ μου,
ἥν ἔσβεσεν ἡ ἄνεσις σαρκός μου τῆς ἀθλίας,
ὕπνος καί κόρος τῆς γαστρός καί οἴνου πολλοῦ πόσις.
Ταῦτα καί φλόγα ἔσβεσαν εἰς ἅπαν τῆς ψυχῆς μου
καί τήν πηγήν ἐξήραναν, τήν βρύσιν τῶν δακρύων˙
καί γάρ ἡ θέρμη πῦρ γεννᾷ, τό δέ πῦρ αὖθις θέρμην,
καί ἐξ ἀμφοῖν ἀνάπτεται φλόξ, πηγή τῶν δακρύων.
Ἡ φλόξ βλαστάνει νάματα, τά νάματα δέ φλόγα˙
ἐν οἷς ἀδολεσχία με ἀνήγαγε τῶν θείων,
μελέτη σου τῶν ἐντολῶν αὖθις καί προσταγμάτων,
ἡ τήρησις μετάνοιαν ὡς συνεργόν λαβοῦσα,
καί ἔστησαν ἐν μέσῳ με τῶν ὄντων καί μελλόντων,
ὅθεν ἐκ τῶν ὁρωμένων τε γεγονώς αἴφνης ἔξω
εἰς φόβον περιέπεσον βλέπων, ὅθεν ἐρρύσθην.
Τά μέλλοντα μακρόθεν δέ ὄντα πάντως ἑώρων,
κἀκεινά μοι καταλαβεῖν ποθοῦντι πῦρ ἀνήφθη
τοῦ πόθου, καί κατά μικρόν φλόξ ἀρρήτως ὡράθη
- ἐν τῷ νοΐ μου πρότερον, ὕστερα δ᾿ ἐν καρδίᾳ -
καί ἔβλυζε τά δάκρυα ἡ φλόξ τοῦ θείου πόθου
καί ἄφθεγκτον τόν γλυκασμόν σύν αὐτοῖς μοι παρεῖχεν.
Θαρρήσας οὖν ἐν ἐμαυτῷ, ὡς οὐ σβέννυται ὅλως,
καλῶς καί γάρ ἐκκαίεται, εἶπον, καί ῥᾳθυμήσας
(222) ὕπνῳ καί κόρῳ τῆς γαστρός ἐδουλώθην ἀφρόνως,
ὑποχαλάσας οἴνῳ τε πλειόνως ἐχρησάμην˙
οὐ μεθυσθείς, πλήν κορεσθείς, καί εὐθύς ἀπεσβέσθη
τό θαῦμα τοῦτο τό φρικτόν, ὁ ἐγκάρδιος πόθος,
ἡ φλόξ ἡ μέχρις οὐρανοῦ φθάνουσα καί ἐντός μου
ἐκκαιομένη μέν σφοδρῶς, οὐ κατακαίουσα δέ
τήν ἐν τοῖς σπλάγχνοις οὖσάν μου οὐσίαν τήν χορτώδη,
ἀλλ᾿ ὅλην, ὤ τοῦ θαύματος, εἰς φλόγα μετεποίει,
καί χόρτος ψαύων τοῦ πυρός οὐκ ἐκαίετο ὅλως,
μᾶλλον δέ πῦρ ἐν ἑαυτῷ περιλαμβάνον χόρτον
ἡνοῦτο καί ἀνάλωτον αὐτόν ὅλον ἐτήρει.
Ὤ θείου δύναμις πυρός, ὤ ἐνεργείας ξένης!
Ὁ λύων πέτρας καί βουνούς ἀπό μόνου τοῦ φόβου
καί ἀπό τοῦ προσώπου σου, ὤ Χριστέ, ὁ Θεός μου,
πῶς χόρτῳ ἀναμίγνυσαι θείᾳ ὅλως οὐσίᾳ
φωτί ὅλως ἀστέκτῳ τε ὁ ἐνοικῶν Θεός μου;
Πῶς μένων ἀναλλοίωτος, ἀπρόσιτος εἰς ἅπαν
φυλάττεις ἀκατάφλεκτον τοῦ χόρτου τήν οὐσίαν,
καί ἀναλλοίωτον τηρῶν ἀλλοιοῖς ὅλον τοῦτον,
καί μένων χόρτος ἔστι φῶς, οὐχί τό φῶς δέ χόρτος,
ἀλλά τῷ χόρτῳ σύ τό φῶς ἀσυγχύτως ἑνοῦσαι,
καί χόρτος γίνεται ὡς φῶς μεταβληθείς ἀτρέπτως;
Οὐ φέρω σου τά θαύματα τῇ σιωπῇ καλύπτειν,
οὐ δύναμαι τοῦ μή λαλεῖν τήν σήν οἰκονομίαν,
ἥν μετ᾿ ἐμοῦ ἐποίησας, τοῦ ἀσώτου καί πόρνου˙
καί τῆς φιλανθρωπίας σου τόν ἀκένωτον πλοῦτον
μή διηγεῖσθαι ἅπασιν οὐ στέγω, λυτρωτά μου!
Βούλομαι γάρ τόν σύμπαντα κόσμον λαβεῖν ἐκ τούτου
καί μή κενόν τούτου τινά ὅλως καταλειφθῆναι,
πλήν πρῶτον, ὦ παμβασιλεῦ, ἐν ἐμοί πάλιν λάμψον,
ἐνοίκησον καί φώτισον τήν ταπεινήν ψυχήν μου,
(223) δεῖξον θεότητος τῆς σῆς τρανῶς τό πρόσωπόν μοι
καί ἀοράτως ὅλος μοι φάνηθι, ὤ Θεέ μου!
Οὐδ᾿ ὅλως γάρ ὁρᾶσαί μοι, ὅλος δέ φαίνεσαί μοι˙
ἄληπτος ὤν ὅλος ληπτός θέλεις καί γίνεσαί μοι,
ἀχώρητος ὤν τῷ παντί μικρόν οὖν ὄντως γίνῃ,
καί ἐν χερσί μου οἱονεί καί ἐν τοῖς χείλεσί μου
ὥσπερ μαζός φωτοειδής καί γλυκασμός ὁρᾶσαι,
ἀστράπτων καί στρεφόμενος, ὤ μυστηρίου ξένου!
Δός μοι σαυτόν οὕτω καί νῦν, ὅπως ἐμφορηθῶ σου,
ὅπως καταφιλήσω σου καί κατασπάσομαί σου
τήν δόξαν τήν ἀπόρρητον, τό φῶς τοῦ σοῦ προσώπου,
καί ἐμπλησθῶ καί μεταδῶ τότε τοῖς ἄλλοις πᾶσι
καί μεταστάς ἔλθω πρός σέ, ὅλος δεδοξασμένος,
ἐκ τοῦ φωτός σου φῶς κἀγώ γεγονώς παραστῶ σοι
καί τότε τούτων τῶν πολλῶν κακῶν ἀμεριμνήσω,
φόβου ἀπαλλαγήσομαι τοῦ μή πάλιν τραπῆναι.
Ναί, τοῦτο δός μοι, Δέσποτα, ναί, τοῦτο χάρισαί μοι,
ὁ τἆλλα πάντα δωρεάν δούς μοι τῷ ἀναξίῳ.
Τούτου γάρ χρεία μάλιστα, τοῦτο τό πᾶν καί ἔστιν˙
εἰ γάρ καί νῦν ὁρᾶσαί μοι, εἰ γάρ καί νῦν σπλαγχνίζῃ,
εἰ γάρ καί νῦν φωτίζεις με καί μυστικῶς διδάσκεις
καί σκέπεις καί φυλάττεις με τῇ κραταιᾷ χειρί σου
καί συμπαρῇς καί δαίμονας τρέπεις καί ἀφανίζεις
καί πάντα ὑποτάσσεις μοι καί πάντα μοι παρέχεις
καί ἐμπιπλᾷς τῶν ἀγαθῶν ἁπάντων, ὦ Θεέ μου,
ἀλλά οὐδέν μοι ὄφελος τούτων, εἰ μή μοι δώσεις
ἀνεπαισχύντως παρελθεῖν τοῦ θανάτου τάς πύλας.
Εἰ μή ὁ ἄρχων ἔλθοιε τοῦ σκότους καί τήν δόξαν
ἴδοι συνοῦσάν μοι τήν σήν καί αἰσχυνθῇ εἰς ἅπαν,
ὁ σκοτεινός καταφλεχθείς ἀπροσίτῳ φωτί σου,
καί αἱ δυνάμεις ἅπασαι σύν αὐτῷ ἐναντίαι
(224) τραπήσονται σημείωσιν σφραγῖδος σῆς ἰδοῦσαι,
κἀγώ δέ διελεύσομαι θαρρῶν τῇ χάριτί σου,
ἀτρέμας ὅλος, καί πρός σέ ἐγγίσω καί προσπέσω,
τί μοι τῶν νῦν τό ὄφελος ἐν ἐμοί γινομένων;
Ὄντως οὐδέν, ἀλλά τό πῦρ ἀναψουσί μοι πλέον.
Ὁ γάρ ἐλπίζων ἀγαθῶν καί αἰωνίου δόξης
ἐν μετοχῇ ὑπάρχειν με καί δοῦλόν σου καί φίλον,
εἰ στερηθῶ πάντων ὁμοῦ καί σοῦ αὐτοῦ, Χριστέ μου,
πῶς οὐχί χείρων ἔσται μοι τῶνἀπίστων ἡ θλῖψις,
τῶν μή ἐπεγνωκότων σε, τῶν μή τό φῶς σου λάμψαν
ἰδόντων καί γλυκύτητος τῆς σῆς ἐμφορηθέντων;
Εἰ δέ τυχεῖν μοι γένηται τῶν ἀρραβώνων τούτων
τά τέλη καί τά ἔπαθλα ἀπολήψεσθαι, Σῶτερ,
ἅ ἐπηγγείλω τοῖς εἰς σέ, Χριστέ, πεπιστευκόσι,
τότε κἀγώ μακάριος ἔσομαι καί αἰνέσω
σέ, τόν Πατέρα καί Υἱόν καί τό Ἅγιον Πνεῦμα,
Θεόν τόν ἕνα ἀληθῶς εἰς αἰῶνας αἰώνων,
ἀμήν.

*** 

ΚΘ'.
Ὅτι μόνοις ἐκείνοις καταφανῆ τά τῶν θείων πραγμάτων, οἷς διά τῆς μετουσίας τοῦ Ἁγίου Πνεύματος ὅλοις ὅλος ἡνώθη Θεός. (225)

Πόθεν ἔρχῃ, πῶς εἰσέρχῃ,
ἔνδοθεν τῆς κέλλης λέγω
πάντοθεν ἠσφαλισμένης;
Ξένον γάρ καί τοῦτο ἔστιν
ὑπέρ λόγον, ὑπέν νοῦν τε.
Τό δ᾿ ἐντός μου γίνεσθαί σε
ὅλον αἴφνης καί ἐκλάμπειν
καί φωτοειδῆ ὁρᾶσθαι
ὡς ὁλόφωτον σελήνην,
τοῦτο ἄνουν, ἄφωνόν με
ἀπεργάζεται, Θεέ μου.
Οἶδα, ὅτι σύ ὑπάρχεις
ὁ ἐλθών, ἵνα φωτίσῃς
τούς ἐν σκότει καθημένους,
καί ἐξίσταμαι καί ἔξω
γίνομαι φρενῶν καί λόγων,
ὅτι βλέπω θαῦμα ξένον,
πᾶσαν κτίσιν, πᾶσαν φύσιν,
πάντα λόγον ὑπερβαῖνον.
Ὅμως ἄρτι πᾶσι λέξω,
(226) ἅ χαρίζῃ μοι λαλῆσαι˙
Ὦ ἀνθρώπων ἅπαν γένος,
βασιλέων καί ἀρχόντων,
πλούσιοί τε πένητές τε,
μοναχοί καί κοσμικοί τε,
πᾶσα γλῶσσα γηγενῶν με
νῦν ἀκούσατε λαλοῦντα,
μέγεθος φιλανθρωπίας
τοῦ Θεοῦ διηγούμενον!
Ἥμαρτον αὐτῷ ὡς ἄλλος
ἄνθρωπος οὐδείς ἐν κόσμῳ˙
μή με ταπεινώσει ταῦτα
ὑπολάβῃς τις τοῦ λέγειν,
ἀληθείᾳ ἥμαρτον γάρ
ὕπερ ἅπαντας ἀνθρώπους
πᾶσαν πρᾶξιν ἁμαρτίας,
ἵνα συνελών σοι εἴπω,
καί κακίας εἰργασάμην.
Πλήν ἐκάλεσέ με, οἶδα,
καί ὑπήκουσα εὐθέως.
Ποῦ δέ κεκληκέναι τοῦτον
ὑπενόησας εἰπεῖν με;
Μή πρός δόξαν τήν τοῦ κόσμου
ἤ τρυφάς με ἤ ἀνέσεις,
ἀλλά μή πρός πλοῦτον ὅλως
ἤ φιλίαν με ἀρχόντων
ἤ πρός ἄλλο τι τῶν ὧδε
ἐν τῷ βίῳ ὁρωμένων;
Ἄπαγε τῆς βλασφημίας!
Πρός μετάνοιαν δέ εἶπον,
ὅτι κέκληκέ με μᾶλλον,
καί εὐθέως τῷ καλοῦντι
ἠκολούθησα Δεσπότῃ˙
(227) τρέχοντι οὖν κατέτρεχον,
φεύγοντι οὖν ἐδίωκον
ὡς τόν λαγωόν ὁ κύων.
Μακρυθέντος ἀπ᾿ ἐμοῦ δέ
καί κρυβέντος τοῦ Σωτῆρος
οὐκ ἀπήλπιζον ἔγωγε,
οὐδ᾿ ὡς ἀπολέσας τοῦτον
ἐστρεφόμην εἰς τοὐπίσω,
ἀλλ᾿ ἐν ᾧ εὑρέθην τόπῳ
καθεζόμενος ἐθρήνουν,
ἔκλαιον καί ἀντεκάλουν
τόν κρυβέντα μοι Δεσπότην.
Οὕτως οὖν κυλινδομένῳ
καί βοῶντί μοι ὡρᾶτο,
ἔγγιστά μου πλησιάσας.
Τοῦτον βλέπων ἀνεπήδων,
ὥρμων δράξασθαι αὐτοῦ δέ,
ἔφευγεν ἐκεῖνος τάχος,
ἔτρεχον ἐγώ εὐτόνως,
ἐδρασσόμην οὖν πολλάκις
τοῦ κρασπέδου τούτου φθάνων,
ἵστατο μικρόν ἐκεῖνος,
ἔχαιρον ἐγώ μεγάλως,
καί ἀφίπτατο, καί πάλιν
κατεδίωκον καί οὕτως
ἀπιόντος, ἐρχομένου,
κρυπτομένου, φαινομένου
οὐκ ἐστράφην εἰς τοὐπίσω,
οὐ κατώκνησα οὐδ᾿ ὅλως,
οὐκ ἐνέδωκα τοῦ τρέχειν,
οὐδ᾿ ὡς πλάνον ἡγησάμην
(228) ἤ πειράζοντά με ὅλως,
ἀλλά πάσῃ μοι ἰσχύϊ,
ἀλλά πάσῃ μου δυνάμει
μή ὁρώμενον ἐζήτουν,
τάς ὁδούς περιεσκόπουν
καί φραγμούς, τό ποῦ φανεῖται˙
ἐπληρούμην τε δακρύων
καί τούς πάντας ἐπηρώτων,
τούς ποτε αὐτόν ἰδόντας.
Τίνας δέ ὑπολαμβάνεις
λέγειν με, ὅτι ἠρώτων;
Τούς σοφούς τοῦ κόσμου τούτου
ἤ τούς γνωστικούς με οἴει;
Οὔμενουν, ἀλλά προφήτας,
ἀποστόλους καί πατέρας,
τούς σοφούς ἐν ἀληθείᾳ,
τούς αὐτήν ἐκείνην ὅλην
τήν σοφίαν κεκτημένους,
ὅς ἐστίν αὐτός ἐκεῖνος
ὁ Χριστός Θεοῦ σοφία.
Τούτους οὖν μετά δακρύων
καί σφοδροῦ καρδίας πόνου
ἐπηρώτων τοῦ εἰπεῖν μοι,
ποῦ ποτε αὐτόν κατεῖδον
ἤ ἐν ποίῳ τοῦτον τόπῳ
εἴτε πῶς καί ποίῳ τρόπῳ˙
καί λεγόντων μοι ἐκείνων
ἔτρεχον δυνάμει πάσῃ,
οὐκ ἐκάθευδον οὐδ᾿ ὅλως,
ἀλλ᾿ ἐβίαζον ἐμαυτόν.
Ὅθεν βλέπων μου τόν πόθον
(229) καθωρᾶτό μοι μετρίως,
ὅνπερ βλέπων - ὡς προεῖπον -
κατεδίωκον εὐτόνως.
Ὡς οὖν εἶδέ με τά πάντα
εἰς οὐδέν ἡγησάμενον,
ἀλλά πάντα τά ἐν κόσμῳ,
σύν αὐτῷ τῷ κόσμῳ λέγω,
καί τούς ἐν τῷ κόσμῳ πάντας
ὡς μή ὄντας ἐν αἰσθήσει
λογιζόμενον ἐκ ψυχῆς
καί τοῦ κόσμου χωρισθέντα
τῇ τοιαύτῃ διαθέσει,
ὅλος ὅλῳ μοι ὡράθη,
ὅλος ὅλῳ μοι ἡνώθη
ὁ τοῦ κόσμου πέλων ἔξω
καί τόν κόσμον περιφέρων
μετά τῶν ἐν κόσμῳ πάντων
καί χειρί συνέχων μόνῃ
ὁρατά σύν ἀοράτοις.
Οὗτος οὖν, ἀκούσατέ μου,
συναντήσας εὕρατό με˙
πόθεν, πῶς ἐλθών, οὐ οἶδα.
Πῶς γάρ ἔμελλον εἰδέναι,
πόθεν ἦλθεν, ὅν ἀνθρώπων
οὐδείς πώποτε οὐκ εἶδεν,
οὔτε ἔγνω ποῦ ὑπάρχει,
ποῦ ποιμαίνει, ποῦ κοιτάζει;
Ὅλως γάρ οὐ καθορᾶται,
ὅλως οὐ κατανοεῖται,
ἐνοικεῖ δέ ἀπροσίτῳ
ἐν φωτί καί φῶς ὑπάρχει
(230) τρισυπόστατον ἀφράστως
ἐν ἀπεριγράπτοις χώροις,
ἀπερίγραπτος Θεός μου,
εἷς Πατήρ, Υἱός ὡσαύτως,
σύν τῷ Πνεύματι τῷ Θείῳ,
ἕν τά τρία καί τά τρία
εἷς Θεός ἀνερμηνεύτως.
Λόγος γάρ οὐκ ἐξισχύει
τά ἀνέκφραστα ἐκφράσαι,
οὐδέ νοῦς σαφῶς νοῆσαι˙
τά γάρ ἐν ἡμῖν σοι μόλις
ἐξειπεῖν ποσῶς ἰσχύω,
ἑρμηνεῦσαι δέ σοι ταῦτα
οὔτ᾿ ἐγώ, οὔτε τις ἄλλος
τοῦτο ὅλως ἐξισχύσει.
Πῶς Θεός τῶν πάντων ἔξω,
τῇ οὐσίᾳ καί τῇ φύσει,
τῇ δυνάμει καί τῇ δόξῃ,
πανταχοῦ δέ πῶς καί ἐν πᾶσι,
κατ᾿ ἐξαίρετον δέ τούτων
ἐνοικεῖ ἐν τοῖς ἁγίοις
καί σκηνεῖ γνωστῶς ἐν τούτοις
καί οὐσιωδῶς, ὁ πάμπαν
ὑπερούσιος ὑπάρχων;
Πῶς συνέχεται ἐν σπλάγχνοις
ὁ συνέχων πᾶσαν κτίσιν,
πῶς δέ λάμπει ἐν καρδίᾳ,
τῇ σαρκίνῃ καί παχείᾳ,
πῶς καί ἔνδον ταύτης ἔστι,
πῶς καί ἔξω πέλει πάντων
καί πληροῖ αὐτός τά πάντα,
(231) ἐν νυκτί καί ἐν ἡμέρᾳ
καί λάμπει καί οὐ καθορᾶται;
Ταῦτα πάντα νοῦς, εἰπέ μοι,
ὁ ἀνθρώπινος νοήσει
ἤ εἰπεῖν σοι ἐξισχύσει;
Οὔμενουν, οὐκ ἄγγελός σοι,
οὐκ ἀρχάγγελος ἐξείποι,
οὐδέ παραστῆσαι ταῦτα
διά λόγου δυνηθείη.
Ταῦτα οὖν Θεοῦ τό Πνεῦμα,
Θεῖον ὄν, μόνον γινώσκει
καί ἐπίσταται ὡς μόνον
συμφυές καί σύνθρονόν τε
καί συνάναρχον ὑπάρχον
τῷ Υἱῷ καί τῷ Πατρί δέ˙
οἷς οὖν λάμψει τοῦτο αὖθις,
οἷς καί συναφθῇ πλουσίως
πάντα δείκνυσιν ἀφράστως,
ἔργῳ σοι τά πάντα λέγω.
Ὥσπερ γάρ τυφλός, εἰ βλέψει,
βλέπει μέν τό φῶς ἐν πρώτοις,
ἔπειτα καί πᾶσαν κτίσιν,
τήν ἐν τῷ φωτί - ὤ θαῦμα! -
οὕτως ὁ λαμφθείς τῷ Θείῳ
Πνεύματι ψυχήν εὐθέως
τοῦ φωτός ἐν μετουσίᾳ
γίνεται καί φῶς θεᾶται,
φῶς Θεοῦ, Θεόν τε πάντως,
ὅς καί δείκνυσι τά πάντα,
μᾶλλον δέ ὅσα κελεύει,
ὅσα βούλεται καί θέλει.
(232) Οὕς φωτίσει τῇ ἐλλάμψει,
τούτοις δίδωσι τό βλέπειν
τά ἐν τῷ φωτί τῷ θείῳ.
Ἀναλόγως τῆς ἀγάπης,
φυλακῆς τῶν ἐντολῶν δέ,
φωτιζόμενοι ὁρῶσι
καί μυοῦνται ἀποκρύφων
μυστηρίων θείων βάθος.
Ὥσπερ εἴ τις ἐν οἰκίᾳ
σκοτεινῇ κρατῶν εἰσέλθοι
ἐν χειρί αὐτοῦ λαμπάδα,
ἤ προάγοντος ἑτέρου
καί κατέχοντος τόν λύχνον,
αὐτός καθορᾷ τά ἔνδον
τῆς οἰκίας ὄντα, οὕτως
ὁ λαμπόμενος ἀκτῖσι
νοητοῦ φαιδρῶς ἡλίου
βλέπει τά τοῖς ἄλλοις πᾶσιν
ἀγνοούμενα καί λέγει,
πλήν οὐ πάντα, ἀλλά ὅσα
λόγῳ φράσαι δυνηθείη.
Τίς γάρ πώποτε δηλῶσαι
τά ἐκεῖσε ἐξισχύσει
οἷα, ὅσα, ποταπά τε,
ἀκατάληπτά τε ὄντα
καί ἀόρατα τοῖς πᾶσιν;
Ἀνειδέων γάρ τό εἶδος,
τήν ποσότητα ἀπόσων,
κάλλος ἀκατανοήτων
τἰς νοήσει, πῶς μετρήσει,
πῶς εἰπεῖν ὅλως ἰσχύσει;
Τῶν ἀμόρφων τάς μορφάς δέ
(233) πῶς τῷ λόγῳ διαγράψει;
Πάντως οὐδαμῶς, ἐρεῖς μοι.
Ἀλλ᾿ ἐκεῖνοι μόνοι ταῦτα
ἴσασιν οἱ καθορῶντες.
Διό μή λόγοις, ἀλλ᾿ ἔργοις
σπεύσωμεν τοῦ ἐκζητῆσαι,
ἰδεῖν τε καί διδαχθῆναι
θείων μυστηρίων πλοῦτον,
ὅν δωρεῖται ὁ Δεσπότης
τοῖς ἐμπόνως ἐκζητοῦσι
καί παντός τοῦ κόσμου λήθην
καί τῶν ἐν αὐτῷ πραγμάτων
ἐναργῶς προσκτησαμένοις.
Ὁ γάρ ἐκζητῶν ἐκεῖνα
ὁλοψύχῳ προαιρέσει,
πῶς οὐχί τῶν τῇδε πάντων
ἀληθῶς ἀμνημονήσει
καί γυμνόν τόν νοῦν ἐκ τούτων
κτήσεται καί πάντων ἔξω
εὑρεθήσεται εὐθέως
μόνος; Ὅν ἰδών ὁ μόνος
Θεός μόνον δι᾿ ἐκεῖνον
γεγονότα καί τόν κόσμον
ἀρνησάμενον καί πάντα
τά τοῦ κόσμου, μόνος μόνον
εὑρηκώς ἑνοῦται τούτῳ.
Ὤ φρικτῆς οἰκονομίας,
ὤ χρηστότητος ἀρρήτου!
Τά δ᾿ ἐντεῦθεν μή ἐρώτα,
μή ἐρεύνα, μή ἐκζήτει!
Εἰ γάρ πλῆθος τῶν ἀστέρων
ἤ ὅλως ὑετοῦ σταγόνας
(234) εἴτε ψάμμον ἀριθμῆσαι,
ἀλλά καί λοιπῶν κτισμάτων
τά μεγέθη τε καί κάλλη
ἤ τάς φύσεις καί τάς θέσεις
ἤ τάς τούτων τε αἰτίας,
ὡς εἰσίν, οὐδείς ἰσχύσει
ἤ εἰπεῖν ἤ ἐννοῆσαι,
πῶς τοῦ κτίστου δυνηθείη
ἐξειπεῖν τήν εὐσπλαγχνίαν,
ἥν ἐνδείκνυται, μεθ᾿ ὧνπερ
ἑνωθῇ ψυχῶν ἁγίων;
Πάντως γάρ θεοῖ κἀκείνας
τῇ ἑνώσει τῇ οἰκείᾳ˙
θεωθείσης ψυχῆς τοίνυν
ὁ βουλόμενος τοῦ λέγειν
τρόπους ταύτης ἤ τήν φύσιν,
τήν διάθεσιν, τήν γνώμην,
ἤ τά κατ᾿ αὐτήν σοι πάντα
διηγεῖσθαι, ὡς οὐκ οἶδε,
ποταπός σοι διά λόγου παραστῆσαι
ὁ Θεός ἐστιν, πειρᾶται.
Ἀλλ᾿ οὐκ ἔξεστι τοιαῦτα
ἐκζητεῖν τούς ἐν τῷ κόσμῳ
ἤ τούς κατά σάρκα ζῶντας,
ἀλλά πίστει μόνῃ ταῦτα
δεχομένους ἐκμιμεῖσθαι
βίους τῶν ἁγίων πάντων,
δάκρυσι καί μετανοίᾳ
καί λοιπῇ σκληραγωγίᾳ,
πειρασμῶν ὑπομονῇ τε
τρέχειν, ὅπως ἔξω κόσμου
γένωνται, ὡς εἴρηταί μοι,
καί εὑρήσουσιν, ὡς εἶπον,
(235) ἅπαντα ἀπαραλείπτως.
Ἐκπλαγήσονται δ᾿ εὑρόντες
καί θαυμάσονται, κἀμοῦ δέ
τοῦ ἀθλίου ὑπερεύξονται,
ἵνα τούτων μή ἐκπέσω,
ἀλλ᾿ αὐτῶν ἐκείνων τύχω,
ὧνπερ καί τυχεῖν ἐπόθουν
καί ποθῶ καί πόθῳ πόθον
ἀμαυρῷ καί ἀπαμβλύνω.
Ἤκουσάς ποτε τοιοῦτον;
Πόθος γάρ πόθον ἀνάπτει
καί τό πῦρ τρέφει τήν φλόγα˙
ἐν ἐμοί δ᾿ οὐκ ἔστιν οὕτως,
ἀλλά - πῶς εἰπεῖν οὐκ ἔχω -
ἔρωτος τό ὑπερβάλλον
σβέννυσι τόν ἔρωτά μου.
Οὐκ ἐρῶ γάρ, ὅσον θέλω,
καί λογίζομαι μηδ᾿ ὅλως
ἔρωτα Θεοῦ κεκτῆσθαι.
Ἐκζητῶν δέ ἀκορέστως
τοῦ ἐρᾶν με, ὅσον θέλω,
προσαπόλλω καί ὅν εἶχον
ἔρωτα θεοῦ, ὤ θαῦμα!
Ὥσπερ θησαυρόν ὁ ἔχων
καί φιλάργυρος τυγχάνων,
ὅτι μή τά πάντα ἔχει,
οὐ δοκεῖ τι ὅλως ἔχειν,
κἄν πολύ χρυσίον ἔχῃ,
οὕτω δή δοκῶ πανθάνειν
ὁ ταλαίπωρος ἐν τούτῳ,
ὅτι μή ποθῶ, ὡς θέλω,
μηδέ ὅσον πάντως θέλω,
οὐ δοκῶ ποθεῖν κἄν ὅλως.
(236) Τό ποθεῖν οὖν ὅσον θέλω
ὑπέρ πόθον πόθος ἔστι,
καί βιάζω μου τήν φύσιν,
ὑπέρ φύσιν ἀγαπῆσαι˙
ἀσθενοῦσα δέ ἡ φύσις
καί αὐτῆς ἀποστερεῖται
ἧσπερ κέκτηται ἰσχύος,
καί νεκροῦται παραδόξως
ζῶν ὁ ἔρως τότε μᾶλλον˙
ζῇ γάρ ἐν ἐμοί καί θάλλει.
Πῶς σοι εἴπω, ὅτι θάλλει;
Ἀπορῶ παραδειγμάτων.
Τοῦτο μόνον δέ σοι φράσω,
ὅτι λόγῳ τά τοιάδε
πᾶς ἀδυνατεῖ ἐκφράζειν.
Δῴη ἅπασιν ὁ μόνος
Θεός ὤν καί τῶν τοιούτων,
ἀγαθῶν ὑπάρχων ὄντως
παροχεύς τοῖς ἐκζητοῦσι
μετανοίᾳ τά τοιαῦτα,
τοῖς πενθοῦσι καί θρηνοῦσι
καί καλῶς καθαιρομένοις
ἀπολαῦσαι τῶν τοιούτων,
ἐν μεθέξει γενομένοις
ἀπ᾿ ἐντεῦθεν ἐν αἰσθήσει
καί συνεκδημῆσαι τούτοις
καί ἐν τούτοις καταπαῦσαι
καί ζωῆς ἐπαπολαῦσαι
αἰωνίου καί τῆς δόξης
κοινωνούς τῆς ἀπορρήτου
διά τούτων εὑρεθῆναι!
Ἄμήν.

***

Λ'. Πρός ἕνα τῶν μαθητῶν, ὅτι ταῖς καθαρθείσαις ψυχαῖς διά δακρύων καί μετανοίας προσψαῦσαν τό θεῖον τοῦ Πνεύματος πῦρ δράσσεται αὐτῶν καί πλεον καθαίρει, φωτίζον τά ὑπό τῆς ἁμαρτίας ἐσκοτισμένα μέρη αὐτῶν καί τά τραύματα ἐξιώμενον εἰς τελεῖαν φέρει συνούλωσιν, ὡς τῷ θείῳ κάλλει ὑπεραστράπτειν αὐτάς. (237)
 
Ἔστι πῦρ τό θεῖον ὄντως,
ὅπερ εἶπεν ὁ Δεσπότης,
ὅτι ἦλθεν ἵνα βάλῃ
ἐπί ποίαν γῆν, εἰπέ μοι˙
ἐπί τούς ἀνθρώπους πάντως,
τούς τά γήϊνα φρονοῦντας,
ὅπερ ἤθελε καί θέλει
τοῦ ἀνάπτεσθαι ἐν πᾶσιν.
Ἄκουσον καί γνῶθι, τέκνον,
θείων μυστηρίων θάθος!
Τό οὖν πῦρ τοῦτο τό θεῖον
ποταπόν εἶναι λογίζῃ;
Ἆρα ὁρατόν ἤ κτιστόν
ἤ ληπτόν ὑπολαμβάνεις;
Οὐμενοῦν καί γάρ ὑπάρχεις
ἐν μυήσει τοῦ τοιούτου
καί ἐπίστασαι βεβαίως
ἄληπτον αὐτό ὑπάρχειν,
(238) ἄκτιστον, ἀόρατόν γε,
ἄναρχόν τε καί ἄϋλον,
ἀναλλοίωτον εἰς ἅπαν,
ἀπερίγραπτον ὡσαύτως,
ἄσβεστον, ἀθάνατον,
ἀπερίληπτον πάντῃ,
ἔξω πάντων τῶν κτισμάτων,
τῶν ἐνύλων καί ἀΰλων,
ὁρατῶν καί ἀοράτων,
ἀσωμάτων καί ἐνσάρκων,
ἐπιγείων, οὐρανίων˙
τούτων πάντων ἔστιν ἔξω
κατά φύσιν, κατ᾿ οὐσίαν,
ναί δή, καί κατ᾿ ἐξουσίαν.
Τοῦτο οὖν ἐν ποίᾳ ὕλῃ
ἐμβληθήσεται, εἰπέ μοι;
Ἐν ψυχαῖς ἐχούσαις ἄρα
ἔλεον δαψιλεστάτως
καί πρό τούτου καί σύν τούτῳ
πίστιν, ἔργα τε τήν πίστιν
βεβαιοῦντα κεκτημέναις
ταύταις, ὡσεί λύχνῳ πλήρει
καί ἐλαίου καί στυπείου
πῦρ ἐμβάλλει ὁ Δεσπότης,
ὅ ὁ κόσμος οὐ κατεῖδεν
οὐδέ κατιδεῖν ἰσχύει
(Κόσμον λέγω τούς ἐν κόσμῳ
καί τά κοσμικά φρονοῦντας).
Ὥσπερ ἅπτει δέ ὁ λύχνος,
ἐν τοῖς αἰσθητοῖς σοι λέγω,
ὅταν τῷ πυρί προσψαύσῃ,
(239) οὕτω καί πνευματικῶς μοι νόει
λέγειν ταῖς ψυχαῖς προσψαύειν
καί ἀνάπτειν πῦρ τό θεῖον.
Πρίν προσψαύσῃ, πῶς ἀνάψει;
Πρίν βληθῇ δέ, πῶς προσψαύσει;
Ὄντως οὐδαμῶς, οὐδ᾿ ὅλως!
Ὅταν δέ ὁ λύχνος ἅπτῃ
καί τρανῶς φωτίζῃ πάντας,
καί τό ἔλαιον ἐκλείψῃ,
οὐ σβεσθήσεται ὁ λύχνος;
Θέα μοι καί ἄλλο μεῖζον,
ὅ φοβεῖ με πλέον πάντων!
Φαίνοντά μου λύχνον μέγα
ἐν ἐλαίου δαψιλείᾳ,
ἀφθονίᾳ τε στυπείου,
μῦς ἐλθών ἤ ἕτερόν τι
ἤ κατέστρεψε τόν λύχνον
ἤ κατά μικρόν ἐκλεῖξαν
ἔπιε τό ἔλαιόν τε
ἔφαγέ τε τό στυπεῖον
καί τήν λαμπάδα ἔσβεσε.
Τό δ᾿ ἔτι θαυμαστότερον,
ὅτι τό στυπεῖον ὅλον,
ὅπερ θρυαλλίς καλεῖται,
ἐμπεσόν ἐν τῷ ἐλαίῳ
σβέννυται τό πῦρ εὐθέως,
καί ὑπάρχει μοι ὁ λύχνος
σκοτεινός, ὅλως μή φαίνων˙
λύχνον νόει τήν ψυχήν μου,
ἔλαιον τάς ἀρετάς δέ,
τόν δέ νοῦν μου θρυαλλίδα,
ἐν αὐτῷ δέ πῦρ τό θεῖον
(240) φαῖνον καί καταφωτίζον
τήν ψυχήν ὁμοῦ καί οἶκον
ὅλον ὅλου σώματός μου
καί τούς ἐν τῷ οἴκῳ πάντας
λογισμούς καί ἐνθυμήσεις.
Οὕτω φαίνοντος δέ τούτου
ἐάν φθόνος παρεμπέσῃ
ἤ μνησικακίας πάθος
ἤ φιλοδοξίας ἔρως
ἤ ἄλλη τις ἐπιθυμία
ἡδονῆς τινος ἤ πάθους
καί τόν λύχνον καταστρέψῃ
ἤγουν πρόθεσιν ψυχῆς μου,
ἤ τό ἔλαιον ἐκλείξῃ,
τό τῶν ἀρετῶν σοι λέγω,
ἤ ἄλλως θρυαλλίδα
ὄντα μου τόν νοῦν, ὡς εἶπον,
καί ἐν ἑαυτῷ τό θεῖον
ἔχοντα φῶς λάμπον μέγα,
καταφάγῃ πονηραῖς ἐννοίαις τοῦτο
ἤ καί ὅλον ἀπορρίψῃ
ἔνδοθεν ἐν τῷ ἐλαίῳ
ἤγουν ἐν τῷ ἐνθυμεῖσθαι
ἀρετῶν αὐτοῦ τάς πράξεις
καί εἰς οἴησιν ἐντεῦθεν
ἐμπεσών ἐκτυφλωθείη,
καί τόν λύχνον μου ἐκ τούτων
ἤ τυχόν τινος ἐξ ἄλλου,
εἰ συμβῇ ἀποσβεσθῆναι,
ποῦ τό πῦρ ὑπάρχειν τότε
ἤ τί γίνεσθαι εἴπῃς μοι,
παραμένειν ἐν τῷ λύχνῳ
(241) ἤ χωρίζεσθαι τοῦ λύχνου;
Ὤ ἀγνοίας, ὤ μανίας!
Πῶς ἐνδέχεται τόν λύχνον
δίχα τοῦ πυρός ἐξάπτειν,
ἤ τό πῦρ τῆς ὕλης ἄνευ
παραμένειν ἐν τῷ λύχνῳ;
Πάντοτε τό πῦρ τῆς ὕλης
δράσσεσθαι ποθεῖ καί θέλει,
ἀλλ᾿ ἡμῶν ὑπάρχει πάντως
τό προευτρεπίσαι ταύτην
καί παρέξαι εὐπροθύμως
ἑαυτούς ἡμᾶς ὡς λύχνους
ἐν ἐλαίῳ καί παντοίαις
ἀρεταῖς κεκοσμημένους,
τοῦ νοός δέ θρυαλλίδα
εὐθυβόλως προβαλέσθαι,
ἵνα τῷ πυρί προσψαύσῃ
καί κατά μικρόν ἀνάψῃ,
οὕτω τε συμπαραμένῃ
τοῖς αὐτό προσκτησαμένοις.
Ἄλλως γάρ - μηδείς πλανάσθω -
οὐχ ὁρᾶται, οὐ κρατεῖται,
οὐ συνέχεται κἄν ὅλως.
Ἔστι γάρ, καθάπερ εἶπον,
ἔξω τῶν κτισμάτων πάντων,
γίνεται ληπτόν δ᾿ ἀλήπτως
τῇ ἑνώσει τῇ ἀρρήτῳ
καί περιγραπτόν ὡσαύτως
ἐν ἀπεριγράπτῳ τρόπῳ.
Ταῦτα δέ μή λόγοις ὅλως
μηδέ ἐπινοίας ζήτει,
ἀλλά πῦρ λαβεῖν ἐξαίτει,
ὅ διδάσκει καί δεικνύει
(342) ἐναργῶς τοῖς κεκτημένοις
ταῦτα πάντα καί τά τούτων
μυστικώτερα ἀφράστως.
Μυστικώτερα δέ τούτων
ἄκουσον, εἰ βούλει, τέκνον!
Ὅταν λάμψῃ καθώς εἶπον,
καί τό σμῆνος ἐκδιώξῃ
τῶν παθῶν καί ἐκκαθάρῃ
σοῦ τόν οἶκον τῆς ψυχῆς σου,
τότε μίγνυται αὐτῇ ἀμίκτως
καί ἑνοῦται ἀπορρήτως,
ἐνουσίως τῇ οὐσίᾳ
ταύτης ὅλον ὅλῃ πάντως
καί κατά μικρόν λαμπρύνει,
ἐκπυροῖ τε καί φωτίζει
καί, τό πῶς εἰπεῖν οὐκ ἔχω,
γίνονται εἰς ἕν τά δύο,
ἡ ψυχή μετά τοῦ κτίστου
καί ἐν τῇ ψυχῇ ὁ κτίστης
μόνος μετά μόνης ὅλος,
ὁ συνέχων πᾶσαν κτίσιν
ἐν τῇ ἑαυτοῦ παλάμῃ.
Μή διστάσῃς, οὗτος ὅλος
σύν Πατρί καί τῷ Πνεύματι
ἐν μιᾷ ψυχῇ χωρεῖται
καί ψυχήν ἐντός ἐκείνου
ὅλην συμπεριλαμβάνει.
Νόει, βλέπε, σκόπει ταῦτα!
Τό γάρ ἄστεκτόν σοι εἶπον
καί ἀπρόσιτον ἀγγέλοις
φῶς ἐντός ψυχήν κατέχειν,
ἐν ψυχῇ οἰκεῖν δέ αὖθις
καί μή φλέγειν ταύτην ὅλως.
Ἔγνω βάθος μυστηρίου;
(243) Ὁ μικρός ἐν ὁρωμένοις
ἄνθρωπος, σκιά καί κόνις,
ἔχει τόν Θεόν ἐν μέσῳ
ὅλον, οὗ ἐν τῷ δακτύλῳ
ἀποκρέμαται ἡ κτίσις,
καί τό εἶναι πᾶς τις ἔχει
καί τό ζῆν καί τό κινεῖσθαι,
νοῦς ἅπας, ψυχή καί λόγος
λογικῶν ἔχει ἐκ τούτου,
ἀλλά καί ἀλόγων πνεῦμα
καί πάντων ὡσαύτως ζῴων,
νοερῶν καί αἰσθητῶν τε,
τό εἶναι ἐντεῦθεν ἔχει
Τοῦτον ἔχων, ὅστις ἕξει,
καί ἐντός αὐτοῦ βαστάζων
καί ὁρῶν αὐτοῦ τό κάλλος,
πῶς ὑποίσει πόθου φλόγα,
πῶς ἐνέγκῃ πῦρ ἀγάπης,
πῶς θερμόν οὐκ ἀποστάξει
δάκρυον ἐκ τῆς καρδίας,
πῶς τά θαύματα ἐξείπει,
πῶς δέ ταῦτα ἀριθμήσει,
ἅπερ ἐν αὐτῷ τελοῦνται;
Πῶς καί σιωπήσει ὅλως
βιαζόμενος τοῦ λέγειν;
Βλέπει γάρ αὑτόν ἐν ᾅδη,
τοῦ φωτός τῇ λάμψει λέγω˙
οὐδείς γάρ ἄλλως ἑαυτόν
τῶν ἐκεῖ καθεζομένων
πρό τοῦ λαμψαι φῶς τό θεῖον
ἑαυτόν ἐπιγινώσκει,
(244) ἀλλ᾿ εἰσίν ἐν ἀγνωσίᾳ
τοῦ ἐν ᾧ κρατοῦνται ζόφου
καί φθορᾶς καί τοῦ θανάτου.
Ὅμως βλέπει, ἔνθα λάμπει,
ἡ ψυχή ἐκείνη λέγω,
καί νοεῖ, ὅτι ἐν σκότει
ὅλη ἦν τῷ δεινοτάτῳ
καί φρουρᾷ ἀσφαλεστάτῃ
βαθυτάτης ἀγνωσίας.
Τότε βλέπει, ἔνθα κεῖται,
ἔνθα ἔστι καθειργμένη,
ὅλον βόρβορον τόν τόπον,
ἀκαθάρτων ἰοβόλων
ἑρπετῶν μεμεστωμένον,
ἑαυτήν δέ δεδεμένην
καί δεσμοῖς κατεσφιγμένην
χεῖρας ἅμα τε καί πόδας
καί αὐχμῶσαν καί ῥυπῶσαν,
τετραυματισμένην ἅμα
δήγμασι τῶν ἑρπετῶν
καί τάς σάρκας οἰδαινούσας
ἑαυτῆς φέρουσαν ἅμα
μετά πλήθους γε σκωλήκων.
Ταῦτα βλέπων πῶς οὐ φρίξει,
πῶς οὐ κλαύσει, πῶς οὐ κράξει
καί θερμῶς μετανοήσει
καί αἰτήσεται ῥυσθῆναι
τῶν δεσμῶν τῶν δεινοτάτων;
Ὄντως πᾶς ὁ ταῦτα βλέπων
καί στενάξει καί θρηνήσει
καί συνέπεσθαι θελήσει
τῷ τό φῶς ἐκλάμψαντι Χριστῷ.
(245) Ταῦτα οὖν ποιῶν, ὡς εἶπον,
καί τῷ λάμψαντι προσπίπτων
- Θέα μοι καλῶς ἅ λέξω! -
ἅπτεται χερσίν ὁ λάμψας
τῶν δεσμῶν μου καί τραυμάτων˙
ἔνθα δέ ἡ χείρ προσψαύσει
ἤ δακτύλῳ προσεγγίσει,
λύονται δεσμά εὐθέως,
σκώληκες ἀπονεκροῦνται,
πίπτουσι τά τραύματα δέ,
συνεκπίπτει τούτοις ῥύπος
καί κηλίς μικρά σαρκός μου,
γίνεται συνούλωσίς τε
ἀθρόως ἐπί τοσοῦτον,
ὡς οὐλήν μή καθορᾶσθαι
ὅλως ἐν ἐκείνῳ τόπῳ,
ἀπαστράπτοντα δέ μᾶλλον
ὅμοιον χειρός τῆς θείας
ἀπεργάζεται τόν τόπον.
Θαῦμα ξένον γε, ἡ σάρξ μου,
τῆς ψυχῆς λέγω οὐσίαν,
ναί δή, καί τοῦ σώματός μου,
δόξης θείας μετασχόντα
αἴγλην ἀπαστράπτει θείαν.
Καθορῶν τοῦτο ἐν μέρει
τελεσθέν τοῦ σώματός μου,
πῶς τό ὅλον οὐ ποθήσω
σῶμά μου καί ἱκετεύσω
τῶν κακῶν ἀπαλλαγῆναι
καί ὑγείας, οἵας εἶπον,
δόξης τε τυχεῖν ὡσαύτως;
Ὅμως οὕτως μου ποιοῦντος,
(246) μᾶλλον δέ καί θερμοτέρως,
καί μου καταπληττομένου
ἀναλόγως τῶν θαυμάτων,
χεῖρα τήν αὑτοῦ Δεσπότης,
ὁ καλός, μετακινήσας
τά λοιπά τοῦ σώματός μου
περιέρχεται, καί βλέπω
ταῦτα, ᾧ προέφην τρόπῳ,
καθαιρόμενα καί δόξαν
ἐνδυόμενα τήν θείαν.
Καθαρθέντος οὖν αὐτίκα
καί δεσμῶν ἀπαλλαγέντος,
δίδωσί μοι χεῖρα θείαν,
ἀνιστᾷ με τοῦ βορβόρου,
ὅλος περιπλέκεταί με,
ἐπιπίπτει τῷ τραχήλῳ
- Οἴμοι, πῶς ὑποίσω ταῦτα; -
καί καταφιλεῖ συχνῶς με.
Ἐκλυθέντα δέ με ὅλον
καί ἰσχύν ἀποβαλόντα
- Φεῦ μοι, πῶς χαράξω ταῦτα; -
αἴρει με ἐπί τῶν ὤμων
- ὤ ἀγάπη, ὤ χρηστότης! -
καί ἐξάγει με τοῦ ᾅδου,
τοῦ τε χώρου καί τοῦ ζόφου
καί εἰσάγει με εἰς ἄλλον
εἴτε κόσμον ἤ ἀέρα,
ὅλως ἐξειπεῖν οὐκ ἔχω.
Τοῦτο οἶδα, ὅτι φῶς με
καί βαστάζει καί συνέχει
καί πρός φῶς εἰσάγει μέγα,
(247) οὗ τό μέγα θεῖον θαῦμα
οὐδέ ἄγγελοι ἐκφράσαι
ἤ εἰπεῖν ἐξισχύσουσιν ἀλλήλοις
κἄν ὅλως, ὥς γε δοκῶ.
Γενομένῳ μοι δ᾿ ἐκεῖσε
ἄλλα μοι δεικνύει πάλιν,
τά ἐν τῷ φωτί, σοί λέγω,
μᾶλλον τά ἐκ τοῦ φωτός δέ,
τήν ἀνάπλασιν τήν ξένην
δίδωσι κατανοεῖν μοι,
ἥν αὐτός ἀνέπλασέ με
καί φθορᾶς ἀπήλλαξέ με
καί θανάτου ἐν αἰσθήσει
ὅλον ἠλευθέρωσέ με
καί ζωήν ἀθάνατόν μοι
ἐδωρήσατο καί κόσμου
τοῦ φθαρτοῦ καί τῶν τοῦ κόσμου
πάντων ἀπεχώρισέ με
καί στολήν ἐνέδυσέ με
ἄϋλον φωτοειδῆ τε,
ὑποδήματα ὡσαύτως
καί δακτύλιον καί στέφος
ἄφθαρτα ἀΐδιά τε,
ἅπαντα ξένα τῶν ὧδε.
Ἐποίησέ με ἀναφῆ,
ἀψηλάφητον, ὤ θαῦμα,
καί ἀόρατον ὁμοίως,
συνημμένον ἀοράτοις.
Οὕτως οὖν με καί τοιοῦτον
ἐργασάμενος ὁ κτίστης
ἐν σκηνῇ εἰσήγαγέ με
αἰσθητῇ, σωματικῇ γε
(248) καί ἐνέκλεισεν ἐν ταύτῃ
καί κατησφαλίσατό με,
καί καταγαγών δ᾿ ἐν κόσμῳ
αἰσθητῷ καί ὁρατῷ τε
πάλιν ἔθετο βιοῦν με
καί συνεῖναι τοῖς ἐν σκότει
τόν ἀπαλλαγέντα σκότους,
καί καθεῖρχθαι μετ᾿ ἐκείνων,
τῶν ἐν τῷ βορβόρῳ λέγω˙
μᾶλλον δέ διδάσκειν τούτοις,
εἰς ἐπίγνωσίν τε ἄγειν,
ὧν περίκεινται τραυμάτων
καί ὧν δεσμῶν κατέχονται.
Ἐντειλάμενος ἀπῆλθεν.
Ἐγκαταλειφθείς οὖν μόνος,
ἐν τῷ πρῴην σκότει λέγω,
οὐκ ἠρκέσθην, οἷσπερ εἶπον
ὅτι ἐσωρήσατό μοι,
ἀγαθοῖς ἀνεκλαλήτοις
ὅλον με ἀνακαινίσας,
ὅλον με ἀθανατίσας
ὅλον με θεοποιήσας
καί Χριστόν ἀποτελέσας.
Ἀλλ᾿ ἡ στέρησις ἐκείνου
λήθν πάντων ἐνεποίει
τῶν καλῶν, ὧν εἶπον, τούτων,
καί ἐδόκουν ἐστερῆσθαι.
Διά τοῦτο ὡς τοῖς πρῴην
ἐμπαγείς κακοῖς ἠχθόμην
καί καθήμενος ἐν μέσῳ
τῆς σκηνῆς, ὥσπερ ἐν θήβῃ
ἤ ἐν πίθῳ κεκλεισμένος,
(249) ἔκλαιον, ἐθρήνουν σφόδρα
ἔξωθεν ὅλως μή βλέπων.
Ἐξεζήτουν γάρ ἐκεῖνον,
ἐκεῖνον ὅνπερ ἐπόθουν,
οὗ ἠράσθην, οὗ τῷ κάλλει
ὡραιότητος ἐτρώθην,
ἐφλεγόμην, ἐκαιόμην,
ὅλος ἐνεπυριζόμην.
Οὕτως οὖν διάγοντά με,
οὕτω καί δακρύοντά με,
ἐκτηκόμενόν τε ἅμα
καί δεινῶς με μαστιζόμενον
καί βοῶντα κατωδύνως,
τῆς κραυγῆς μου ἐπακούσας,
ἀπό ἀνεικάστου ὕψους
διακύψας καί ἰδών με
κατηλέησε καί αὖθις
κατιδεῖν ἠξίωσέ με
τόν ἀόρατον τοῖς πᾶσιν,
ὅσον ἐφικτόν ἀνθρώπῳ.
Ὅν ἰδών ἐξεθαμβήθην
ἐν οἰκίᾳ καθειργμένος
καί ἐν πίθῳ κεκλεισμένος
καί τοῦ σκότους ὤν ἐν μέσῳ,
οὐρανοῦ καί γῆς σοι λέγω.
Αἰσθητῶς καλῶ γάρ σκότος,
ἐπεί ἅπαντας ἀνθρώπους
καί τάς τούτων διανοίας
αἰσθητοῖς συγκεκραμένας
ἐν τούτοις ὄντας ταῦτα
συγκαλύπτουσι βαρέως.
(250) Ὅμως ὤν ἐν τούτοις εἶδον
τόν προόντα, καθώς εἶπον
καί νῦν ὄντα πάντων ἔξω νοερῶς,
καί ἐθαύμασα, ἐξέστην,
ἐφοβήθην καί ἐχάρην.
Καί κατανοῶν τό θαῦμα,
πῶς τόν ἔξω πάντων ὄντα
ἔνδον ὤν ἐγώ τῶν πάντων
βλέπω μόνος βλέποντά με,
μή γινώσκων, ποῦ ὑπάρχει,
πόσος ἔστι, ποταπός δέ
ἤ ὁποῖος, ὅν καί βλέπω,
ἤ πῶς βλέπω ἤ τί βλέπω˙
ὅμως βλέπων ἅπερ εἶδον,
καί θρηνῶν, ὅτι μή γνῶναι
δύναμαι τόν τρόπον τοῦτον
μηδέ ὅλως ἐννοῆσαι
ἤ ποςῶς κατανοῆσαι,
πῶς, ὅν βλέπω, πῶς με βλέπει,
εἶδον πάλιν τοῦτον ἔνδον
τῆς οἰκίας καί τοῦ πίθου
ὅλον αἴφνης γεγονότα,
ἑνωθέντα τε ἀφράστως,
ἀπορρήτως συναφθέντα
καί μιγέντα μοι ἀμίκτως
ὡς τό πῦρ αὐτῷ σιδήρῳ
καί τό φῶς γε τῷ ὑέλῳ,
καί ἐποίησεν ὡς πῦρ με
καί ὡς φῶς ἀπέδειξέ με,
καί ἐκεῖνο ἐγενόμην,
ὅπερ ἔβλεπον πρό τούτου
καί μακρόθεν ἐθεώρουν,
καί οὐκ οἶδα, πῶς σοι φράσω
τό παράδοξον τοῦ τρόπου˙
(251) οὐ γάρ ἠδυνήθην γνῶναι,
οὐδέ νῦν γινώσκω πάντως,
πῶς εἰσῆλθε, πῶς ἡνώθη.
Ἑνωθείς δέ, πῶς σοι εἴπω
τίς ἐστιν ὁ ἑνωθείς μοι,
τίνι δέ κἀγώ ἡνώθην;
Φρίττω καί φοβοῦμαι μήπως,
ἐάν εἴπω, ἀπιστήσας
περιπέσῃς βλασφημίᾳ
ἐξ ἀγνοίας καί ψυχήν σου
ἀπολέσῃς, ἀδελφέ μου.
Ὅμως ἕν ἐγώ κἀκεῖνος,
ᾧ ἡνώθην, γεγονότες,
τίνα ἐμαυτόν καλέσω;
Ὁ Θεός διπλοῦς τήν φύσιν,
τήν ὑπόστασιν εἷς ὤν,
διπλοῦν με εἰργάσατο.
Ἐργασάμενος διπλοῦν δέ
διπλᾶ καί ὀνόματα,
ὡς ὁρᾷς, παρέσχε μοι.
Βλέπε τήν διαίρεσιν!
Ἄνθρωπός εἰμι τῇ φύσει,
Θεός δέ τῇ χάριτι.
Ὅρα ποίαν χάριν λέγω
ἕνωσιν τήν μετ᾿ ἐκείνου
αἰσθητῶς καί νοερῶς τε,
οὐσιωδῶς καί πνευματικῶς τε!
Ἀλλά τήν μέν νοεράν ἐξεῖπον
ἕνωσίν σοι διαφόρως
καί ποικίλως, αἰσθητήν δέ
τήν τῶν μυστηρίων λέγω.
Καθαρθείς γάρ μετανοίᾳ
καί τοῖς τῶν δακρύων ῥείθροις,
σώματος τεθεωμένου
(252) ὡς Θεοῦ μεταλαμβάνων
Θεός κἀγώ γίνομαι
τῇ ἑνώσει τῇ ἀφράστῳ.
Ὅρα τό μυστήριον!
Ἡ ψυχή οὖν καί τό σῶμα,
ἵνα ταῦτα πάλιν εἴπω
ἐκ πολλῆς περιχαρείας,
ἕν ἐν οὐσίαις ταῖς δυσί˙
ταῦτα οὖν τά ἕν δύο
τοῦ Χριστοῦ μεταλαβόντα
καί τοῦ αἵματος πιόντα
ἀμφοτέραις ταῖς οὐσίαις
καί ταῖς φύσεσιν ὡσαύτως
ἑνωθέντα τοῦ Θεοῦ μου
γίνονται Θεός μεθέξει,
ὁμωνύμως τε καλοῦνται
τῷ ὀνόματι ἐκείνου,
οὗ οὐσιωδῶς μετέσχον.
Λέγεται οὖν πῦρ ὁ ἄνθραξ
καί ὁ σίδηρος ὁ μέλας
πυρωθείς ὡς πῦρ ὁρᾶται.
Εἰ τοιοῦτος οὖν ὁρᾶται,
καί τοιοῦτος ἄν κληθείη˙
πῦρ ὁρᾶται, πῦρ κληθείη.
Εἰ μή σεαυτόν τοιοῦτον
ἔγνως, τοῖς περί τοιούτων
μή ἀπίστει λέγουσί σοι,
ἀλλά ζήτησον ἐξ ὅλης
τῆς καρδίας σου καί λήψῃ
μαργαρίτην ἤ σταγόνα
ἤ σινάπεως ὡς κόκκον,
ὡς σπινθῆρα θεῖον σπόρον.
(253) Πῶς ζητήσεις, ὅ σοι λέγω;
Ἄκουσον, σπουδῇ τε πρᾶξον,
καί εὑρήσεις ἐν συντόμῳ˙
λάβε μοι σαφῆ εἰκόνα,
τήν τοῦ λίθου καί σιδήρου˙
ἔνεστι καί γάρ ἐν τούτοις
τοῦ πυρός ἡ φύσις πάντως,
οὐχ ὁρᾶται δέ κἄν ὅλως.
Συγκρουόμενα δέ ὅμως
συνεχῶς πυρός σπινθῆρας
ἀποπέμπουσι καί πᾶσι
καθορῶνται μέν ἐν πρώτοις,
οὐκ ἀνάπτονται δέ ὅμως,
εἰ μή δράξωνται καί ὕλης.
Ταύτῃ δ᾿ ἑνωθείς ἐκ τούτων
εἷς σπινθήρ μικρός εἰς ἅπαν
ἐξανάπτει κατ᾿ ὀλίγον
καί εἰς ὕψος αἴρει φλόγοα
καί φωτίζει τήν οἰκίαν
καί τό σκότος ἐκδιώκει
καί ποιεῖ τοῦ βλέπειν πάντας,
τούς ἐν τῇ οἰκίᾳ ὄντας.
Εἶδες θαῦμα; Λέγε οὖν μοι˙
Πρό τοῦ συνεχῶς κρουσθῆναι
πῶς ἐκπέμψουσι σπινθῆρας;
Ἄνευ δέ σπινθῆρος ὕλη
αὐτομάτως πῶς ἀνάψει;
Πρίν ἀνάψει, πῶς φωτίσει,
πῶς τό σκότος ἐκδιώξει,
πῶς τοῦ βλέπειν σοι παράσχει;
Οὐδαμῶς, μοί πάντως εἴπῃς,
δυνατόν ποτε γενέσθαι.
(254) Οὕτως οὖν καί σύ ποιῆσαι
προθυμήθητι καί λήψῃς
- Τί σοι λέγω, ὅτι λήψῃ; -
θείας φύσεως σπινθῆρα,
ὅν ὡμοίωσεν ὁ κτίστης
πολυτίμῳ μαργαρίτῃ
καί σινάπεως τῷ κόκκῳ.
Τί ποιῆσαι δέ σοι λέγω;
Ἄκουσον ἐμπόνως, τέκνον˙
ἔστω σοι ψυχή καί σῶμα
ἀντί λίθου καί σιδήρου,
ὁ δέ νοῦς ὡς αὐτοκράτωρ
τῶν παθῶν ἀδολεσχείτω
πράξεσι ταῖς ἐναρέτοις
καί ἐννοίαις θεαρέστοις
καί ὡς λίθον μέν τό σῶμα,
ὡς δέ σίδηρον τήν ψυχήν
χερσί νοηταῖς κρατήσας
ἑλκυέτω καί ἀγέτω
πρός τάς πράξεις μετά βίας˙
βιαστή καί γάρ ὑπάρχει
οὐρανῶν ἡ βασιλεία.
Ποίας πράξεις δέ σοι λέγω;
Ἀγρυπνίαν καί νηστείαν,
θερμήν τε μετάνοιαν,
δακρύων ὄμβρους καί πένθος,
ἄπαυστον θανάτου μνήμην,
ἀδιάλειπτον εὐχήν τε
καί ὑπομονήν πάντοίων
πειρασμῶν ἐπερχομένων˙
πρό τούτων πάντων σιωπήν
καί ταπείνωσιν βαθεῖαν
(255) καί ὑπακοήν τελείαν
καί θελήματος ἐκκοπήν.
Τούτοις οὖν καί τοῖς τοιούτοις
ἡ ψυχή ἀδολεσχοῦσα
καί ἀεί συνεχομένη
λαμπηδόνας μέν ἐν πρώτοις
δέχεσθαι ποιεῖ τόν νοῦν σου,
ἀλλά σβέννυται συντόμως,
ὅτι οὔπω ἐλεπτύνθη,
ἵνα καί συντόμως ἅψῃ.
Ὅτε δέ καί τῆς καρδίας
ἅψεται βολίς ἡ θεία,
τότε καί αὐτήν φωτίζει
καί τόν νοῦν ἀποκαθαίρει
καί εἰς ὕψος τοῦτον αἴρει
καί πρός οὐρανόν ἀνάγει
καί ἑνοῖ φωτί τῷ θείῳ.
Ἅ σοι εἶπον, πρίν ποιήσῃς,
πῶς, εἰπέ μοι, καθαρθήσῃ;
Πρό τοῦ καθαρθῆναι δέ σε,
πῶς ὁ νοῦς σου λαμπηδόνας
ὑποδέξεται τάς θείας;
Πῶς δέ, λέγε μοι, καί πόθεν
ἄλλοθεν τῇ σῇ καρδίᾳ
ἐμπεσόν τό πῦρ τό θεῖον
ἀναφθήσεται καί ταύτην
ἐξανάψει καί πυρώσει
καί ἑνώσει καί συνάψει
καί ἀχώριστον ποιήσει
τό κτιστόν μετά τοῦ κτίστου;
Οὐδαμῶς ποτέ, μοί φήσεις,
τοῦτο δυνατόν ὑπάρξειν
(256) οὐδενί τῶν γεννηθέντων
ἤ γεννήσεσθαι μελλόντων.
Τά δ᾿ ἐντεῦθεν μή ἐρώτα!
Εἰ ἑνωθῇς γάρ τῷ φωτί,
πάντα σοι αὐτό διδάξει
καί ἀποκαλύψει πάντα
καί καθυποδείξει, ὅσα
καί συμφέρει τοῦ μαθεῖν σε.
Ἄλλως γάρ ἀδύνατόν σε
τά ἐκεῖσε μαθεῖν λόγῳ˙
τῷ Κυρίῳ ἡμῶν δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων˙
ἀμήν.
 

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω στοιχεία. Για τους όρους προστασίας δεδομένων δείτε εδώ.