ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ   ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου |Διακονία | Εορτολόγιο | Πολυμέσα

 

πίσω


Ύμνοι επιστολαί

Ο πίναξ των θείων ερώτων

Ευχή μυστική

Α' - Ε'

ΣΤ' - Ι'

ΙΑ' - ΙΕ'

ΙΣΤ' - Κ'

ΚΑ' - ΚΕ'

ΚΣΤ' - Λ

ΛΑ' - ΛΕ'

ΛΣΤ' - Μ

ΜΑ' - ΜΕ

ΜΣΤ' - Ν'

ΝΑ' - ΝΕ'

ΝΣΤ' - ΝΗ'

Επιστολή Α'

Επιστολή Β'

Επιστολή προς Στέφανο Νικομηδείας

Επιστολή προς Νικήτα Σταθάτο

Λστ'. Εὐχαριστία ὑπέρ τῆς ἐξορίας καί τῶν θλίψεων, ὧν ὑπέστη ἐν τῷ κατ᾿ αὐτόν διωγμῷ. (283)
 
Εὐχαριστῶ σοι, Κύριε, εὐχαριστῶ σοι, μόνε
καρδιογνῶστα, βασιλεῦ δίκαιε, πανοικτίρμον!
Εὐχαριστῶ σοι, ἄναρχε, παντοδύναμε Λόγε,
ὁ κατελθών ἐπί τῆς γῆς καί σαρκωθείς Θεός μου
καί γεγονώς, ὅπερ οὐκ ἦς, ἄνθρωπος ὅμοιός μου
δίχα τροπῆς καί ῥεύσεως καί πάσης ἁμαρτίας,
ἵνα παθών ὁ ἀπαθής ὑπ᾿ ἀνόμων ἀδίκως
ἀπάθειαν παράσχῃς μοι τῷ κατακεκριμένῳ
ἐν τῷ μιμήσασθαι τά σά παθήματα, Χριστέ μου.
Δικαία οὖν ἡ κρίσις σου καί ἡ πρόσταξις ἅμα,
ἥνπερ προσέταξας ἡμᾶς φυλάσσειν, πανοικτίρμον.
Αὕτη δ᾿ ἐστίν ἡ μίμησις τῆς ταπεινώσεώς σου,
ἵν᾿ ὥσπερ ἔπαθες αὐτός ἀναμάρτητος πέλων,
οὕτως ἡμεῖς ὑποίσωμεν ἁμαρτήσαντες πάντα,
καί πειρασμούς καί διωγμούς καί μάστιγας καί θλίψεις
καί τελευταῖον θάνατον παρά τῶν παρανόμων.
Σύ δαιμονᾶν γάρ ἤκουσας καί πλάνος ἐνομίσθης
ἀθέοις καί ἀντίθεος καί παραβάτης νόμου.
Σύ ὡς κακοῦργος συλληφθείς καί δεθείς μόνος ἤχθης,
πάντων καταλιπόντων σε μαθητῶν τε καί φίλων.
Σύ καί παρέστης τῷ κριτῇ ὡς κατάκριτος, Λόγε,
(284) καί κρίσιν, ἥν ἐξήνεγκε κατά σου, κατεδέξω.
Σύ καί λαλήσας ῥάπισμα παρά δούλου ὑπέστης
καί σιωπήσας θάνατος εὐθύς κατεδικάσθης.
Οἱ λόγοις σου γάρ μάχαιρα τοῖς ἀνόμοις ὑπῆρχον,
ἡ σιωπή δέ, βασιλεῦ, καταδίκης αἰτία˙
διό μή φέροντες ὁρᾶν σέ τόν δίκαιον μόνον
οἱ ἄδικοι θανάτῳ σε παρέδωκαν αἰσχίστῳ.
Ὅθεν ἐτύφθης κεφαλήν καί ἀκάνθαις
ἐστεφανώθης, χλαῖνάν τε κοκκίνην ἐνεδύσω.
Ἐνεπτύσθης τό πρόσωπον, οἴμοι, καί ἐνεπαίχθης,
Χαῖρε! ἀκούσας παικτικῶς, βασιλεῦ, ὑπ᾿ Ἑβραίων.
Σύ τόν σταυρόν ἐβάστασας, Σῶτερ, ἐπί τῶν ὤμων
καί προσεπάγης ἐν αὐτῷ ἀνυψωθείς, Θεέ μου.
Χεῖρας ἡλώθης πόδας τε, καί ὄξος ἐποτίσθης
καί τήν πλευράν ἐνύγης σου τῇ λόγχῃ, πανοικτίρμον.
Ταῦτα ἡ γῆ μή φέρουσα ἐκλονεῖτο τῷ φόβῳ
καί τούς νεκρούς τούς ἐν αὐτῇ ἀπεδίδου ἐν τάχει˙
ὁ ἥλιος εἰς αἷμα δέ μετεστράφη ὁρῶν σε
καί ἡ σελήνη ζόφωσιν ἐνεδύσατο τότε.
Τό καταπέτασμα τοῦ ναοῦ τοῦ τότε διεσχίσθη
ἀπό τῶν ἄνω γεγονός δύο ἕως τῶν κάτω,
καί οὐδέν οἱ παράνομοι τούτων συνῆκαν ὅλως,
ἀλλά καί τάφῳ κείμενον φύλακας ἐφιστᾶσι
καί τόν λίθον σφραγίζουσι σέ κατασχεῖν δοκοῦντες.
Σύ οὖν ἀνέστης, Δέσποτα, ἰδίᾳ ἐξουσίᾳ
καί τάς σφραγίδας ἔλιπες σώας τοῖς παραβάταις˙
ἀγγέλων παρουσία δέ ἐκύλισε τόν λίθον
(285) καί τούς ἐκεῖ φυλάσσοντας κατέπληξε τῷ φόβῳ,
καί οὐκ ἠθέλησεν ποσῶς τοῦ συνιέναι ὅλως,
ἀλλ᾿ ἔμειναν τυφλώττοντες τόν νοῦν καί τήν καρδίαν
πεπωρωμένην τήν αὑτῶν ἔχοντες μέχρι τέλους.
Τί οὖν ὑπάρχει μέγα μοι, εἰ ταῦτα κἀγώ πάθω,
ἅπερ αὐτός σύ πέπονθας ἀναμάρτητος πέλων
ὑπέρ τοῦ κόσμου, Δέσποτα, ἵνα τόν κόσμον σώσῃς,
ὁ ἁμαρτήσας πάμπολλα ἐκ νέας ἡλικίας
καί παροργίσας σε, Χριστέ, ἐν ἔργοις τε καί λόγοις;
Μέγα μοι ὄντως, μᾶλλον δέ καί ὑπέρ πᾶσαν δόξαν,
ὅτι με μέτοχον ποιεῖ δόξης σου τῆς ἀρρήτου
ἡ κοινωνία τῶν παθῶν, ἡ μίμησις τῶν ἔργων,
καί πρόξενος θεότητος ἡ ταπείνωσις πέλει
ἡ σή τοῖς μετά γνώσεως ταύτην μετερχομένοις.
Εὐχαριστῶ σοι, Δέσποτα, πάσχων μᾶλλον ἀδίκως,
εἰ δέ δικαίως, ἔστω μοι εἰς ἔκτισιν πταισμάτων,
εἰς κάθαρσιν ἀμέτρων μου, Χριστέ, πλημμελημάτων,
καί μή ἐάσῃς μοι ποτέ πόνους ἐπενεχθῆναι
ὑπέρ δύναμιν, Δέσποτα, ἤ πειρασμούς ἤ θλίψεις,
ἀλλά ἀεί μοι χάρισαι τήν ἔκβασιν, Θεέ μου,
καί τήν ἰσχύν τοῦ δύνασθαι ὑπενεγκεῖν τάς λύπας.
Σύ γάρ ὑπάρχεις τῶν καλῶν ὁ παροχεύς ἀρχῆθεν
τοῖς ἐκ ψυχῆς προσπίπτουσι τῷ σῷ κράτει ἀξίως,
τῆς πίστεως, τῶν ἔργων τε καί τῶν χρηστῶν ἐλπίδων
παρέχων τά χαρίσματα, τάς δωρεάς τε πάσας
τοῦ Θείου καί προσκυνητοῦ Πνεύματός σου, οἰκτίρμον,
νῦν καί ἀεί καί πάντοτε εἰς αἰῶνας αἰώνων,
ἀμήν.

***   

ΛΖ'. Δέησις καί προσευχή τοῦ αὐτοῦ πρός Θεόν τῆς ἐκείνου ἕνεκα βοηθείας (286)
 
Δέσποτα Χριστέ, Δέσποτα ψυχοσῶστα,
Δέσποτα Θεέ πάντων τῶν ὁρωμένων
ἀοράτων τε δυνάμεων, ὡς κτίστης
τῶν ἐν οὐρανῷ πάντων, τῶν ὑπεράνω
τοῦ οὐρανοῦ τε καί οὐρανῶν ἁπάντων,
τῶν ὑπό γῆν τε καί τῶν ἐν γῇ ὡσαύτως!
Σύ εἶ Κύριος τούτων, Θεός τε καί Δεσπότης,
σύ τῇ χειρί σου περικρατεῖς τήν κτίσιν,
ὅτι ἐν αὐτῇ περιέχεις τά πάντα.
Χείρ σου, Δέσποτα, δύναμις ἡ μεγάλη,
ἥ τό θέλημα τοῦ σοῦ Πατρός πληροῦσα
καί δημιουργεῖ, ἐργάζεται καί κτίζει
καί οἰκονομεῖ τά καθ᾿ ἡμᾶς ἀρρήτως˙
αὕτη οὖν κἀμέ νυνί παραγαγοῦσα
ἐκ τοῦ μή ὄντος πεποίηκε τοῦ εἶναι,
ὅε καί γεγονώς ἤμην ἐν τῷδε κόσμῳ
ἀγνοῶν ὅλως σέ, τόν καλόν Δεσπότην,
σέ, τόν κτίστην μου, σέ, ὦ δημιουργέ μου,
καί ὥσπερ τυφλός ὑπῆρχον ἐν τῷ κόσμῳ
καί ὡς ἄθεος, ἀγνοῶν τόν Θεόν μου.
Αὐτός οὖν ἐλεήσας καί ἐπεσκέψω
(287) καί ἐπεστρέψας λάμψας ἐν σκότει φῶς μοι
καί ἑλκύσας με πρός ἑαυτόν, ὦ πλάστα,
ἐξαγαγών τε ἐκ κατωτάτου λάκκου,
σκότους τῶν παθῶν, σκότους τοῦ βαθυτάτου
ἐπιθυμιῶν καί ἡδονῶν τοῦ βίου
ἔξειξας ὁδόν, δέδωκας ὁδηγόν μοι
πρός τάς ἐντολάς τάς σάς καθοδηγοῦντα.
Ὧ ἀκολουθῶν ἄφροντις διετέλουν,
ἔχαιρον χαράν οὐ λαλουμένην, Λόγε,
ὁρῶν κατά πόδας σου ἀκολουθοῦντα
καί προσομιλοῦντά σοι πολλάκις τοῦτον.
Ἀλλά καί βλέπων σε, τόν καλόν Δεσπότην,
τῷ ὁδηγῷ μου καί πατρί συμπαρόντα
ἄφραστον εἶχον ἀγάπην τε καί πόθον,
ὑπέρ πίστιν τε καί ἐλπίδα ὑπῆρχον
καί˙ Ἰδού, ὁρῶ τά μέλλοντα, ἔλεγον,
καί τῶν οὐρανῶν πάρεστι βασιλεία
καί τά ἀγαθά ἅ ὀφθαλμός οὐκ εἶδεν,
οὖς οὐκ ἤκουσε, πρό ὀφθαλμῶν μου βλέπω,
ἔχων τε αὐτά καί τί πλέον ἐλπίσω,
ἤ τήν πίστιν μου ἐν ἄλλοις ποίοις δείξω;
Μεῖζον γάρ ἄλλο ὑπέρ ταῦτα οὐκ ἔσται.
Ἐν τούτοις ὄντος καί τούτοις ἐντρυφῶντος
ἔλαβες ἐκ γῆς τόν πατέρα μου, οἴμοι,
ἦρας ὁδηγόν ἐμόν ἐξ ὀφθαλμῶν μου,
ὦ φιλάνθρωπε, καί κατέλιπας μόνον,
πάντως ὀρφανόν, πάντως μεμονωμένον,
πάντως ἐκ πάντων ἀβοήθητον ὄντα,
καί ποίμνης, οἴμοι, προστάτην καί ποιμένα,
τόν ὡς ἀληθῶς ἀπροστάτευον ξένον
ἔστησας αὐτός τοῖς κρίμασιν, οἷς οἶδας.
(288) Διά τοῦτο σέ ἄρτι καθικετεύω,
ἄρτι δέομαι, ἀντιβολῶ προσπίπτων˙
μή ἀποστραφῇς, μή με ἐγκαταλίπῃς
μηδέ ἀφῇς με, ὦ Δέσποτά μου, μόνον!
Οἶδας τῆς ὁδοῦ τήν δύσβατον πορείαν,
οἶδας τῶν λῃστῶν τήν καθ᾿ ἡμῶν μανίαν,
οἶδας τήν πληθύν τῶν πονηρῶν θηρίων,
οἶδας τήν ἐμήν ἀσθένειαν, Χριστέ μου,
καί τήν ἄγνοιαν, ἥν ὡς ἄνθρωπος ἔχω.
Πλήν οὐδ᾿ ἄνθρωπος ὅλως δοκῶ ὑπάρχειν,
ἀλλά ἀνθρώπων πολύ ἀπολιμπάνειν˙
κατά πάντα γάρ πάντων ἔσχατος πέλω
καί ἐλάχιστός εἰμι ὄντως ἀνθρώπων πάντων.
Ἐπίχεέ μοι, βασιλεῦ καί Θεέ μου,
τό ἔλεός σου, ἐξαιτοῦμια, τό μέγα,
ἵνα τά ἐμά ὑστερήματα, Σῶτερ,
καί ἐλλείματα τοῦτο ἀναπληρώσῃ
καί σῶον ὅλον ἄνθρωπόν με ποιήσῃ
ὑστερούμενον οὐδέν τῶν ἀναγκαίων
καί οὕτω στήσῃ ἐνώπιόν σου, Λόγε,
ἀκατάκριτον, ἄμεμπτόν με σόν δοῦλον,
ἀνυμνοῦντά σε εἰς αἰῶνας αἰώνων,
ἀμήν.

***

  ΛΗ'. Περί θεολογίας˙ καί ὅτι ὁ νοῦς τῆς ὕλης τῶν παθῶν καθαρθείς ἀΰλως τόν ἄϋλον καί ἀόρατον καθορᾷ. (289)
 
Ποίαν ὁδόν ὁδεύσοιμι, ποίαν ἐκκλίνω τρίβον;
Ποίαν ἀνέλθω κλίμακα, ποίαν εἰσέλθω πύλην
ἤ πῶς ἀνοίξω θύραν δέ καί ποίου κουβουκλίου;
Ὁποίας δέ καί ποταπῆς ἔνδον οἰκίας εὕρω
τόν ἐν χειρί τά σύμπαντα καί παλάμῃ κρατοῦντα;
Ὄρος εἰς ποῖον ἀναβῶ, ἐκ ποίου τε τοῦ μέρους
καί ποῖον ἄρα σπήλαιον ἐκεῖσε ψηλαφήσω
ἤ ποῖον ἕλος διελθών τόν πανταχοῦ παρόντα
καί ἄληπτον τυγχάνοντα ἀόρατόν τε ὄντα
τοῦ κατιδεῖν ἀξιωθῶ καί κατασχεῖν, ὁ τάλας;
Εἰς ποῖον ᾅδην καταβῶ, εἰς οὐρανόν δέ ποῖον
ἀνέλθω καί εἰς ἔσχατα ποίας θαλάσσης ἆρα
γενόμενος εὑρήσαιμι τόν ἀπρόσιτον πάντῃ,
τόν πάμπαν ἀπερίγραπτον, ἀφηλάφητον ὅλον,
τό ἄϋλον ἐν ὑλικοῖς, τόν κτίστην ἐν τῇ κτίσει,
τόν ἄφθαρτον ἐν τοῖς φθαρτοῖς, εἰπέ μοι, πῶς εὑρήσω;
Πῶς δ᾿ ἔξω κόσμου γένωμαι, ὁ τυγχάνων ἐν κόσμῳ,
πῶς τῷ ἀΰλω συναφθῶ, ὁ συνημμένος ὕλῃ;
Πῶς τῷ ἀφθάρτῳ συμπλακῶ, φθαρτός ὅλος ὑπάρχων,
ὁ ἐν θανάτῳ τῇ ζωῇ πῶς ὅλως πλησιάσω,
τῷ ἀθανάτῳ ὁ νεκρός τῶς ἆρα προσπελάσω;
Ὁ χόρτος ὅλος τῷ πυρί πῶς προσψαῦσαι τολμήσω;
(290) Ἀλλ᾿ ὅμως ἄρτι ἄκουε τῶν ἀπορρήτων λύσιν!
Πρό τοῦ γενέσθαι οὐρανόν, πρό τοῦ γῆν παραχθῆναι
Θεός ὑπῆρχεν, ἡ Τριάς, μόνος μεμονωμένος,
φῶς ἄναρχον, φῶς ἄκτιστον, φῶς ἄφραστον εἰς ἅπαν,
ὅμως Θεός ἀθάνατος, ἀτελεύτητος, μόνος,
ἀΐδιος, αἰώνιος, ἀγαθώτατος ἄγαν.
Νόει καλῶς μόνον Θεόν ἐν ἀρχῇ τήν Τριάδα
ὑπερανάρχως οὖσαν μέν, ὑπέρ ἀρχήν τε πᾶσαν
ἀνείκαστον, ἀμέτρητον ὕψει, βάθει καί πλάτει,
τοῦ τε μεγέθους καί φωτός πέρας μή κεκτημένον.
Οὐκ ἦν ἀήρ, καθάπερ νῦν, οὐκ ἦν σκότος οὐδ᾿ ὅλως,
οὐ φῶς, οὐχ ὕδωρ, οὐκ αἰθήρ, οὐκ ἄλλο τι τῶν ὄντων˙
πνεῦμα δέ μόνον ὁ Θεός, φωτοειδές εἰς ἅπαν,
ὁμοῦ τε παντοδύναμον καί ἄϋλον ὑπῆρχεν.
Ἐποίησεν ἀγγέλους δέ, ἀρχάς καί ἐξουσίας,
τά Χερουβίμ καί Σεραφίμ, κυριότητας, θρόνους
καί τά ἀκατονόμαστα τάγματα λειτουργοῦντα
αὐτῷ καί παριστάμενοα ἐν φόβῳ τε καί τρόμῳ.
Ὕστερον δέ παρήγαγεν οὐρανόν ὡς καμάραν,
ὑλικόν καί ὁρώμενον, αἰσθητόν καί παχύν τε
καί ἐν ῥιπῇ ἐξέτεινε τοῦτον, ὡς εἶδε μόνος.
Γῆν τε ὁμοῦ καί ὕδατα καί ἁπάσας ἀβύσσους
μέσον αὐτοῦ ἐν τῷ αὐτῷ ἐννοήματι μόνῳ
πεποίηκεν, οἷα καί νῦν πάντα ἡμῖν ὁρῶνται.
Καί ἔμεινεν, ἔνδον τό φῶς τό ἄϋλον μή ἔχων,
ὁ οὐρανός ἐκτανυσθείς αἰσθητός , καθώς εἶπον,
οὐ περιέκοψε φωτός ἀΰλου λαμπηδόνας.
Ἔνυλος γάρ, ὡς εἴρηται, ὤν, τῶν ἀΰλων ἔξω,
οὐ τόπῳ πάντως, φύσει δέ εὑρέθη καί οὐσίᾳ.
Ἐνύλων γάρ ὁ ἄϋλος ἔστι κεχωρισμένος,
(291) οὐκ ἔχων τόπον ἴδιον, ἀπερίγραπτος γάρ ὤν˙
αὐτός λόγῳ τά σύμπαντα ἐν ἑαυτῷ παράγει
καί φύσει ἔστι τῶν κτιστῶν πάντῃ κεχωρισμένος
καί φέρων πάντα ἐν αὐτῷ ἔξω ἐστί τῶν πάντων.
Ὥσπερ γάρ νοῦς καί ἄγγελος τοίχοις καί θύραις ἔξω
οἰκίας οὐκ ἀπείργονται οὐδέ κρατοῦνται ἔνδον,
οὕτως ὁ τούτων ποιητής ὅλως οὐκ ἔξω πέλει,
οὐκ ἔνδοθεν τοῦ οὐρανοῦ οὐδ᾿ ἐν ἑτέρῳ τόπῳ,
ἀλλ᾿ ἔστι πάντως πανταχοῦ Θεός κεχωρισμένος
ἐνύλων πάντων καί κτιστῶν ὑπ᾿ αὐτοῦ παραχθέντων.
Ἐγένετο οὖν οὐρανός ἔνυλος καί διέστη
τῇ φύσει, καθώς εἴρηται, τοῦ φωτός τοῦ ἀΰλου
καί ἔμεινε δίχα φωτός, οἶκος καθάπερ μέγας.
Ὁ δέ Δεσπότης τοῦ παντός τόν ἥλιον ἀνῆψε
καί τήν σελήνην, αἰσθητοῖς αἰσθητῶς ὅπως λάμπῃ,
δέδωκε δέ καί ἐν χερσί φῶς ἐν νυκτί τοῦ φαίνειν,
ἀπό σιδήρου λίθου τε τικτόμενον ἀρρήτως.
Ἐκεῖνος δέ παντός φωτός ἐστί κεχωρισμένος,
ὑπέρφωτος, ὑπέρλαμπρος, ἄστεκτος πάσῃ κτίσει˙
ὡς γάρ ἠλίου λάμποντος οὐ φαίνονται τά ἄστρα,
οὕτως, εἰ λάμψαι βουληθῇ ἡλίου ὁ Δεσπότης,
οὐχ ὑποστήσεται πᾶς ζῶν ἀνατολήν τήν τούτου.
Διό συνέζευξε τόν νοῦν τῷ χοΐ τῷ ἐνύλῳ
καί ἐν ἐνύλοις τέθηκεν ἡμᾶς ἀνθρώπους πάντας,
ἵν᾿ ἐν βεβαίᾳ πίστει γε καί ἐντολῶν τηρήσει
τόν, ὅνπερ συνεχέαμεν παραβάσεως ζόφῳ,
νοῦν ἄϋλον ἐν ὑλικῶν παθῶν ἐπιθυμίᾳ
καί γεύσει τῇ τῶν ἡδονῶν ἐκκαθάραντες αὖθις,
τό ἄϋλον ἐν ὑλικοῖς ἀΰλως καθορῶμεν
φῶς, ὅπερ εἶπον, ὅτι ἦν Θεός ὑπερανάρχως,
ἀόρατον τοῖς αἰσθητοῖς ὀφθαλμοῖς καί ἐνύλοις,
(292) ἀπρόσιτον τοῖς νοεροῖς ὄμμασι τῆς καρδίας.
Θαυμάζω γάρ πῶς ἡ ψυχή, ὅλη ἄϋλος οὖσα
καί νοερόν τόν τοῦ νοός ὀφθαλμόν κεκτημένη,
ὥσπερ θυρίσι γε δυσίν αἰσθητῶς κεχρημένη
τοῦ σώματος τοῖς ὀφθαλμοῖς παρακύπτουσα βλέπει
δι᾿ αὐτῶν πάντα ὁρατά καί πάλιν ὑποστρέφει,
τά νοητά καί ἄϋλα ἀΰλως καθορῶσα,
μέσον δ᾿ ἀφθάρτων καί φθαρτῶν ἀρρήτως κρατουμένη˙
ὑπό μέν τῶν καθέλκεται πρός ἡδονάς, πρός πάθη,
ὑπό δέ τῶν πρός οὐρανόν πτερουμένη ἐκεῖσε
μένειν μέν ἐκβιάζεται, κατασπᾶται δέ ὅμως
καί πάλιν ἀναφέρεσθαι ἀεί θερμῶς σπουδάζει
ἀεροβάμων θέλουσα εἶναι ἐξ ὁρωμένων.
Ὡς γάρ παγίδας βλέπουσα τά ἐν τῷ κόσμῳ πάντα
φοβεῖται ὅλως ἐν τῇ γῇ πατῆσαι ἤ καθίσαι,
ἵνα μή πάντως ἐμπαγῇ κρατηθεῖσα ἐν τούτοις
καί γένηται κατάβρωμα θηρίων ἀνημέρων.
Τοιοῦτος ὁ τῶν εὐσεβῶν καί πιστῶν καί ἁγίων
ἁπάντων βίος, ὅνπερ χρή ἐκμιμεῖσθαι τούς πάντας,
ἵνα καί σύν αὐτοῖς Χριστῷ, Θεῷ, κριτῇ τῶν πάντων
ἀμέμπτως παραστήσονται καί κοινωνοί τῆς δόξης
καί βασιλείας τῆς αὐτοῦ ἔσονται εἰς αἰῶνας,
ἀμήν.

***

ΛΘ'. Ὅτι ὁ πόθος καί ἡ πρός Θεόν ἀγάπη ὑπερβαίνει πᾶσαν ἀγάπην καί πάντα πόθον ἀνθρώπινον˙ βαφείς δέ ὁ νοῦς τῶν καθαιρομένων ἐν τῷ φωτί τοῦ Θεοῦ ὅλος θεοῦται καί νοῦς ἐκεῖθεν χρηματίζει Χριστοῦ. (293)
 
Ἀμήχανον τό κάλλος σου, ἀσύγκριτον τό εἶδος,
ἡ ὡραιότης ἄφατος, ὑπέρ λόγον ἡ δόξα,
τό ἦθος, Δέσποτα Χριστέ, τό ἀγαθόν καί πρᾷον
τῶν γηγενῶν ὑπέρκειται τάς ἐννοίας ἁπάντων,
καί διά τοῦτο ὁ πρός σέ πόθος καί ἡ ἀγάπη
πᾶσαν ἀγάπην τῶν βροτῶν ὑπερνικᾷ καί πόθον.
Καθ᾿ ὅσον γάρ ὑπέρκεισαι τῶν ὁρωμένων, Σῶτερ,
κατά τοσοῦτον ὁ πρός σέ πόθος ὑπάρχει μείζων
καί συγκαλύπτει ἅπασαν ἀνθρωπίνην ἀγάπην
καί ἔρωτας τῶν σαρκικῶν ἡδονῶν ἀποτρέπει,
ἐπιθυμίας πάσας δέ ἀποκρούεται τάχος˙
σκότος γάρ ὄντως τῶν παθῶν ἐπιθυμία πέλει
καί νύξ βαθεῖα τῶν αἰσχρῶν ἁμαρτιῶν ἡ πρᾶξις,
φῶς δέ ὁ ἔρως ὁ πρός σέ καί ἡ ἀγάπη, Σῶτερ.
Διό ἐξανατέλλουσα ἐν ψυχαῖς φιλοθέοις
εὐθύς ἡμέραν ἐμποιεῖ ἀπαθείας, Θεέ μου,
ἀποδιώκουσα παθῶν καί ἡδονῶν τό σκότος˙
ὤ θαῦμα, ὤ παράδοξον ἔργον Θεοῦ ὑψίστου
καί μυστηρίων δύναμις τῶν κρυπτῶς τελουμένων!
Σύ καί τά ἄφθαρτα ἡμῖν καί τά φθαρτά χαρίζῃ,
σύ καί τά γήϊνα, Θεέ, σύν τοῖς ἐπουρανίοις,
(294) τά ἐνεστῶτά τε ὁμοῦ καί τά μέλλοντα, Λόγε,
ὡς πάντων πάντως ποιητής, ὡς ἔχων ἐξουσίαν
τῶν οὐρανίων, Δέσποτα, καί τῶν καταχθονίων˙
καί πῶς ἡμεῖς οἱ ἄθλιοι ἀγαπῶμεν ἀνθρώπους
ὑπέρ σέ πλέον καί αὐτοῖς δουλούμεθα ἀθλίως,
ἵνα μικρά ληψόμεθα καί φθαρτά παρ᾿ ἐκείνων
καί αὐτοῖς ἐκδιδόαμεν ψυχάς ἡμῶν ἀθλίας
καί σώματα ὡς ἄτιμα σκεύη τοῦ καταχρᾶσθαι;
Καί μέλη ὄντες, Δέσποτα, σοῦ τοῦ πάντων Δεσπότου
ἁγίου, πάντως ἅγια αὐτοκρατοῦς Δεσπότου,
τοῖς πονηροῖς οὐ φρίττομεν δαίμοσιν αὐθαιρέτως
ῥίπτειν αὑτούς εἰς ἄτιμα τῆς ἁμαρτίας ἔργα;
Τίς οὖν μή κλαύσῃ τῶν πιστῶν καί γνησίων σου δούλων,
τίς μή θρηνήσῃ τῆς πολλῆς αὐθαδείας τήν τόλμαν;
Τίς δέ μή φρίξῃ τήν πολλήν ἀνοχήν σου, Θεέ μου,
τίς μή τρομάσῃ κρίσεως ἀνταπόδοσιν θείας,
τό ἄστεκτον καί ἄσβεστον πῦρ, οἴμοι, τό τῆς γεέννης,
ἔνθα κλαυθμός τε καί βρυγμός ὑπάρχει τῶν ὁδόντων
καί πόνος ἀπαράκλητος καί ἄφραστος ὀδύνη;
Ἀλλ᾿, ὦ ἥλιε ἡλίου καί σελήνης,
ἀστέρων πάντων καί φωτός καί παντός ἄλλου κτίστα,
τούτων ἔξω με κρύψον ἐν τῷ φωτί σου,
ἵνα μόνον σέ βλέπων ἐν τῷ φωτί σου
κόσμον μή ὁρῶ μηδέ τά ἐν τῷ κόσμῳ,
ἀλλά βλέπων ἔσομαι ὡς μή βλέπων
καί ἀκούων ὡς μή ἀκούων, Λόγε,
καί καθώσπερ πάσχουσιν οἱ ἐν τῷ σκότει
καθεζόμενοι τῶν ἡδονῶν τοῦ βίου,
φιλοδοξίας σκότει κεκαλυμμένοι,
βλέποντες οὐ βλέπουσι δόξαν σου θείαν
(295) καί ἀκούοντες οὐ συνιοῦσιν ὅλως
τάς ἐντολάς σου καί τά προστάγματά σου,
οὕτως κἀγώ ἔσομαι ἐν τῷ φωτί σου
μή βλέπων κόσμον μηδέ τά ἐν τῷ κόσμῳ.
Τίς γάρ ἰδών σε καί ἀστραφθείς αἰσθήσεις
ἐκ τῆς δόξης σου, ἐκ φωτός σου τοῦ θείου,
οὐκ ἠλλοιώθη νοῦν, ψυχήν καί τάς φρένας,
καί βλέπειν ἄλλως καί ἀκούειν ὡσαύτως,
Σῶτερ, κατηξίωται πανεξαισίως;
Ἐμβάπτεται γάρ ὁ νοῦς ἐν τῷ φωτί σου
καί λαμπρύνεται καί φῶς ἀποτελεῖται
ὅμοιον τῆς δόξης σου, καί νοῦς καλεῖται
σός ὁ τοιοῦτος ἀξιωθείς γενέσθαι,
καί νοῦν ἔχειν σόν τότε καταξιοῦται
καί ἕν μετά σοῦ γίνεται ἀχωρίστως˙
καί πῶς μή βλέπει ὥσπερ σύ καί ἀκούει
πάντα ἀπαθῶς; Πῶς δέ ἐπιθυμήσει
Θεός γεγονώς αἰσθητοῦ τινος ὅλως
ῥευστοῦ καί φθαρτοῦ πράγματος εἴτε δόξης,
ὁ ὑπεράνω γεγονώς τούτων πάντων
καί ὑπέρ πᾶσαν δόξαν τήν ὁρωμένην;
Ὑπεράνω γάρ πάντων τῶν ὁρωμένων
ὁ γενόμενος καί Θεῷ πλησιάσας,
μᾶλλον δέ Θεός καί αὐτός χρηματίσας,
πῶς ἐν τῶν κάτω κειμένων δόξαν ὅλως
ἤ τρυφήν θελήσειεν ἐπιζητῆσαι;
Ταῦτα γάρ αὐτῷ αἰσχύνη ὄντως πέλει,
ὕβρις, ἐξουδένωσις καί ἀτιμία.
Δόξα δέ αὐτῷ καί τρυφή τε καί πλοῦτος
Θεός, ἡ Τριάς, καί τά Θεοῦ καί θεῖα,
ᾧ πρέπει πᾶσα δόξα, τιμή καί κράτος
ἀεί τε καί νῦν καί εἰς πάντας αἰῶνας,
ἀμήν.

***

  Μ'. Ὁμολογία τῆς χάριτος τῶν τοῦ Θεοῦ δωρεῶν˙ καί ὅπως ὁ ταῦτα γράφων πατήρ ὑπό τοῦ Ἁγίου ἐνηργεῖτο Πνεύματος˙ καί διδασκαλία ῥηθεῖσα ὑπό Θεοῦ, τοῦ τί δεῖ ποιοῦντα τινά, τῆς τῶν σῳζομένων σωτηρίας τυχεῖν. (296)
 
Πάλιν ἐκλάμπει μοι τό φῶς, πάλιν τρανῶς ὁρᾶται,
πάλιν ἀνοίγει οὐρανούς, πάλιν τέμνει τήν νύκτα,
πάλιν παράγει ἅπαντα, πάλιν ὁρᾶται μόνον,
πάλιν ἁπάντων ἔξω με ποιεῖ τῶν ὁρωμένων,
τῶν αἰσθητῶν ὡσαύτως δέ, βαβαί, ἀποχωρίζει.
Πάλιν ὁ πάντων οὐρανῶν ὑπεράνω τυγχάνων,
ὅνπερ οὐδείς ἑώρακε πώποτε τῶν ἀνθρώπων,
μή διανοίγων οὐρανούς, μή διατέμνων νύκτα,
μηδέ ἀέρα διϊστῶν μηδέ στέγην οἰκίας
ἀτόμως ὅλος μετ᾿ ἐμοῦ γίνεται, τοῦ ἀθλίου,
ἔνδοθεν τοῦ κελλίου μου, ἔνδοθεν τοῦ νοός μου
καί μέσον τῆς καρδίας μου, ὤ φρικτοῦ μυστηρίου!
Μενόντων πάντων ὡς εἰσί, παραγίνεται πρός με
τό φῶς καί ἀναφέρει με τῶν πάντων ὑπεράνω,
καί μέσον πάντων ὄντων με ἔξω ποιεῖ πάντων.
Οὐκ οἶδα εἰ καί σώματι, τέως δ᾿ ἐκεῖσε ὅλος
ἐπ᾿ ἀληθείας γίνομαι, ἔνθα φῶς ἐστι μόνον,
ἁπλοῦν, ὅ βλέπων γίνομαι ἁπλοῦς τῇ ἀκακίᾳ.
Ταῦτά σου τά παράδοξα, Χριστέ μου, τῶν θαυμάτων,
(297) ταῦτα τῆς δυναστείας σου καί τῆς φιλανθρωπίας
τά ἔργα, ἅπερ εἰς ἡμᾶς ποιεῖς τούς ἀναξίους˙
διά τοῦτο οὖν φόβος σου συνέχει με καί τρέμω
καί μεριμνῶ διηνεκῶς καί δαπανῶμαι σφόδρα,
τό τί ἀνταποδώσω σοι, τό τί σοι προσενέγκω
ἀντί τοσούτων δωρεῶν, τοσαύτης εὐσπλαγχνίας,
ἀναριθμήτων δωρεῶν, ὧν εἰς ἐμέ εἰργάσω.
Μηδέν δ᾿ εὑρίσκων ἐν ἐμοί, μηδέν ἐμόν ἐν βίῳ,
ἀλλά τά πάντα δοῦλα σά, ἔργα πάντα χειρῶν σου,
μειζόνως καταισχύνομαι, μειζόνως ὀδυνῶμαι,
μειζόνως, Σῶτερ, δυσωπῶ μαθεῖν, τί δεῖ ποιῆσαι,
ἵνα καί θεραπεύσω σε, ἵνα εὐαρεστήσω,
ἵν᾿ εὑρεθῶ ἐνώπιον ἀκατάκριτος, Σῶτερ,
τοῦ βήματός σου τοῦ φρικτοῦ ἐν ἡμέρᾳ τῆς δίκης.
Ἄκουσον τί ποιήσειε πᾶς ὁ μέλλων σωθῆναι,
μᾶλλον δέ πρῶτος πάντων σύ ὁ καί παρακαλῶν με.
Σήμερον, δόξον, τέθνηκας, σήμερον ἀπετάξω,
σήμερον κόσμον ἅπαντα νόμισον καταλεῖψαι!
Σήμρον φίλους, συγγενεῖς, δόξαν ματαίαν πᾶσαν
ἀφείς ὁμοῦ ἀπάρνησαι καί μέριμναν τῶν κάτω
καί ἐπί ὤμων τόν σταυρόν ἆρον, σφοδρῶς τε σφίγξον
καί μέχρι τέλους βάστασον τῶν πειρασμῶν τούς πόνους,
ὀδύνας τε τῶν θλίψεων καί λυπηρῶν τούς ἥλους
περιχαρῶς κατάδεξαι, ὥσπερ στέφανον δόξης,
τῶν ὕβρεων ταῖς λόγχαις δέ βαλλόμενος καθ᾿ ὥραν
καί λιθαζόμενος σφοδρῶς ἁπάσαις ἀτιμίαις
δάκρυα ἀντί αἵματος προχέων ἔσῃ μάρτυς,
καί ἐμπαιγμούς καί ῥαπισμούς φέρων παντευχαρίστως
τῆς ἐμῆς ἔσῃ κοινωνός θεότητος καί δόξης.
Ἐάν δέ πάντων ἔσχατον σεαυτόν ἀποδείξῃς
καί δοῦλον καί διάκονον, πρῶτον ἐκείνων πάντων
ὕστερον ἀποδείξω σε, καθάπερ ὑπεσχόμην.
(298) Εἰ ἀγαπήσεις τούς ἐχθρούς καί πάντας τούς μισοῦντας,
τῶν ἐπηρεαζόντων τε ἐκ ψυχῆς ὑπερεύξῃ
καί ἀγαθοποιήσειας τούτους κατά τό δυνατόν σοι,
ὅμοιος ὄν τως γέγονας τοῦ ὑψίστου πατρός σου
καί τήν καρδίαν καθαράν κτησάμενος ἐκ τούτων
ἐν ταύτῃ ὄψει τόν Θεόν, ὅν οὐδείς ποτε εἶδεν.
Εἰ δέ καί διωχθῆναί σε ὑπέρ δικαιοσύνης
γένηται, τότε σκίρτησον, ὅτι ἡ βασιλεία
τῶν οὐρανῶν σή γέγονε, καί ποῖον τούτου μεῖζον;
Ταῦτα καί τούτων πλείονα, ἅπερ ἐνετειλάμην,
πρᾶξον καί ἄλλους δίδαξον, καί σύ καί πάντες ἄλλοι
οἱ εἰς ἐμέ πιστεύοντες, εἰ βούλοισθε σωθῆναι
καί σύν ἐμοί αὐλίζεσθαι εἰς αἰῶνας αἰώνων.
Εἰ δέ γε ἀπαναίνεσθε καί δυσανασχετεῖτε,
αἰσχύνην τε λογίζεσθε ταῦτα καί ἀτιμίαν
παθεῖν καί θεῖναι τάς ψυχάς ὑπέρ τῶν ἐντολῶν μου,
τί καί αἰτεῖσθε τοῦ μαθεῖν πῶς δεῖ ὑμᾶς σωθῆναι
ἐν ποίαις τε ταῖς πράξεσιν ἐμοί οἰκειωθῆναι;
Τί δέ με καί Θεόν ὑμῶν ὀνομάζετε ὅλως,
τί καί πιστεύειν οἴεσθε εἰς ἐμέ ἀσυνέτως;
Ἐγώ γάρ ταῦτα δι᾿ ὑμᾶς ἔπαθον ἑκουσίως˙
ἐσταυρώθην, ἀπέθανον θάνατον τῶν κακούργων,
καί δόξα κόσμου γέγονε, ζωή τε καί λαμπρότης,
καί νεκρῶν ἐξανάστασις καί καύχημα ἁπάντων
τῶν πιστευσάντων εἰς ἐμέ τά εἰς ἐμέ ὀνείδη,
καί ὁ ἀσχήμων θάνατος ἔνδυμα ἀφθαρσίας
καί ἀληθοῦς θεώσεως πᾶσι πιστοῖς ὑπῆρξε.
Διό καί οἱ μιμούμενοι τά ἐμά σεπτά πάθη
συμμέτοχοι ὑπάρξουσι καί τῆς θεότητός μου
(299) καί βασιλείας τῆς ἐμῆς ἔσονται κληρονόμοι,
συγκοινωνοί τε ἀγαθῶν ἀφράστων, ἀπορρήτων
γενήσονται˙ καί σύν ἐμοί ἔσονται εἰς αἰῶνας.
Τούς δ᾿ ἄλλους τίς μή κλαύσει γε, τίς αὐτούς μή θρηνήσει,
τίς μή σταλάξει δάκρυον ἐκ συμπαθοῦς καρδίας,
τίς μή πενθήσει τήν αὐτῶν πολλήν ἀναισθησίαν,
ὅτι ἀφέντες τήν ζωήν ἑαυτούς τῷ θανάτῳ
παραδεδώκασι Θεοῦ δεινῶς ἀπορραγέντες;
Ὧν τῆς μερίδος ῥῦσαί με, Δέσποτα τῶν ἁπάντων,
καί κοινωνόν γενέσθαι με παθῶν σου τῶν ἀχράντων
ἀξίωσον τόν εὐτελῆ καί ἔσχατόν σου δοῦλον,
ὅπως - ὡς εἴρηκας, Θεέ - καί κοινωνός ὑπάρξω
τῆς δόξης σου καί τῆς τρυφῆς τῶν ἀγαθῶν σου, Λόγε,
νῦν μεν ὡς ἐν αἰνίγματι καί τύπῳ καί ἐσόπτρῳ
τότε δέ ἐπιγνώσομαι, ὅσον καί ἐπεγνώσθην,
ἀμήν. 

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω στοιχεία. Για τους όρους προστασίας δεδομένων δείτε εδώ.