ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ   ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου |Διακονία | Εορτολόγιο | Πολυμέσα

 

πίσω


Ύμνοι επιστολαί

Ο πίναξ των θείων ερώτων

Ευχή μυστική

Α' - Ε'

ΣΤ' - Ι'

ΙΑ' - ΙΕ'

ΙΣΤ' - Κ'

ΚΑ' - ΚΕ'

ΚΣΤ' - Λ

ΛΑ' - ΛΕ'

ΛΣΤ' - Μ

ΜΑ' - ΜΕ

ΜΣΤ' - Ν'

ΝΑ' - ΝΕ'

ΝΣΤ' - ΝΗ'

Επιστολή Α'

Επιστολή Β'

Επιστολή προς Στέφανο Νικομηδείας

Επιστολή προς Νικήτα Σταθάτο

ΚΑ'. Ἐπιστολή πρός μοναχόν ἐρωτήσαντα˙ Πῶς χωρίζεις τόν Υἱόν ἀπό τοῦ Πατρός, ἐπινοίᾳ ἤ πράγματι; Ἐν ᾗ εὑρήσεις πλοῦτον θεολογίας ἀνατρεπούσης τήν αὐτοῦ βλασφημίαν. (147)
 
Ἔλαμψας, ἐξέφανας φῶς τό τῆς δόξης,
φῶς ἀπρόσιτον τῆς σῆς οὐσίας, Σῶτερ,
καί κατηύγασας ψυχήν ἐσκοτισμένην,
μᾶλλον δέ σκότος οὖσαν ἐξ ἁμαρτίας
ὡς τό φυσικόν ἀπολέσασαν κάλλος,
ὡς ἐξ ᾅδου τε ἀνήγαγες κειμένην
καί φῶς ἰδεῖν δέδωκας θείας ἡμέρας
καί τοῦ ἡλίου ἀκτῖσιν ἐλλαμφθῆναι
καί φῶς γενέσθαι ταύτην, ὦ μέγα θαῦμα!
Οὐ πιστεύουσιν οἱ δόξης τῶν ἀνθρώπων
μή καταφρονήσαντες, ὡς ἐνετείλω,
οὐδέ γάρ ἐγεύσαντο δόξης τῆς θείας,
ἥν δέδωκας σύ καί δίδως νῦν, Θεέ μου,
τοῖς ἀπό ψυχῆς ὅλῃ τῇ διαθέσει
σέ ζητήσασι, τήν αἰώνιον δόξαν,
σέ, τόν ἀληθῶς Θεόν δεδοξασμένον,
ὅν τό κατιδεῖν ἀκρότης ἐστί δόξης.
Ὁ δέ ἀεί σε βλέπειν ἠξιωμένος
πάντως ἔλαχεν ἀγγελικῆς ἀξίας,
εἰ καί δέδεται τῇ σαρκί κατά φύσιν.
Εἰ δέ καί μεῖναι παρ᾿ αὐτῷ κατεδέξω
(148) καί καταμένειν ἐν σοί προσηβουλήθης,
τήν σήν ἐξεπλήρωσας οἰκονομίαν
καί ὅμοιόν σου τόν φθαρτόν ἀπειργάσω
θεόν, ὁ Θεός, ὁ συνυπάρχων φύσει,
ὁ προάναρχος Θεῷ τῷ συνανάρχῳ
Υἱῷ καί Λόγῳ, τῷ ἐκ σοῦ γεννηθέντι,
οὐκ ἐπινοίᾳ ἐκ σοῦ χωριζομένῳ,
ἀλλά πράγματι ἀχωρίστῳ σου ὄντι.
Εἰ δέ καί χωρίζεται, ἀλλ᾿ οὐ τῇ φύσει,
τῇ ὑποστάσει δέ μᾶλλον, εἴτ᾿ οὖν προσώπῳ,
τό γάρ πράγματι ἀσεβῶν καί ἀθέων,
τό δ᾿ἐπινοίᾳ ὅλως ἐσκοτισμένων.
Ἔχει γάρ ὁ νοῦς γεννώμενον τόν λόγον
ἀπαύστως πάντως καί πως κεχωρισμένον˙
εἰ δέ γεννᾶται καί προέρχεται ὄντως
καί κεχώρισται ἐνυποστάτῳ λόγῳ,
ἀλλά καί μένει τοῦ γεννήσαντος ἔνδον,
ὅπερ καί κόλπον πατρικόν δεῖ νοῆσαι,
καί διέρχεται εἰς τόν σύμπαντα κόσμον
καί πάντα πληροῖ τοῦ Πατρός ὅλως δίχα
καί σύν τῷ Πατρί ὅλος αὐτός ὑπάρχει,
μετέρχεται δέ πάντως ταῖς ἐνεργείαις
καί τῇ ἐλλάμψει μεταβαίνειν νοεῖται.
Ἐμπεριπατεῖν ἤκουσας γάρ καί μένειν
καί ἀποστρέφειν τό πρόσωπον καί βλέπειν,
κατέρχεσθαί τε καί ἀνέρχεσθαι πάλιν,
παραγίνεσθαί τε καί ἀφίπτασθαι αὖθις
καί ἄλλα πολλά τῆς θείας ἐνεργείας
αἱ θεῖαι γραφαί πᾶσαι δημηγοροῦσιν,
ἅ ἐλάλησεν ἐκπορευθέν τό Πνεῦμα,
(149) τό Πανάγιον, ἐκ τοῦ Πατρός ἀφράστως,
καί ἀπεστάλη δι᾿ Υἱοῦ τοῖς ἀνθρώποις˙
οὐ τοῖς ἀπίστοις οὐδέ τοῖς φιλοδόξοις,
οὐ τοῖς ῥήτορσιν οὐδέ τοῖς φιλοσόφοις,
οὐ τοῖς μαθοῦσι συγγραφάς τῶν Ἑλλήνων,
οὐ τοῖς τά γραφάς ἀγνοοῦσι τάς ἔσω,
οὐ τοῖς ἐξασκήσασι σκηνικόν βίον,
οὐ τοῖς λαλοῦσι τορνευτῶς καί πλουσίως,
οὐ τοῖς λαχοῦσι μεγάλων ὀνομάτων,
οὐ τοῖς τυχοῦσι φιλεῖσθαι παρ᾿ ἐνδόξων,
οὐ συμπράξασι τοῖς πράξασιν ἀνόμως,
οὐ τοῖς καλοῦσιν οὐδέ τοῖς καλουμένοις,
οὐδέ παίζουσιν οὐδέ τοῖς παιζομένοις,
ἀλλά τοῖς πτωχοῖς πνεύματι καί τῷ βίῳ,
τοῖς τήν καρδίαν καθαροῖς καί τό σῶμα,
τοῖς λόγον ἁπλοῦν καί ἁπλούστερον βίον
καί ἁπλουστέραν κεκτημένοις τήν γνώμην,
τοῖς τήν δόξαν φεύγουσιν ὡς πῦρ γεέννης
καί κολακευτάς ἀπό ψυχῆς μισοῦσιν
(οὐ γάρ δέχεται τό Πνεῦμα κολακείας,
οὐδ᾿ ἀνέχεται ἀκούειν, ὅ μή ἔστι),
τοῖς πρός μόνην βλέπουσι ψυχῆς τήν δόξαν
καί τῶν ἀδελφῶν τήν σωτηρίαν πάντων
καί μηδέ μικρᾷ καρδιακῇ κινήσει
αἴσθησιν λαμβάνουσι πρός τι τοῦ κόσμου,
ἐπαίνων οἷον ἤ δόξης ἀνθρωπίνης
ἤ πάσης ἄλλης ἡδονῆς εἴτε πάθους.
Οὗτοι γάρ νεκροί καί ζῶντες ἀληθείᾳ,
ὅτι πέλουσιν ἀληθεῖς καί ὡς πλάνοι.
Οὗτοι ταπεινοί πνεύματι καί καρδίᾳ,
(150) πραεῖς τε εἰσί καί ζηλωταί Κυρίῳ.
Οὗτοι ἀσεβεῖς εἰσι τοῖς ἀσεβέσι
καί ὀσμή ζωῆς τοῖς ἐκλεκτοῖς Κυρίου.
Οὗτοι καί πόρνοι τοῖς πόρνοις τῇ καρδίᾳ
καί ἰσάγγελοι τοῖς τήν ψυχήν παρθένοις.
Οὗτοι καί δόξης ἐν μέσῳ ταπεινοῦνται
καί ἐν πενίᾳ εἰσί δεδοξασμένοι.
Οὗτοι καί εὐτέλειαν ὡς βασιλείαν
καί βασιλείαν ὡς πτωχείαν ἡγοῦνται.
Οὗτοι τρώγοντες εἰσίν ἐν ἐγκρατείᾳ
καί νηστεύοντες πᾶν εἶδος ἐμπιπλῶνται.
Οὗτοι οὐ συνέρχονται τῇ ἀδικίᾳ
οὐδέ παριδεῖν δύνανται τεθλιμμένον
καί καταπονούμενον ὑπό πλουσίων.
Οὗτοι πρόσωπον οὐκ αἰδοῦνται ἀνθρώπων,
τό γάρ πρόσωπον ὁρῶσι τοῦ Κυρίου.
Οὗτοι οὐ κλῶνται τοῖς δώροις τήν καρδίαν
καί οὐ παρορῶσι νόμον δικαιοσύνης,
ἔχουσι καί γάρ τόν ἀσύλητον πλοῦτον
καί τά τοῦ κόσμου πάντα λογίζονται ὡς κόπρον.
Οὗτοι ἔχοντες διδάσκαλον τό Πνεῦμα
μήθησιν οὐ χρῄζουσιν ἐκ τῶν ἀνθρώπων,
ἀλλά τῷ φωτί λαμπόμενοι τῷ τούτου
βλέπουσι τόν Υἱόν, ὁρῶσι τόν Πατέρα
καί προσκυνοῦσι Τριάδα τοῖς προσώποις,
τόν ἕνα Θεόν ἡνωμένον τῇ φύσει ἀφράστως.
Οὗτοι μυοῦνται ἐκ τοῦ Πατρός δέ πάλιν,
ὅτι γεννᾶται ὁ Υἱός ἀμερίστως,
ὡς οἶδε μόνον, εἰπεῖν γάρ οὐκ ἰσχύω˙
εἰ γάρ ἴσχυον, εἶχε πάντως ὁ λόγος
τά ὑπέρ λόγον καί διάνοιαν φράσαι
(151) καί ἄνω κάτω τά σύμπαντα γενέσθαι.
Εἰ γάρ τό κτίσμα τόν κτίστην καταμάθῃ
καί, οἷός ἐστιν, ὅλον κατανοήσῃ
καί εἰπεῖν λόγῳ γράψαι ἐξισχύσῃ,
γέγονε τοῦ κτίσαντος τό ἔργον κρεῖσσον.
Παῦσον, ἄνθρωπε, φρίξον, βροτέ, τῇ φύσει
καί ἐννόησον, ὅτι μή ὤν παρήχθης
καί τῆς μητρῴας νηδύος παρακύψας
εἶδες τόν κόσμον τόν πρό σοῦ παραχθέντα.
Καί εἰ δυνηθῇς οὐρανοῦ ὕψος γνῶναι
ἤ τήν οὐσίαν ὑποδεῖξαι ὁποία,
τοῦ ἡλίου τε, σελήνης καί ἀστέρων,
ποῦ κεκόλληνται καί πῶς περιπατοῦσιν
ἄψυχα ὄντα καί ἀναισθήτως κινούμενα,
ἤ τῆς γῆς αὐτῆς, ἐξ ἧς αὐτός ἐλήφθης,
ὅρους καί μέτρα, πλάτη τε καί μεγέθη,
καί ἐπί τίνος ἐποχεῖται, εἰ εἶδες,
πάλιν δ᾿ ἐκεῖνο τί ἐστιν ἤ ποῦ τήν βάσιν ἔχει,
ταῦτα εἰ ἔγνως καί καθ᾿ ἕν εὗρες τέλος,
καί τῆς θαλάσσης εἰ μετρήσῃς τήν ψάμμον,
εἴτε σοῦ αὐτοῦ διαγνῶναι τήν φύσιν
καί τῆς σοφίας τό ἔργον ἑρμηνεῦσαι,
τότε καί αὐτόν τόν ποιητήν νοήσεις,
πῶς ἐν Τριάδι ἡ Μονάς ἀσυγχύτως
καί ἐν Μονάδι Τριάς ἀδιαιρέτως.
Ζήτησον Πνεῦμα, ἔξω γενοῦ τοῦ κόσμου!
Μή δῴης ὕπνον ὀφθαλμοῖς τό παράπαν,
μήτε φροντίσῃς τῆς ζωῆς τῆς παρούσης!
Κλαῦσον, πένθησον, ὅν ἀπώλεσας χρόνον!
Ἴσως ὁ Θεός παρακληθῇ καί δώσει,
(152) ὥσπερ τό πρίν δέδωκεν ἰδεῖν τόν κόσμον
καί τόν ἥλιον καί τό φῶς τῆς ἡμέρας,
οὕτω καί τά νῦν λάμψαι καταξιώσει
καί ὑποδεῖξαι τόν νοερόν σοι κόσμον
καί φωτί ἐλλάμψαι σε τῷ τρισηλίῳ,
ὅ εἰ θεάσῃ, τότε γνώσῃ ἅ λέγω˙
τότε μαθήσῃ τοῦ Πνεύματος τήν χάριν,
ὅτι καί ἀπόν πάρεστι τῇ δυνάμει
καί παρόν οὐχ ὁρᾶται τῇ θείᾳ φύσει,
ἀλλά καί πάντῃ καί οὐδαμοῦ ὑπάρχει.
Εἰ ζητήσεις αἰσθητῶς ἰδεῖν τοῦτο,
ποῦ ἄν εὑρήσεις; Οὐδαμοῦ, πάντως εἴποις.
Εἰ νοερῶς ἀναβλέψαι ἰσχύσεις,
μᾶλλον δ᾿ ἐκεῖνο τόν νοῦν σου καταλάμψει
καί διανοίξει κόρας τῆς σῆς καρδίας˙
τότε πανταχοῦ εἶναι οὐκ ἀπαρνήσῃ,
ἀλλά δι᾿ αὐτοῦ ἅπαντα διδαχθήσῃ,
εἰ καί ἀμαθής καί ἄγροικος τυγχάνεις.
Εἰ δέ οὐκ ἔγνως ὀφθαλμόν ἀνοιγέντα
τῆς διανοίας τῆς σῆς καί φῶς ἰδόντα,
εἰ οὐκ ᾐσθήθης γλυκύτητος τῆς θείας,
εἰ οὐκ ἐλλάμφθης τῷ Πνεύματι τῷ Θείῳ,
εἰ οὐκ ἔκλαυσας δάκρυα ἀνωδύνως,
εἰ ἐκπληθέντα τόν νοῦν οὐκ ἐθεάσω,
εἰ καθαρθεῖσαν οὐκ ἔγνως σήν καρδίαν
καί ἐκλάμψασαν φαιδράς ἀντανακλάσεις
καί ἀνελπίστως εὗρες Χριστόν ἐντός σου
καί ἐξεπλάγης κάλλος ἰδών τό θεῖον
καί ἐπελάθου φύσεως ἀνθρωπίνης
ὅλον σεαυτόν βλέπων ἠλλοιωμένον,
πῶς περί Θεοῦ λαλεῖν, εἰπέ, οὐ φρίττεις;
Πῶς δέ καί τολμᾷς σάρξ αὐτός ὅλος πέλων
(153) καί μήπω πνεῦμα γεγονώς ὡς ὁ Παῦλος
περί Πνεύματος φιλοσοφεῖν ἤ λέγειν,
ὅ ἐν τοιούτοις μή κατοικεῖν ἀκούεις
διά τό εἶναι σάρκας αὐτούς, ὡς λόγος;
Ἀλλ᾿ ἔγραψα ταῦθ᾿ ἵνα γνῷς πῶς πιστεύω,
καί εἰ θελήσεις, πεισθῇς μοι καί στυγνάσῃς.
Εἰ γάρ ἀληθῶς τόν θησαυρόν οὐκ ἔχεις,
ὅνπερ ὁ κόσμος οὐ δύναται χωρῆσαι,
εἰ οὔπω ἔλαβες δόξαν τῶν ἁλιέων,
ἥν οἱ λαβόντες Θεόν ἔλαβον ὄντως,
καταλείψεις κόσμον καί τά ἐν κόσμῳ,
ὀξυποδήσεις, δράμεις πρό τοῦ κλεισθῆναι
πύλας βίου σοι καί τοῦ τῇδε θεάτρου,
καί διαλυθῇ ἡ πανήγυρις, οἴμοι,
καί συσκοτάσει ἥλιος καί τά ἄστρα
καί γῆ παρέλθει καί ἀνοιχθῇ ὁ ᾅδης
καί τό πᾶν γενήσεται σκότος καί χάος˙
καί τότε γνώσῃ, φίλη ψυχή, καί μάθῃς,
ὅτι οἱ μή ἔχοντες Πνεῦμα τό Θεῖον
ἐν διανοίᾳ λαμπάδος δίκην λάμπον
καί ἐν καρδίᾳ ἐνοικοῦν ἀνεκφράστως
τῷ αἰωνίῳ παραπέμπονται σκότει.
Καί γάρ τό Πνεῦμα ὁ Κύριος ὑπάρχει,
Πνεῦμα δ᾿ ὁ Θεός, ὁ Πατήρ τοῦ Κυρίου,
ἕν πάντως Πνεῦμα, οὐδέ γάρ διαιρεῖται.
Τοῦτο ὁ ἔχων ὄντως ἔχει τά τρία,
ἀλλ᾿ ἀσυγχύτως, εἰ καί ἀδιαιρέτως.
Ἔστι γάρ Πατήρ˙ καί πῶς Υἰος ὑπάρξει;
(154) Ἔστι γάρ ἀγέννητος τό κατ᾿ οὐσίαν,
ἔστι τε Υἱός˙ καί πῶς γένηται Πνεῦμα;
Πνεῦμα τό Πνεῦμα˙ καί πῶς Πατήρ φανεῖται;
Πατήρ ὁ Πατήρ, ὅτι ἀεί γεννήτωρ˙
πῶς δέ γίνεται ἡ ἀεί γεννησία;
Ὅτι τοῦ Πατρός οὐ χωρίζεται ὅλως
καί ὅλος προέρχεται ἀνερμηνεύτως,
πάντοτε μένει ἐν τῷ πατρικῷ κόλπῳ
καί προέρχεται πάντοτε ἀνεκφράστως.
Υἱός ἐν Πατρί ἀενάως ὁρᾶται
γεγεννημένος, ἀλλά συνηνωμένος˙
καί ἐν Υἱῷ γάρ ὁ Πατήρ καθορᾶται
ἀδιαστάτως, ἀτόμως, ἀχωρίστως.
Υἱός ὁ Υἱός, ὅτι ἀεί γεννᾶται
καί πρό αἰώνων ἐστί γεγεννημένος,
προερχόμενος οὐ τέμνεται τῆς ῥίζης,
ἀλλά καί χωρίς ἀχώριστος τυγχάνει
καί ἡνωμένος ὅλος Πατρί τῷ ζῶντι
αὐτός τε ζωή πᾶσι τό ζῆν παρέχων.
Ὅσα ὁ Πατήρ, καί ὁ Υἱός τοσαῦτα˙
ὅσα ὁ Υἱός, καί ὁ Πατήρ ὡσαύτως.
Βλέπεω τόν Υἱόν, καί βλέπω τόν Πατέρα,
ὁρᾶται Πατήρ Υἱῷ ἀπαραλλάκτως,
πλήν ὁ μέν γεννᾷ, ὁ δέ ἀεί γεννᾶται.
-Τί χωρίς Πατρός ἐστιν, ὅπερ καί ἔστι;
Τί ἐστιν; εἰπέ, φράσον πᾶσιν ἀνθρώποις-
Θεός ἄναρχος καί ποιητής τῶν πάντων,
εἴ τι γέγονε καί γενήσεσθαι μέλλει.
Θεός τῷ Πατρί ἴσος καί κατ᾿ οὐσίαν
καί κατά φύσιν καί κατά ἐξουσίαν
(155) καί κατά μορφήν ὄντως καί κατ᾿ ἰδέαν
καί κατά χρόνον Πατρός οὐδέπω δίχα.
Πῶς προέρχεται; Ὡς ἐκ νοός ὁ λόγος.
Πῶς χωρίζεται; Ὡς φωνή ἐκ τοῦ λόγου.
Πῶς σωματοῦται; Ὡς γραφόμενος λόγος.
Ἐκ τῶν ὑψηλῶν εἰς ταπεινά κατήχθην
καί πρός ἐμαυτόν λυπηθείς ἐγενόμην
καί τό γένος ἔκλαυσα τό τῶν ἀνθρώπων,
ὅτι ζητοῦσι παραδείγματα ξένα
ἐπινοίας τε καί πράγματα, καί λέξεις
παρεισάγουσιν ἀπό τῶν ἀνθρωπίνων
ἐξεικονίζειν δοκοῦντες τήν θείαν φύσιν˙
φύσιν, ἥν οὐδείς ἀγγέλων ἤ ἀνθρώπων
ἤ κατιδεῖν ἴσχυσεν ἤ ὀνομάσαι.
Τί γάρ καί καλέσειε τόν κτίστην πάντων;
Ὀνόματα γάρ καί πράγματα καί λέξεις,
πάντα τοῦ Θεοῦ γεγόνασι προστάξει˙
ἔθηκε γάρ ὀνόματα τοῖς ἔργοις
ἑκάστῳ τε πράγματι κλῆσιν ἰδίαν,
οὐ πᾶσι δ᾿ αὐτός, ἀλλ᾿ ἔδωκε καί ἔργοις
τοῖς ἔργοις πάλιν ὀνόματα τιθέναι,
καί ἄλλος ἄλλο καί καλεῖ καί καλεῖται,
ὄνομα δ᾿ αὐτοῦ ἡμῖν οὔπω ἐγνώσθη,
εἰ μή ὁ ὤν ἄφραστος Θεός, ὡς εἶπεν.
Εἰ οὖν ἄφραστος, εἰ ὄνομα οὐκ ἔχει,
εἰ ἀόρατος, εἰ ἀποκεκρυμμένος,
εἰ ἀπρόσιτος, εἰ μόνος ὑπέρ λόγον,
ὑπέρ ἔννοιαν οὐ μόνον τήν βροτείαν,
ἀλλά καί αὐτήν τήν τῶν ἀΰλων νόων
-ἔθετο καί γάρ ἀποκρυβήν τό σκότος
καί πάντα τἆλλα ἔνθεν εἰσί τοῦ σκότους,
(156) μόνος δ᾿ ἐκεῖνος ὡς φῶς ἔξω τοῦ σκότους -,
πῶς περί αὐτόν ἐπίνοιαν εἰσάγεις
εἴτε πράγματι χωρισθέντα κατεῖδες;
Πόθεν δέ καί πῶς πεπέρακας τό σκότος
καί μόνος πάντων ἐχωρίσθης κτισμάτων;
Εἰ δέ ταῦτα σά οὐκ εἰσίν, ἀλλ᾿ ἑτέρου,
θαυμάζω τίνος καί μαθεῖν ἐρωτῶ σε˙
ἀγγέλου ἤ τινος τῶν ἀΰλων;
Καί οὐκ ἄν ἔγνως, ὅτι καί τά πρόσωπα
καί τούς πόδας ἔχουσι κεκαλυμμένους
πτέρυξι θείαις εὐλαβῶς καί κοσμίως
-εἴ τινας ταύτας πτέρυγας νοήσεις -
τό ἀπρόσιτον μή στέγοντες τῆς δόξης;
Οὐ γάρ τήν φύσιν, ἀλά τῆς δόξης ὁρῶσι δόξαν.
Ἀνθρώπου δέ ποίου εἰπεῖν τολμήσεις;
Τοῦ Ἰωάννου ἤ Παύλου τοῦ μεγάλου;
Ἀλλ᾿ ὁ μέν βοᾷ καί τοῖς πᾶσι κηρύττει,
ὅτι ἱμάντα μόνον ἤ σφαιρωτῆρα
ὑποδημάτων οὐκ ἐξισχύει λῦσαι˙
ὁ δέ εἰς τρίτον οὐρανόν ὡς ἀνῆλθε
καί μετά ταῦτα εἰς παράδεισον ἤρθη,
μή τι σοί μόνῳ εἶπέ τι κατ᾿ ἰδίαν,
ὅπερ ἔκρυβες καί νῦν βούλει κηρύξαι;
Καί γάρ ἐκεῖνον ἡμεῖς περί τοιούτου
οὐδέν εἰπόντα ἠκούσαμεν ἐγγράφως,
ἀλλά κἀκεῖνος φωνῇ μεγάλῃ λέγει˙
Λόγους ἤκουσα, οὕς εἰπεῖν οὐκ ἰσχύω,
φωτί δέ ὁ Θεός ἔνοικεῖ ἀπροσίτῳ.
Ἰωάννης οὖν οὐ λύει σφαιρωτῆρα,
οὐδέ ἱκανός ἱμάντα λῦσαι μόνον,
Παῦλος ῥήματα οὐκ ἴσχυσεν ἐκφράσαι,
(157) ἅπερ ἤκουσεν, ἄρρητα λέγων ταῦτα,
καί τίς, ὁ οὕτως τόν Θεόν ἐρευνήσας,
μείνας ἄφλεκτος φωτί τῷ ἀπροσίτῳ
καί γενόμενος τῆς οἰκίας ἐν μέσῳ
αὐτήν ἐθεάσατο τήν τοῦ Δεσπότου φύσιν,
ἵνα πλέον τι Ἰωάννου καί Παύλου
εἰπεῖν τολμήσει ὁ ἄθλιος ἐκεῖνος;
Τίς γάρ οὐ φρίξει καί τίς οὐ μή πενθήσει
τύφλωσιν καί σκότωσιν τῶν νῦν λεγόντων
καί νεουργούντων αἵρεσιν ὄντως ξένην,
ἀμφικρημνοῦσαν εἰς ἕν βάραθρον πάντας
τούς ἐρωτῶντας καί τούς ἐρωτωμένους;
Εἴτε γάρ ἐπινοίᾳ χωρίσουσι τόν Λόγον,
εἴτε πράγματι, σφάλλουσι κακοφρόνως
πίπτοντες εἰς αἵρεσιν ἀμφοτέρωθεν˙
τό γάρ πράγματι τομήν ποιεῖ τοῦ Λόγου,
τό δ᾿ ἐπινοίᾳ σύγχυσιν ὡς μή χωρίζεσθαι ὅλως.
Φρίξον, ἄνθρωπε, κατάμαθε σαυτόν γε,
εἰπέ περί σοῦ, εἰπέ, εἴ τι καί βούλει!
Ἴσως ὡς Δαυίδ καί σύ ἀναβοήσεις˙
Ἐθαυμαστώθη, λέγων, ἡ σή σοφία
καί ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ὦ Θεέ μου!
Ναί, κατάλιπε τήν φιλοπραγμοσύνην
καί τό βλάσφημον τῶν λέξεων ἀπόθου!
Καί πρῶτον εἰπέ τό, πῶς ἡμεῖς σωθῶμεν,
ἔπειτα λέξον καί, πῶς αὐτός ἐσώθης,
ἵνα μή λόγῳ φανῇς ἡμᾶς διδάσκων,
ἀλλά καί ἔργῳ ποιῶν προθυμοτέρους.
Εἰ μή σεαυτόν μέλλεις καταδικάζειν
καί κατακρίνειν, ὡς μή πράξας ἅ λέγεις,
καί διά τοῦτο ὑπερβωαίνεις τούς λόγους,
ὡς ἀρχήν ποτε μή βαλών ἐν τοιούτοις,
(158) θές τήν πέτραν πρότερον τῶν θεμελίων,
εἰς ἀέρα γάρ οὐ συνίσταται κτίσις!
Τάς ἐντολάς ποίησον Χριστοῦ, τῆς πέτρας,
τοῦ δομήτορος τῆς θείας ἐκκλησίας,
τοῦ νέου λαοῦ τῶν λογικῶν προβάτων.
Πρᾶξον καί λέξον κτίζων ἐπί τῆς πέτρας,
μᾶλλον δέ καί αὐτός ὑπό τῆς πέτρας κτίζου.
Οὗτος καί ποιμήν, οὗτος καί ἀρχιτέκτων,
οὗτος καί θεμέλιος ἔστω σοι βίου.
Τί τῆς ὀροφῆς χρεία πρό θεμελίων;
Οἰκοδομή πρῶτον καί τότε στέγος,
πρᾶξις ἐν γνώσει καί οὕτως θεωρία.
Τί πρό τοῦ τρύγους τόν οἶνον θέλεις πίνειν;
Οὗτος εἰς ἀσκόν παλαιόν οὐ χωρεῖται.
Τί πρό τοῦ σπόρου τά δράγματα συλλέγειν
καί ἄλλοις οἴει μεταδιδόναι μάτην;
Εἰ βούλει, δεῦρο, τῆς ὁδοῦ μή ἐκπέσῃς,
ἀλλά δίδαξον περί βάθους κριμάτων,
τῶν περί ἡμᾶς, πῶς εὐδρομοῦσιν ἄλλοι
ἴσως πονηροί καί μή Θεόν εἰδότες
πῶς ἄλλοι δυστυχοῦσι Θεόν εἰδότες
καί ὑπό Θεοῦ γινωσκόμενι μόνου,
ἄλλοι πένονται ἴσως εὐχαριστοῦντες,
ἄλλοι δέ πτωχοί φέρουσιν εὐχαρίστως,
πλουτοῦσι δ᾿ ἄλλοι κακῶς ἀγνωμονοῦντες,
ἁρπάζοντες δ᾿ ἕτεροι καί ἀδικοῦντες
οἴονται Θεόν θεραπεύειν ἐκ τούτων,
καί ἄλλα πολλά, ἅ ὁρᾷς καθ᾿ ἑκάστην,
ὅτι βροτοί ποιοῦσι καί πανθάνουσι πάλιν,
καί Θεός ἀνέχεται, ὁ πάντων κτίστης.
(159) Μή τις ἄδικος λογισθῇ τοῖς ἀνόμοις
ἤ τοῖς κατ᾿ ἐμέ οὖσιν ὀλιγοψύχοις;
Εἰπέ, δίδαξον περί κρίσεως θείας,
περί τῆς ὥρας ἐκείνης καί ἡμέρας,
ἐν ᾗ γυμνοί ἅπαντες παρασταθῶμεν
τῷ τοῦ Θεοῦ μου βήματι καί Σωτῆρος
καί τῶν ἐνταῦθα πράξεών τε καί λόγων,
διαλογισμῶν, ἐνθυμήσεων ἅμα,
τούς μισθούς ληψόμεθα τούς κατ᾿ ἀξίαν˙
λέγε, τίς ἐκεῖ πεπαρρησιασμένος
καί τίς ὑπάρξει πάλιν κατῃσχυμμένος;
Ἔχεις τό λέγειν ἄπειρα περί τούτων˙
μετά δέ ταῦτα σκόπησον καί τήν κτίσιν,
ἄβυσσον ἄλλην εὑρήσεις γάρ ἐν ταύτῃ!
Ἴδε οὐρανόν, ἥλιον καί τά ἄστρα,
βλέψον εἰς τήν γῆν, τήν μητέρα καί τάφον
ἡμῶν ἁπάντων προστάξει γεγονυῖαν!
Ἐνταῦθα δ᾿ ἐλθών εἰπέ περί θανάτου,
φιλοσόφησον πολλά καί ἀναγκαῖα,
χρήσιμα φίλοις ἅμα καί συγγενέσιν,
τοῖς πλουσίοις ὡσαύτως καί τοῖς ἐνδόξοις.
Καί μετά πάντων σοί τῷ ἐξηγουμένῳ
μέχρι τελευτῆς ἀρκέσει σοι τοῦ λέγειν
περί τοιούτων πολλῶν καί ἀναγκαίων,
καί ὠφελήσει σε μετά θάνατον ταῦτα.
Ἔπειτα ἴδε τόν περίγειον κόσμον,
τά μέσον τούτου παντοίων ζῴων γένη,
τῶν πτηνῶν τε τάς ποικίλας ὁράσεις,
ἅμα καί φωνάς τῶν εὐτελῶν στρουθίων,
θαλάσσης πλάτη καί μεγέθη καί ὅρους
θαύμασον, ἐκπλάγηθι, φράσον συντόνως!
(160) Ὤ βάθος πλούτου καί γνώσεως τῆς θείας,
ὤ σοφίας σου, Θεέ μου πανοικτίρμον!
Δεῦρο καί συστάληθι ἀπό τῶν ἔξω,
σύναξον τόν νοῦν, σεαυτόν κατανόει,
μᾶλλον δέ τά σά καί σαυτόν φιλοσόφει,
καί ὅσα βλέπεις, εὕροις ἐν ὁρωμένοις
ἕκαστον διδάσκαλον τῆς ἀρετῆς σοι
ἤ τῆς κακίας ἐξεικονίζον πάθος,
ἵν᾿ ἐκ μεγέθους καί καλλονῆς κτισμάτων
τήν ἀκατανόητον Θεοῦ σοφίαν
καί τόν νοητόν πόλεμον καταμάθοις,
ὅν προεξεικόνισεν ὁ πλάστης πάντων,
καί ὡς μέν ὄφις φρόνησιν πάντως κτήσῃ,
τόν δέ ἰόν ἐμέσῃς τόν τῆς κακίας!
Ὡς δ᾿ ἵππος δράμῃς ἐν ὁδῷ τῇ δικαίᾳ,
οὐ χρεμετίσῃς πάντως δέ πρός τό θῆλυ!
Κάττα γενήσῃ μῦν νοητόν τηροῦσα,
οὐχ ἁρπάζουσα ὅλως τά τοῦ πλησίον,
οὐδέ κλέπτουσα μοίρας τῶν ἀδελφῶν σου,
ἀλλά καί μυΐ μύας διώξῃς πάντας
τούς ἐναντίους ἀπό τῆς σῆς οἰκίας!
Λύκος οὐ γενήσῃ δέ, λύκους δέ φύγῃς,
μᾶλλον δέ κύων γενήσῃ τοῦ Δεσπότου
καί πνεύσῃς ὅλον θυμόν σου κατ᾿ ἐκείνων
καί ἀνιχνεύσῃς ὁδούς τοῦ σοῦ Δεσπότου˙
ἕως ἄν εὕροις, ἕως ἄν καταλάβοις
θύραν τήν θείαν, μή στραφῇς εἰς τοὐπίσω,
καί γένῃ θήρα τῶν νοητῶν θηρίων!
Μίμησαι πτῶκα, εἰ μή δύνασαι κύνα,
καί πέτραν Χριστόν καταφυγήν σου κτῆσαι
(161) καί κρύβηθι, ἔνθα φόβος οὐκ ἔστιν,
ἤ ἔλαφος ἀνάβηθι εἰς τά ὄρη,
τῶν κυνηγετῶν ἀπόδραθι τάς χεῖρας
ἤ πετάσθητι, ὥσπερ καλόν στρουθίον,
καί ὑπέρβηθι τάς παγίδας ἁπάσας!
Πτέρυγας νόει τήν ἁγίαν ἀγάπην,
ἧς ἄνευ οὐδαμοῦ διαβήσῃ˙
μίμησαι πῶλον βαστάζοντα τόν κτίστην,
γενοῦ δέ καί βοῦς ἕλκων ἄροτρον θεῖον
καί γλυκεῖαν αὔλακα τέμνων τοῦ λόγου.
Πάντα μίμησαι δίχα τῶν ἐναντίων.
Κακόν ἀλώπηξ, ὑποκρίσει βιοῦσα,
ἕτερον οὖσα καί ἄλλο δεικνυμένη,
προσποιήσει γάρ θνῄσκει, ἵν᾿ ἁρπάσῃ τι˙
δεινόν ἡ ἄρκτος˙εἴ που ξίφει γάρ λάβῃ,
οὐ παύεται ξέουσα τό τραῦμα ταύτης,
ἕως ἄν αὕτη ἐκ τούτου ἀποθάνῃ˙
κακόν ὁ χοῖρος ἀκορέστως ἐσθίων˙
κακόν ἡ ἀσπίς˙ βύει καί γάρ τά ὦτα˙
κακά τά κακά, ἅ εἰ ἐρευνᾶν θέλεις
καί εἰ ἐκφυγεῖν, φίλη ψυχή, σπουδάσεις,
εὑρήσεις ὄντως τήν ἀληθῆ σοφίαν.
Ὁδῷ βαδίζων ἔλθεις γάρ πρός τά κρείττω
καί μετά πάντων σεαυτόν καταμάθεις
καί ἐρωτῶντι τότε μοι πάντως φράσεις˙
Λόγον, ὅν λαλεῖς, κἀγώ αὐτόν λαμβάνω!
Ἔστι καί ἐν σοί, μεταβαίνει καί πρός με˙
ἤ καταλιμπάνει σε κενόν τοῦ λόγου;
Ἐρεῖς˙ Οἶδα, ὅτι καί πρός με ἦλθε
καί ὅλος ἐστί μετά σοῦ, ὥσπερ πρῴην.
Πῶς οὖν ἀπό σοῦ χωρισθείς πρός με ἦλθε
(162) καί ὅλος μένει ἐν σοί μή χωρισθείς σου;
Εἰπέ μοι τοῦτο καί τόν Θεόν νῦν ἔα,
μή σύμπασα τρομάσῃ κτίσις καί πέσῃ
καί συνθραύσῃ σου τήν σάρκα τήν παχεῖαν
καί συντρίψῃ σου τήν ψυχήν τήν σαρκώδη
καί τόν νοῦν πυρίκαυστον τόν σόν ποιήσῃ,
τόν εἰς μηδέν χρήσιμον κενεμβατοῦντα.
Καί γάρ οὐδέ πράγματι οὐδ᾿ ἐπινοίᾳ
τό ἀμέριστον μερίζεται τοῦ λόγου˙
ὁ γάρ ἐν οἴκῳ ἔνδοθεν κεκλεισμένος,
ἔξω δέ τόν νοῦν περιπολοῦντα ἔχων
οὐ κατελείφθη ἄνους ἐν τῇ οἰκίᾳ,
ἀλλά μετ᾿ αὐτοῦ καί ἔξω πάντως ἔστι.
Τόν οὖν χωρισμόν τοῦτον τί ὀνομάσεις;
Πρᾶγμα δή λέξεις ἤ ἐπίνοιαν εἴπῃς;
Εἰ ἐπίνοιαν, πῶς ὅλος ἔστιν ἔξω,
εἰ δέ πρᾶγμα τι, πῶς ἔνδον τῆς οἰκίας;
Καίτοι τί ἐστί τό παράδειγμα τοῦτο
πρός τόν ὑπέρ νοῦν καί διάνοιαν Λόγον;
Ἐκ γάρ τοῦ Πατρός ἀποσταλείς ὁ Λόγος κατῆλθε
καί ἐν γαστρί ἐνῴκησεν ὅλος τῇ τῆς Παρθένου
καί ὅλος ἦν ἐν τῷ Πατρί καί ὅλος ἐν κοιλίᾳ
καί ὅλος ἐν τῷ σύμπαντι ἀχώρητος ὑπάρχων,
μή συσταλείς, μή σμικρυνθείς πάντως εἰσῆλθεν ὅλως
καί μείνας ἀναλλοίωτος μορφήν ἔλαβε δούλου
καί γεννηθείς ἐγένετο ἄνθρωπος κατά πάντα,
ὅλος τήν μήτραν διελθών καί γεγονώς ἐν κόσμῳ,
ὅλος πάλιν ἀναληφθείς, ὅθεν οὐκ ἐχωρίσθη.
Ταῦτα οὖν κατ᾿ ἐπίνοιαν ἤ πρᾶγμα γεγονέναι
ὅλως εἰπεῖν τολμήσειας, τά ἀπόρρητα πᾶσιν
ἀγγέλοις, ἀρχαγγέλοις τε καί πάςῃ κτιστῇ φύσει;
(163) Νοεῖται καί γάρ ἀληθῶς, οὐ φράζεται δέ ὅλως,
οὐδέ καταλαμβάνεται νοΐ πάντως τελείως.
Πῶς οὖν Θεός καί ἄνθρωπος, ἄνθρωπος Θεός πάλιν
καί τοῦ Πατρός ἐστιν Υἱός, ὅλος αὐτοῦ ἀχωρίστως,
καί τῆς Παρθένου γέγονε καί προῆλθεν ἐν κόσμῳ
καί ἔμεινεν ἀχώρητος, ὡς εἴρηται, τοῖς πᾶσιν;
Ἐπινοίᾳ ἤ πράγματι; εἰπέ. Πάντως ἄρτι σιγήσεις˙
κἄν γάρ εἰπεῖν θελήσειας, ὁ νοῦς σου λόγον οὐ δώσει
καί μείνῃ ἡ πολύλαλος ἀργήσασά σου γλῶσσα.
Εἰ δέ θελήσειας εἰπεῖν πρᾶγμα τήν θείαν φύσιν,
πάντως εἴπῃς καί ποταπόν, ἐγώ γάρ οὐ γινώσκω.
Δόξα σοι, Πάτερ καί Υἱέ καί τό Ἅγιον Πνεῦμα,
θεότης ἀπερίγραπτε, ἀμέριστε τῇ φύσει,
σέ προσκυνοῦμεν ἅπαντες ἐν Πνεύματι Ἁγίῳ,
οἱ τό Πνεῦμά σου ἔχοντες ὡς παρά σοῦ λαβόντες
καί ὁρῶντες τήν δόξαν σου οὐ πολυπραγμονοῦμεν,
ἀλλ᾿ ἐν αὐτῷ σε βλέπομεν ἀγέννητον Πατέρα
καί γεννητόν τόν ἀπό σοῦ προερχόμενον Λόγον,
ἄτμητον οὖν, ἀσύγχυτον προσκυνοῦμεν Τριάδα,
ἐν μιᾷ τῇ θεότητι καί ἀρχῇ καί δυνάμει,
ἀμήν.

***

  ΚΒ'. Εὐχαριστία σύν θεολογίᾳ˙ καί περί ὧν ἡ θεία χάρις τοῦ Πνεύματος διά τῶν ἐνεργειῶν ὠνόμασται. (164)
 
Τί τό καινόν μυστήριον, Δέσποτα τῶν ἁπάντων,
ὅ εἰς ἐμέ, τόν ἄσωτον ἐπεδείξω καί πόρνον;
Τί τό κατανοούμενον μέγα θαῦμα ἐντός μου
καί μή περινοούμενον, ἀλλά κεκαλυμμένον;
Ὡς ἄστρον γάρ ὁρᾶταί μοι ἀνατέλλον μακρόθεν
καί πάλιν ὥσπερ ἥλιος μέγας ἀποτελεῖται,
μή ἔχων μέτρον ἤ σταθμόν ἤ ὅρον τῷ μεγέθει,
καί αἴγλη γίνεται μικρά καί φλόξ πάλιν ὁρᾶται
μέσον ἐν τῇ καρδίᾳ μου καί τοῖς ἐμοῖς ἐγκάτοις,
περιστρεφόμενον συχνῶς καί περιφλέγον πάντα
τά ἔνδοθεν τῶν σπλάγχνων μου καί φῶς ταῦτα ποιοῦντα
καί οὑτωσί φθεγγόμενον καί φιλικῶς διδάσκον
ἀπορουμένῳ παντελῶς καί μαθεῖν ἐκζητοῦντι.
Ἐγώ τό ἄστρον τό γλυκύ, ὅπερ ποτέ ἀκούεις
ἀνατελεῖν ἐξ Ἰακώβ, ὑπάρχω μή διστάσῃς,
καί ἥλιός σοι δείκνυμαι μακρόθεν ἀνατέλλων,
ὁ τοῖς δικαίοις ἅπασι φῶς ἀπρόσιτον εἶναι
ἐν τῇ μελλούσῃ βιοτῇ καί ζωῇ αἰωνίᾳ.
Ἐγώ καί αἴγλη δείκνυμαι καί φῶς σοι καθορῶμαι,
ἀκαταφλέκτως φλέγων σου τά πάθη τῆς καρδίας
καί δροσισμῷ γλυκύτητος καί χάριτός μου θείας
ἀποπλύνων τόν ῥύπον σου καί εἰς ἅπαν σβεννύων
(165) ἄνθρακας τούς τοῦ σώματος, ἡδονῶν ἁμαρτίας,
καί πάντα ἐργαζόμενος ἐμῇ φιλανθρωπίᾳ,
ἅ καί πάλαι πεποίηκα ἐν πᾶσι τοῖς ἁγίοις.
Ἐλέησον λυπούμενον, οἴκτειρον τεθλιμμένον,
μή ὀργισθῇς, λαλῆσαί μοι καί πάλιν βουλομένῳ.
Πῶς ἄστρον ἐκ τοῦ Ἰακώβ, ὁ ἀχώρητος πάντῃ,
ὑπάρχεις τε καί γίνῃ σύ μέχρι τοῦ νῦν τοῖς πᾶσι;
Πῶς δέ καί ὥσπερ ἥλιος δείκνυσαι ἀνατέλλων,
ὁ μηδαμοῦ καί πανταχοῦ καί ὑπέρ πᾶσαν κτίσιν
ὧν τε καί κηρυττόμενος ἀόρατος τοῖς πᾶσι;
Πῶς δέ καί αἴγλη γίνῃ σύ καί φλόξ μοι καθορᾶσαι
καί φλέγεις ὕλην, ἄϋλος ὑπάρχων κατ᾿ οὐσίαν;
Πῶς δροσίζεις καί πλύνεις μου τοῦ σώματος τόν ῥύπον,
ὅλος πῦρ ὤν ἀπρόσιτον καί ἄστεκτον ἀγγέλοις;
Πῶς περιπλέκεσαι φθαρτῇ οὐσίᾳ σώματός μου
καί ἀναμίγνυσαι ψυχῇ ἀμίκτως ἀνθρωπίνῃ;
Πῶς δι᾿ αὐτῆς ἐν τῷ παντί σώματι ἀσυγχύτως
γινόμενος, ὁ ἀναφής, ὅλον θεοποιεῖς με;
Εἶπον καί˙ μή ἐκπέμψῃς με στυγνόν καί τεθλιμμένον,
Ὤ τόλμη, ὤ παράνοια, ὤ ἀφροσύνης λόγοι!
Πῶς οὕτως ταῦτα ἐρωτᾶν οὐ φρίττεις ἀποτόμως;
Πῶς δέ καί οὐκ αἰσθάνῃ, ἐρωτῶν ἅ γινώσκεις,
ἀλλά τολμᾷς μετά Θεοῦ λαλεῖν ὡς ἐκπειράζων,
καί ἅ οἶδας, ὡς μή εἰδώς προσποιῇ ἐρωτᾶν με
καί γράφειν θέλεις ἅπασιν ἐνδεικτικῶς σήν γνῶσιν;
Ἀλλ᾿ ὅμως σοῦ ἀνέχομαι φιλανθρώπως ὑπάρχων
καί πάλιν ἐκδιδάσκω σε, λέγων σοι ταῦτα οὕτως˙
ἐγώ τῇ φύσει ἄφραστος, ἀχώρητος ὑπάρχω,
ἀνενδεής, ἀπρόσιτος, ἀόρατος τοῖς πᾶσιν,
ἀναφής, ἀψηλάφητος, ἄτρεπτος τήν οὐσίαν,
μόνος ἐν μόνῳ τῷ παντί καί μόνος μετά πάντων
τῶν ἐπιγινωσκόντων με ἐν τῷ τοῦ βίου σκότει˙
(166) ἔξω δέ κόσμου τοῦ παντός, ἔξω τῶν ὁρωμένων,
ἔξω τοῦ φωτός τοῦ αἰσθητοῦ, ἡλίου τε καί σκότους,
τόπου τε τῶν κολάσεων καί φρικτῆς καταδίκης,
ἐν ᾧ περιπεπτώκασιν ὑπερήφανοι δοῦλοι
κακῶς τραχηλιάσαντες κατ᾿ ἐμοῦ, τοῦ Δεσπότου.
Ἐγώ ἀμετακίνητος - ποῦ γάρ καί οὐχ ὑπάρχω,
ἵνα τῇ μεταστάσει μου τόν τόπον καταλάβω;-
Ἐγώ καί ἀεικίνητος εἰμί ἀπεριγράτως -
ποῦ γάρ ἐλθών ζητήσεις με, ἵνα ἐκεῖ με εὕρῃς; -
Ὁ οὐρανός τῷ λόγῳ μου ὡς οὐδέν παρεισήχθη,
ἥλιος, ἄστρα καί ἡ γῆ ὡς πάρεργον μικρόν μοι
γεγένηνται καί τά λοιπά, ὅσα ὁρᾷς, ὡσαύτως.
Οἱ ἄγγελοι μακρόθεν μοι πρό τούτων παραχθέντες
δόξης τήν δόξαν βλέπουσιν, οὐχί δ᾿ αὐτήν τήν φύσιν˙
μόνον γάρ ἐνενόησα παραγαγεῖν δυνάμεις
καί εὐθύς παρείστησαν ὑμνοῦσαί μου τό κράτος,
Σύ κάτω δέ καθήμενος αὐτοῦ, ἐν ἐξορίᾳ,
ὅπου πάντες πεπτώκασιν οἱ πρῶτοι παραβάται,
ὅ τε Ἀδάμ καί σύν αὐτῷ Εὔα, ἡ σή προμήτωρ,
καί ὁ κακός διάβολος, ὁ τούτους ἀπατήσας,
ὅπου τό σκότος τό βαθύ, ὅπου λάκκος ὁ μέγας,
ὅπου ὄφεις οἱ δάκνοντες ὑμῶν ἀεί τάς πτέρνας,
ὅπου τό θρῆνος, τό οὐαί, τό ἄπαυστόν τε πένθος,
ὅπου στένωσις ἅπασα, μέριμνά τε καί λύπη,
θάνατος ἅμα καί φθορά πάντας ὑμᾶς κατέχει,
πῶς ἀμεριμνεῖς, πῶς ἀμελεῖς, εἰπέ μοι;
Πῶς οὐ φροντίζεις τῶν κακῶν, ὧν ἔπραξας ἐν κόσμῳ,
καί μόνην τήν μετάνοιαν περί πολλοῦ ποιεῖσαι
καί σπουδάζεις ἀληθινήν ἐπιδείξασθαι ταύτην
καί ἐρωτᾷς περί αὐτῆς ἐν πολλῇ παρακλήσει
καί ἀκριβῶς ἀνερευνᾷς, πῶς αὐτήν κατορθώσῃς,
ὅπως ἰσχύσῃς δι᾿ αὐτῆς ἐμῇ φιλανθρωπίᾳ
(167) λαβεῖν μεγάλην ἄφησιν τῶν σῶν ἀνομημάτων;
Ἀλλά ταύτην καταλιπών ζητεῖς τά ὑπέρ φύσιν,
ἐρευνᾷς τά ἐν οὐρανοῖς, μᾶλλον δέ οὐδέ ταῦτα,
ἀλλά ἐμοῦ τοῦ οὐρανόν, ὡς εἴρηται, καί πάντα
παραγαγόντος ὡς οὐδέν, ἐξερευνᾷς τήν φύσιν
καί βούλει τά περί ἐμοῦ, ὡς οὐδείς οἶδεν ἄλλος,
μανθάνειν˙ ὤ τοῦ θαύματος, ὤ πρόθεσις ἀνθρώπου!
Εἰ γάρ καί ἐμεμψάμην σε, ἀλλ᾿ ἐπαινέσω πάλιν,
ὅτι καί σύ ἔργον ἐμόν καί ποίημα ὑπάρχεις.
Πῶς ἀπό γῆς, ἀπό πηλοῦ, ἀπό χοός ἐπλάσθης
καί ἐν αὐτῇ κρατούμενος καί μετ᾿ αὐτῆς διάγων
πάντα οὐδέν λογίζῃ, ἀλλ᾿ ὡς σκιάν ἡγεῖσαι,
καί παρατρέχεις ἅπαντα καί ἐμέ ζητεῖς μόνον;
Περί ἐμοῦ θέλεις λαλεῖν, δι᾿ ἐμέ διηγεῖσθαι
καί βλέπειν με, εἰ δυνατόν, διά παντός τοῦ βίου
καί μήτε ὕπνου γεύεσθαι, βρώσεως, πόσεώς τε
ἤ ἐνδύματος σώματος τό καθόλου φροντίζειν.
Ἀλλ᾿ ὥσπερ δένδρα καθ᾿ ὁδόν ἱστάμενα καί ξύλα
οὕτως λογίζῃ ἅπαντα τά ἔνδοξα τοῦ κόσμου,
καί παρατρέχεις ὡς οὐδέν ἐν τῇ ὁδῷ τοῦ βίου,
μηδέ περιστρεφόμενος ὄμματι διανοίας
μηδέ ψυχῆς τούς ὀφθαλμούς ἐῶν πρός ταῦτα βλέψαι,
ἀλλ᾿ ἐμέ φαντάζεσαι καί μέμνησαί μου μόνου
καί ἀγαπᾷς με ὡς οὐδείς τῶν μετά σοῦ συνόντων.
Τίς γάρ μου τῷ ὀνόματι γάννυται τήν καρδίαν
καί διεγείρεται εὐθύς πρός ἀγάπην ἤ πόθον;
Τίς ἀκούσας τήν μνείαν μου πολλάκις λαλουμένην
ἐδάκρυσεν ἀπό ψυχῆς ἐνθυμηθείς με μόνον;
Τίς δέ τούς θείους λόγους μου ἤ τίς τάς ἐντολάς μου
μετά σπουδῆς ἐζήτησε μαθεῖν τε καί φυλάξαι;
Τίς ἐλογίσθη με ὡς σύ Θεόν ἐπάνω πάντων
(168) καί ἐπεθύμησεν εὐθύς ἐμοί μόνῳ δουλεύειν
καί διά τοῦτο καί γονεῖς καί ἀδελφούς καί οἶκον,
γῆν τε ὁμοῦ καί συγγενεῖς καί γείτονας καί φίλους
οὕτως παρελογίσαντο καί οὕτως μοι προσῆλθεν,
ὡς μηδέ θεασάμενος ποτέ τινα ἐκ τούτων,
μηδέ γνωρίσας ἐπί γῆς ἄνθρωπον ἐν τῷ κόσμῳ,
ἀλλ᾿ ὥσπερ ξένην ἐπιβάς χώραν τινά καί πόλιν
ἑτερογλώσσους ἔχουσαν πάντας τε καί βαρβάρους,
οὕτως ἐν τοῖς συνήθεσι γνωρίμοις τε καί φίλοις,
ἰδίοις τε καί ἄρχουσι καί πλουσίοις τοῦ κόσμου
διάγειν καί διακεῖσθαι μέσον τούτων τυγχάνων;
Ἀλλά ψιλά ταῦτα λεγόμενα καί μικρά ἀναισθήτοις,
μεγάλα δέ καί ὑψηλά ἐμοί ἐπόπτῃ τούτων.
Τίς τῶν μεγάλων ἐπί γῆς ἐξουσιῶν καί θρόνων
ἤ τῶν λεγόντων δι᾿ ἐμοῦ ἄρχειν καί βασιλεύειν
ἤ τῶν ἐκπροσωπούντων μου τούς θείους ἀποστόλους
τοῦτο ἤ ἐνενόησεν ἤ ἴσχυσε φυλάξαι,
ἵν᾿ ἐν καιρῷ τηρήσεως ἐντολῆς μου καί νόμου
ὡς ἕνα βλέπει ἅπαντας, συγγενεῖς τε καί ξένους,
πλουσίους, πένητας ὁμοῦ, ἐνδόξους καί ἀδόξους,
τούς δέ γε δυνατούς ἄρα μετά εὐτελεστέρων;
Τίς ὁ δικάσας ἀπαθῶς, λεῖα βλέπων ἐν τούτοις;
Ταῦτα ψυχήν εἰ εὕροιμι φυλάξασαν ἐν κόσμῳ,
ἐν τῇ παρούσῃ μάλιστα γενεᾷ καί ἡμέρᾳ,
ἴσα τῶν ἀποστόλων μου καί προφητῶν δοξάσω,
καί συγκαθήσει μετ᾿ ἐμοῦ ἐν τῇ ἐμῇ ἐλεύσει,
κρινεῖ γάρ ὡς ἐπί τῆς γῆς δικαίως ἄν καί τότε
καί δόξαν ἀπενέγκηται κριτοῦ νεκρῶν καί ζώντων.
Ταῦτα καλόν τό ἐκζητεῖν καί τά λοιπά σύν τούτοις
καί τηρεῖν, ὅση δύναμις, καί ἀκριβῶς φυλάττειν˙
καί τήν ἐμήν μή ἐκζητεῖν φύσιν, υἱέ ἀνθρώπου,
μηδέ τάς ἐνεργείας μου, Πνεύματος τοῦ Ἁγίου,
(169) ὅπως δείκνυται ἥλιος, ὅπως ὁρᾶται ἄστρον
καί μακρόθεν που φαινόμενον καί ὑπερβαῖνον ὄρη,
ἐκ δέ τῷ ἀποκρύπτεσθαι ἀπό τῶν ὀφθαλμῶν σου,
θλῖψιν ἀπαραμύθητον προξενοῦν σοι καί λύπην,
καί ἐν τῷ σέ λογίζεσθαι μηκέτι σοί ὀφθῆναι
ἔνδοθεν εὑρισκόμενον ἐν τῇ σῇ καρδίᾳ
καί ἔκπληξίν σοι καί χαράν νέμον ἀπροσδοκήτως˙
μηδ᾿ ὅτι φλόξ σοι δείκνυται, αἴγλη καί πῦρ ὁρᾶται,
θαυμάζῃς ἤ ἐξερευνᾷς, οὐ γάρ καλόν σοι τοῦτο!
Φῶς οὖν με εἶναι πίστευε ἀσχημάτιστον πάντῃ,
ἁπλοῦν ὅλον, ἀσύνθετον, ἀμέριστον τῇ φύσει,
ἀνεξερεύνητον ὁμοῦ, προσιτόν ἀπροσίτως˙
βλέπομαι γάρφ ὡς ἀληθῶς, δείκνυμαι φιλανθρώπως
κατά τό ἐνεχόμενον ἑκάστου τῶν ἀνθρώπων
μετασχηματιζόμενος˙ οὐκ ἐγώ τοῦτο πάσχω,
ἀλλ᾿ οἱ ὁρῶντες οὕτως με βλέπειν καταξιοῦνται.
Ἄλλως γάρ οὐκ ἰσχύουσιν οὐδέ πλέον χωροῦσιν
καί διά τοῦτο οἱ αὐτοί ποτέ μέν καθορῶσιν
ἥλιον, ὅταν ἔχωσι τόν νοῦν κεκαθαρμένον,
ποτέ δέ ἄστρον, ὅταν ὑπό τόν γνόφον ἄρα
καί τήν νύκτα τοῦ σώματος εὑρεθήσονται τούτου.
Πῦρ δέ καί αἴγλην ποιεῖ με τό ζέον τῆς ἀγάπης.
Ὅταν γάρ ἀναφθῇ ἐν σοί ἄνθραξ ὁ τῆς φιλίας,
τότε κἀγώ τό πρόθυμον ὁρῶν σου τῆς καρδίας
εὑρίσκομαι ἑνούμενος αὐτῷ καί φῶς παρέχων
καί ὥσπερ δεικνύμενος, ὁ τό πῦρ λόγῳ κτίσας.
Αἱ ψυχικαί γάρ ἀρεταί ὑπόκεινται ὡς ὕλη,
ἐν αἷς περιδρασσόμενον φῶς τοῦ Πνεύματος θεῖον
κατά τό ὑποκείμενον τῆς ὕλης καί καλεῖται˙
ἴδιον γάρ οὐ κέκτηται ὄνομα ἐν ἀνθρώποις.
Ὅταν οὖν κατανύσσηται ἄνθρωπος καί δακρύῃ,
τότε καί τοῦτο λέγεται ὕδωρ, καί γάρ καθαίρει,
τοῖς δάκρυσιν ἑνούμενον πάντα ῥύπον ἐκπλύνει.
(170) Ὅτε δέ σβέσῃ τόν θυμόν τῆς καρδίας τό πένθος
τῇ συνεργείᾳ τῇ αὐτοῦ, ὠνόμασται πρᾳότης˙
πάλιν δέ ἀναπτόμενος κατά τῆς ἀσεβείας
τοῦτο γίνεται δι᾿ αὐτοῦ, ὅπερ ζῆλος καλεῖται,
εἰρήνη δ᾿ αὖθις καί χαρά λέγεται καί χρηστότης,
ὅτι καί τά ἀμφότερα δωρεῖται τῷ πενθοῦντι
καί ὡς πηγήν βλύζειν ποιεῖ τήν χαράν ἐν καρδίᾳ.
Ἐξ ἧς πᾶσα συμπάθεια καί ἐλεημοσύνη
ἐκχεῖται ἔξω ῥέουσα ἀπό ψυχῆς τοῖς πᾶσι,
μάλιστα τοῖς μετανοεῖν θέλουσι καί σωθῆναι˙
καί γάρ τούς πάντας ἐλεεῖ, τούτοις δέ καί συντρέχει
καί συνεργεῖ καί συγκροτεῖ καί συμπάσχει ἐν πᾶσιν,
ἑνούμενος κατά ψυχήν αὐτῶν τῇ προαιρέσει
καί τεκμαιρόμενος νοΐ κάλλος τῆς μετανοίας
γνησιεστέραν κέκτηται πρός αὐτούς τήν ἀγάπην.
Ταπείνωσις δέ λέγεται, ὡς τά τοῦ κόσμου πάντα,
ἀλλά καί τήν ψυχήν αὐτήν καί τό ἴδιον σῶμα
καί πρᾶξιν πᾶσαν ὡς οὐδέν ἡγεῖσθαι γινομένην
ἄνθρωπον τόν γευσάμενον τῆς γλυκύτητος τούτου
καί κατιδόντα τοῦ φωτός τό ἀμήχανον κάλλος.
Ταῦτα εἰδώς μηκέτι μου περί τοιούτων λέγειν
ἤ ἑρμηνεύειν σοι λεπτομερῶς δεηθῇς ὅλως!
Φύσει γάρ ἄφθεγκτά εἰσιν, ἀνεκλάλητα πάντῃ,
ἀνθρώποις τε ἀπόρρητα, ἄγνωστα καί ἀγγέλοις
καί κτιστῇ πάσῃ ἄλλῃ τινί οὐσίᾳ ὅλως ἀκατανόητα.
Γνῶθι δέ μόνον τά σαυτοῦ ἤ σαυτόν μᾶλλον πλέον
καί τότε γνώσεις, ὡς ἐγώ ἀκατάληπτος πάντῃ
μόνοις συνών, μόνους φιλῶν τούς ἐμέ ἀγαπῶντας
καί τῶν ἐμῶν ἀεί θερμῶς ἐντολῶν μεμνημένους
καί μηδαμῶς προσκρίνοντας αὐτῶν τι τῶν ῥεόντων˙
οἷς ὁμιλῶν συνέσομαι νῦν καί εἰς τούς αἰῶνας,
ἀμήν.

***
 

ΚΓ'. Περί τῆς ἀκαταλήπτου καί ἀπεριγράπτου Θεόητος ἀκριβής θεολογία˙ καί ὅτι ἀπερίγραπτος οὖσα ἡ θεία φύσις οὔτε ἐντός οὔτε ἐκτός ἐστι τοῦ παντός, ἀλλά καί ἐντός καί ἐκτός ὡς τῶν ὅλων αἰτία˙ καί ὅτι μόνον κατά νοῦν τῷ ἀνθρώπῳ ληπτόν ἀλήπτως τό Θεῖον ὡς τοῖς ὀφθαλμοῖς αἱ τοῦ ἡλίου ἀκτῖνες. (171)
Ὦ Τριάς, ἡ κτίστις πάντων,
ὦ Θεέ μου μόνῳ,
ἀπερίγραπτε τῇ φύσει,
ἀκατάληπτε τῇ δόξῃ,
ἀνερμήνευτε τοῖς ἔργοις,
ἀναλλοίωτε οὐσίᾳ.
Ὦ ζωή, Θεέ, τῶν πάντων,
ὦ καλῶν ἁπάντων ἄνω,
ὦ ἀρχή ἀνάρχου λόγου,
ὑπεράναρχε Θεέ μου,
ὅς οὐ γέγονας οὐδέπω,
ἀλλά ἦς ἀρχήν μή ἔχων.
Πῶς εὑρήσω τόν ἐντός με
περιφέροντά σε ὅλον;
Τίς μοι δώσει κατασχεῖν σε,
ὅν ἐντός μου περιφέρω;
Πῶς καί ἔξω τῶν κτισμάτων,
πῶς καί ἔσω τούτων πάλιν
καί οὐδ᾿ ἔσω ἦς οὐδ᾿ ἔξω;
Ὡς μέν ἄληπτος οὐκ ἔσω,
(172) ὡς ληπτός δ᾿ ἔξω πέλω
ἀπερίγραπτος δ᾿ ὑπάρχων
οὔτε ἔσω οὔτε ἔξω.
Τίνος γάρ ὁ κτίστης ἔσω,
ποίου δέ, εἰπέ μοι, ἔξω;
Πάντα ἔνδον περιφέρω
ὡς συνέχων πᾶσαν κτίσιν˙
πάντων ἔξω δέ τυγχάνω,
πάντων ὤν κεχωρισμένος.
Ὁ γάρ κτίστης τῶν κτισμάτων
πῶς οὐκ ἔσται πάντων ἔξω;
Ὁ πρό πάντων δέ ὑπάρχων
καί πληρῶν τό πᾶν ὡς πλήρης,
πῶς οὐκ ἔσομαι καί κτίσας
ἐν τοῖς κτίσμασί μου πᾶσι;
Πανταχοῦ καί γάρ ὑπῆρχον
ἐν τῷ πᾶν ὡς ὑπερπλήρης
καί πληρῶ τά πάντα κτίσας.
Νόει ἅπερ φθέγγομαί σοι!
Οὐ μετέστην τόπου κτίσας,
οὐδ᾿ ἡνώθην τοῖς κτισθεῖσιν˙
ἀπερίγραπτον δέ ὄντα
ποῦ ποτέ με φήσεις εἶναι;
Οὐ σωματικῶς σοι λέγω,
ἀλλά νοητῶς μοι νόει.
Ζητῶν δέ πνευματικῶς με
ἀπερίγραπτον εὑρήσεις,
οὐδαμοῦ δ᾿ αὖ κατά τοῦτο,
οὐδέ ἔσω οὐδέ ἔξω,
εῖ καί πανταχοῦ καί ἐν πᾶσιν
ἀπαθῶς καί ἀσυγχύτως˙
(173) κατά τοῦτο δ᾿ἔξω πάντων,
ὅτι καί πρό πάντων ἤμην.
Ἀλλ᾿ ἀφήσωμεν τήν κτίσιν
ὅλην ταύτην ἥνπερ βλέπεις,
ὅτι λόγου οὐ μετέχει
καί δικαίως πρός τόν λόγον
οἰκειότητα οὐκ ἔχει,
νοῦ παντός ἐστερημένη.
Δῶμεν οὖν οἰκεῖον ζῷον
πρός τόν λόγον τῆς σοφίας,
ἵν᾿ ὡς νοῦς πρός τήν σοφίαν
καί ὡς λόγος πρός τόν λόγον
συγγενῶς τε καί οἰκείως ἔχον μᾶλλον
σχῇ καλῶς καί κοινωνίαν
τό κτισθέν μετά τοῦ κτίστου,
ὡς τοῦ κτίστου κατ᾿ εἰκόνα
καί ὁμοίωσιν ὑπάρχον.
Ποῖον τοῦτο λέγω ζῷον;
Ἄνθρωπόν σοι πάντως εἶπον
λογικόν ἐν τοῖς ἀλόγοις
ὡς διπλοῦν ἐξ ἑκατέρων
αἰσθητῶν καί νοουμένων.
Οὗτος μέσον τῶν κτισμάτων
τόν Θεόν γινώσκει μόνος,
τούτῳ μόνῳ ὁ Θεός δέ
κατά νοῦν ληπτός ἀλήπτως,
καθορᾶται ἀοράτως
καί κρατεῖται ἀκρατήτως.
Πῶς ληπτῶς καί πῶς ἀλήπτως,
πῶς δέ καί μικτῶς ἀμίκτως;
Πῶς; εἰπέ μοι, φράσον ταῦτα.
Πῶς τά ἄφραστά σοι φράσω,
(174) πῶς τά ἄρρητά σοι εἴπω;
Ὅμως πρόσεχε καί λέξω˙
λάμπει ἥλιος ἀκτῖνας˙
αἰσθητόν τοῦτον σοί λέγω,
τόν γάρ ἄλλον οὔπω εἶδες˙
τάς γοῦν τούτου βλέπεις ἀκτῖνας
καί ληπταί εἰσι τοῖς ὀφθαλμοῖς σου.
Τό δέ φῶς τῶν ὀφθαλμῶν σου
συνημμένον ἦν τοῖς ὀφθαλμοῖς σου˙
ἄρτι λέξον ἐρωτῶντι˙
Τό οὖν φῶς σου ταῖς ἀκτῖσι
πῶς ὑπάρχει συνημμένον,
ἐν ἀμίκτῳ μίξει ἔστιν
ἤ συγκέχυνται ἀλλήλοις;
Οἶδα˙ ἄμικτα καί λέξεις
καί μικτά ὁμολογήσεις
καί ληπτόν τό φῶς μοι εἴπῃς,
ὀφθαλμῶν ἀνεῳγμένων
καί καλῶς κεκαθαρμένων.
Τό δ᾿ αὐτό, εἰ σύ καμμύσῃς,
ἄληπτον εὐθύς ὑπάρχει,
τοῖς τυφλοῖς οὐ παραμένει,
σύνεστι δέ τοῖς ὁρῶσιν.
Ὅτε δέ δύνει, καί τούτους
ὡς τυφλούς καταλιμπάνει -
ἐν νυκτί καί γάρ ἀνθρώπων
ὀφθαλμοί οὐ καθορῶσιν - ,
ἡ ψυχή οὖν διά τούτων
παρακύπτουσα φῶς βλέπει,
τοῦ φωτός δέ μή παρόντος
ὡς ἐν σκότει πάντως ἔστιν,
ἀνατέλλοντος δέ τούτου
τότε βλέπεις φῶς ἐν πρώτοις,
ἐν φωτί δέ καί τά πάντα,
(175) τό δέ φῶς ἔχων οὐκ ἔχεις˙
ἔχεις γάρ, ὅτι καί βλέπεις,
κατασχεῖν δέ μή ἰσχύων
ἤ λαβεῖν αὐτό χερσί σου.
Ἔχεις ὅλως οὐ δοκεῖς τι,
ἐφαπλοῖς τάς σάς παλάμας,
λάμπει ἥλιος ἐν ταύταις
καί κρατεῖν αὐτόν νομίζεις˙
τοῦτο λέγω, ὅτι ἔχεις.
Σφίγγεις αἴφνης πάλιν ταύτας
καί ἀκράτητος ὑπάρχει˙
οὕτως πάλιν οὐδέν ἔχεις.
Τά ἁπλᾶ ἁπλῶς κρατοῦνται,
κρατητῶς οὐ σφίγγονται δέ,
εἰ καί σῶμα γάρ τῇ φύσει
τοῦτο δή τό φῶς νοεῖται
ὁρωμένου τοῦ ἡλίου,
πλήν καί ἄτμητον ὑπάρχει.
Πῶς οὖν τοῦτον εἰς οἰκίαν
εἰσαγάγεις σήν, εἰπέ μοι;
Πῶς δέ κατασχεῖν ἰσχύσεις,
πῶς τόν ἄληπτον κρατήσεις,
πῶς δέ τοῦτον ὅλον κτήσῃ,
μερικῶς ἤ καί καθόλου;
Πῶς δέ λάβεις τούτου τμῆμα
καί ἐν κόλπῳ κατακρύψεις;
Πάντως οὐδαμῶς, μοί εἴπῃς,
δυνατόν ποτε γενέσθαι!
Εἰ οὖν τούτου, ὅνπερ λόγῳ
καί προστάγματι ὁ κτίστης
ὡς λαμπάδα παρεισῆξε
φαίνειν πᾶσι τοῖς ἐν κόσμῳ,
ἐξειπεῖν ἤ ἐρευνῆσαι
ὅλως φύσιν οὐκ ἰσχύεις,
(176) πῶς καί σῶμα οὗτος ἔστιν,
οὐκ ἀσώματος γάρ πάντως;
Πῶς ληπτός ἐστιν ἀλήπτως,
πῶς καί μίγνηται ἀμίκτως,
πῶς ἀκτῖσι καθορᾶται
καί φωτίζει σε ἐν τούτοις,
ὅν εἰ καί τρανῶς προσβλέψεις,
ὅλον μᾶλλον ἐκτυφλοῖ σε;
Ἀλλά καί τῶν ὀφθαλμῶν σου
ἀπορεῖς τό φῶς εἰπεῖν μοι,
πῶς φωτός ἑτέρου δίχα
ὅλως βλέπειν οὐκ ἰσχύει
καί παντί φωτί ἐνοῦται
καί ὡς φῶς τά πάντα βλέπει.
Ἀπαθές δέ μένει πάντως,
διαιρούμενον τῶν φώτων
καί ἑνούμενον ὡσαύτως
φῶς φωτί ὅλον τυγχάνει˙
καί ἡ ἕνωσις ἀφράστως,
ἀσυγχύτως τούτων πέλει,
ἡ διαίρεσις δ᾿ ὁμοίως
μή καταλαμβανομένη.
Πῶς τοῦ κτίστου τῶν ἁπάντων
ὅλως φύσιν ἐρευνῆσαι,
ἐνεργείας τούτου πάλιν
πῶς μοι λέγεις ἑρμηνεῦσαι,
πῶς εἰπεῖν μοι, πῶς ἐκφράσαι,
πῶς δέ λόγῳ παραστῆσαι;
Πίστει πάντα παραδέχου!
Πίστις γάρ οὐκ ἀμφιβάλλει,
πίστις ὅλως οὐ διστάζει,
πλήν, ὡς λέγω, πάντα ἔστιν.
Ἐναργῶς σοι πάντα λέγω˙
οὐδαμῶς τι τῶν ἁπάντων
(177) ἡ δημιουργός τῶν ὅλων ἔστιν
φύσις θεία καί σοφία,
οὐδ᾿ ἐν πᾶσι˙ πῶς γάρ ἔσται
τό οὐδέν ὑπάρχον πάντων,
αἴτιον δέ ὄν τῶν πάντων;
πανταχοῦ ἐστι καί ἐν πᾶσι
καί πληροῖ τά πάντα ὅλως
κατ᾿ οὐσίαν, κατά φύσιν,
καθ᾿ ὑπόστασιν ὡσαύτως.
Πανταχοῦ Θεός ὑπάρχει
ὡς ζωή ζωήν παρέχων˙
τί γάρ ὅλως καί παρήχθη,
ὅ αὐτός οὐ παρεισῆξε;
Μέχρι κώνωπός μοι νόει
καί ἱστοῦ τοῦ τῆς ἀράχνης!
Πόθεν γάρ τοσοῦτον ταύτῃ
χορηγεῖται νῆμα, λέγε;
Ἤ οὐ νήθει, ἀλλ᾿ ἀκόπως
καθ᾿ ἑκάστην ἐξυφαίνει,
ἁλιέων σοφωτέρα,
ἰξευτῶν τε πάντων πέλει,
ἐξαπλοῦσα τούς ἱμάντας
καί συνδοῦσα ἐκ μακρόθεν
καί ἐσχάτως μέσον τούτων
ὥσπερ δίκτυον ὑφαίνει
εἰς ἀέρα τήν παγίδα˙
καί αὐτή καθεζομένη
ἀπεκδέχεται τήν θήραν,
εἴ που ποθέν παρεμπέσαν
ἁλισθήσεται πτηνόν τι.
Ὁ οὖν μέχρι τούτων πάντων
τῇ προνοίᾳ συνδιήκων
πῶς οὐκ ἔστιν ἐν τοῖς πᾶσι,
πῶς οὐκ ἔστι μετά πάντων;
(178) Ναί, τῶν πάντων μέσον ἔστι,
ναί, καί ἔξω πάντων ἔστιν,
ναί, καί φῶς αὐτός ὑπάρχει
νοητόν, ψυχάς φωτίζον,
ναί, καί ἄδυτος ὑπάρχει˙
ποῦ κρυβῇ πληρῶν τά πάντα;
Εἰ δέ σύ τοῦτον οὐ βλέπεις,
γνῶθι σέ τυφλόν ὑπάρχειν
καί φωτός ἐν μέσῳ σκότους
ὅλον σε πεπληρωμένον.
Καθορᾶται γάρ ἀξίοις˙
οὐχ ὁρᾶται δέ ὁ πλήρης,
ἀλλ᾿ ὁρᾶται ἀοράτως,
ὡς ἀκτίς ἡλίου μόνη,
καί ληπτός αὐτοῖς τυγχάνει,
ἄληπτος ὤν κατ᾿ οὐσίαν.
Ἡ ἀκτίς μέν καθορᾶται,
ἥλιος τυφλοῖ δέ μᾶλλον,
καί ἀκτίς αὐτοῦ ληπτή σοι
ὥσπερ εἴπομεν, ἀλήπτως.
Κατά τοῦτο τοίνυν λέγω˙
ὅπερ ἔχων, τίς μοι δώσει;
Ὅλον τοῦτο δηλονότι
τίς, ὅ βλέπω, ὑποδείξει;
Τήν ἀκτῖνα καί γάρ βλέπω,
τόν δέ ἥλιον οὐ βλέπω.
Ἡ δ᾿ ἀκτίς οὐχ ἥλιός σοι
καί δοκεῖ καί καθορᾶται;
Ταύτην βλέπων ὅλον βλέψαι
τόν γεννήτορα ποθῶ γε˙
Οὕτως βλέπων λέγω πάλιν˙
τίς μοι δείξει, ὅνπερ βλέπω;
(179) Τάς ἀκτῖνας ἔχων αὖθις
ὅλας ἔνδον τῆς οἰκίας,
λέγω πάλιν˙ ποῦ εὑρήσω
τήν πηγήν τήν τῶν ἀκτίνων;
Ἡ δ᾿ ἀκτίς πηγή δ᾿ αὖ ἄλλη
ἐν ἐμοί σαφῶς ὑπάρχει˙
ὤ θαῦμα θαυμάτων ξένον!
Ἄνω ἥλιος ἐκλάμπει ,
ἡ δ᾿ ἀκτίς ἡλίου αὖθις
ἄλλος ἥλιος ἐν γῆς μοι
φαίνεται καί καταυγάζει˙
ὅμοιος ὄντως τοῦ πρώτου
καί ὁ δεύτερος ὑπάρχει.
Τοῦτον ἔχων λέγω ἔχειν,
τόν δέ ἄλλον μου μακρόθεν
καθορῶν ὡσαύτως κράζω˙
Τίς μοι δώσει, ὅνπερ ἔχω;
Οὐ γάρ τέτμηνται ἀλλήλων,
οὐ χωρίζονται δέ ὅλως,
καί διΐστανται ἀφράστως.
Πρός τόν ὅλον πόσον ἔχω;
Κόκκον ἕνα ἤ σπινθῆρα!
Καί ζητῶ λαβεῖν τό ὅλον,
εἰ καί ὅλον πάντως ἔχω.
Πῶς τό ὄλον, τί μοι λέγεις;
Ὡς πρός ἄφρονας προσπαίζεις˙
παῦσαι παίζειν με, μή λέγε˙
οὔ, ἀλλά τό ὅλον ἔχω,
εἰ μηδέν μηδόλως ἔχω!
Πῶς ἤ τί λαλεῖς, θαυμάζω.
Ἄκουσον καί πάλιν λέξω˙
πέλαγός μοι νόει μέγα
καί θαλάσσας θαλασσῶν τε,
ἄβυσσον ἀβύσσων πάλιν
(180) κατά νοῦν ὑποζωγράφει.
Εἰ οὖν ἵστασαι πρός τούτοις,
τῇ ἀκτῇ τῶν θαλασσίων,
πάντως ἄν καλῶς μοι εἴποις
καθορᾶν τό ὕδωρ ἄρα,
καί μή βλέπων ὅλον ὅλως.
Τό γάρ ὅλον, πῶς θεάσῃ,
ἄπειρον τοῖς ὀφθαλμοῖς σου
ἄσχετιν καί ταῖς χερσί σου;
Πάντως, ὅσον βλέπεις, βλέπεις˙
εἰ δέ ἔροιτό σε τις δή˙
Βλέπεις ὅλας τάς θαλάσσας;
Οὐδαμῶς, ἀποκριθήσῃ.
Πάσας δέ κρατεῖς παλάμῃ;
Οὔ, λέξεις, πῶς γάρ ἰσχύω;
Εἰ δέ ἔροιτό σε πάλιν˙
Οὐδέ ὅλως ταύτας βλέπεις;
Λέγεις˙ Ναί, μικρόν τι βλέπω
καί κρατῶ θαλάσσης ὕδωρ.
Ὅσα οὖν τήν χεῖρα ἔχεις
ἐν τοῖς ὕδασι κρατοῦσαν,
ὅλας ἔχεις τάς ἀβύσσους
συνημμένας τῇ χειρί σου,
οὐ γάρ τέτμηνται ἀλλήλων
καί οὐ πάσας, ἀλλ᾿ ὀλίγον.
Πρός οὖν πάσας, πόσον ἔχεις;
Ὡς ῥανίδα μίαν εἴπῃς.
Τάς δέ πάσας σύ οὐκ ἔχεις,
καίτοι συνημμένας ἔχεις.
Οὔτω γοῦν κἀγώ σοι λέγω,
ὅτι ἔχων οὐδέν ἔχω
καί πτωχός εἰμι καί πλοῦτον
ἀποκείμενον ὁρῶ μοι.
Ὅτε χορτασθῶ, λιμάσσω,
(181) ὅτε δέ πένομαι, πλουτῶ,
ὅτε πίνω, καί διψῶ,
καί γλυκύ τό πόμα λίαν˙
μία γεῦσις πᾶσαν δίψαν
μυριάδων καταπαύει,
καί διψῶ ἀεί τοῦ πίνειν
ὑπέρ κόρον πάντως πίνων.
Σχεῖν ἐπιθυμῶ τό ὅλον
καί πιεῖν, εἰ οἷόν τε,
πάσας τάς ἀβύσσους ἅμα˙
ἀδυνάτου τούτου ὄντος
πάντοτε διψεῖν σοι λέγω,
καίπερ ἐν τῷ στόματί μου
πάντοτε τό ὕδωρ ἔστι
ῥέον, βλύζον, περικλύζον.
Ἀλλά βλέπων τάς ἀβύσσους
οὐ δοκῶ τι πίνειν ὅλως˙
σχεῖν ἐπιθυμῶν τό ὅλον,
πλουσίως τε πάλιν ἔχων
ὅλον ὅλως ἐν χειρί μου,
πάντοτε πτωχός ὑπάρχω,
μετά τοῦ μικροῦ τό ὅλον
συνημμένον πάντως ἔχων.
Θάλασσα οὖν τῇ σταγόνι,
ἄβυσσοι δέ πάλιν ταύτῃ
τῶν ἀβύσσων συνημμέναι˙
μίαν οὖν σταγόνα ἔχων
συνημμένας πάσας ἔχω.
Ἡ σταγών δέ πάλιν αὕτη,
ἥνπερ λέγω σοι κεκτῆσθαι,
ἄτμητος ὑπάρχει ὅλη,
ἀναφής, ἄληπτος πάντῃ,
(182) ἀπερίγραπτος ὡσαύτως,
δυσθεώρητος εἰς ἅπαν,
ἤ Θεός ὅλος ὑπάρχει.
Εἰ οὖν οὕτω καί τοιαύτη
ἔστι μοι ῥανίς ἡ θεία,
ὅλως ἔχειν τί δοκήσω;
Ὄντως ἔχων οὐδέν ἔχω.
Ἄλλως πάλιν σοι ταῦτα λέξω˙
Ἥλιος ἀφ᾿ ὕψους λάμπει
ἐπιβαίνων ταῖς ἀκτῖσι˙
μᾶλλον δέ κρατῶ ἀκτῖνα,
ἀναβαίνω τρέχων ἄνω
πλησιάσαι τῷ ἡλίῳ.
Ὅτε δέ καλῶς ἐγγίσω
καί δοκήσω τοῦ προσψαῦσαι,
διαφεύγει μου τάς χεῖρας
ἡ ἀκτίς καί εὐθύς τυφλοῦμια
καί ἐκπίπτω ἀμφοτέρων,
τοῦ ἡλίου καί ἀκτίνων.
Ἀπό ὕψους οὖν ἐκπίπτω,
κάθημαι καί πάλιν κλαίω
καί ζητῶ τήν πρίν ἀκτῖνα.
Οὕτως τοίνυν ἔχοντός μου,
τῆς νυκτός ὅλον τόν ζόφον
αὕτη διασχίσασά μοι
ὡς σχοινίον ἀπό ὕψους
οὐρανίου καταβαίνει.
Δράσσομαι συντόμως ταύτης,
ὡς ληπτήν σφίγγω κρατῆσαι,
καί ἀκράτητος ὑπάρχει˙
ὅμως δέ ἀλήπτως ταύτην
καί κρατῶ καί ἀναβαίνω.
Οὕτως οὖν ἀνερχομένῳ
συνανέρχονται ἀκτῖνες,
(183) οὐρανούς δέ ὑπερβαίνω,
οὐρανῶν τούς οὐρανούς τε,
βλέπω ἥλιον δέ πάλιν
ὑπέρ τούτων ἀνωτέρω.
Εἴτε φεύγει, οὐ γινώσκω,
εἴτε ἵσταται, οὐκ οἶδα˙
τέως βαίνω, τέως τρέχω,
τέως φθάσαι οὐκ ἰσχύω.
Ὕψους ὑπερβαίνων δ᾿ ὕψη,
ὑπέρ ὕψωμά τε ἅπαν
γενομένῳ μοι, ὡς δοκῶ,
ἐκ χειρῶν μου αἱ ἀκτῖνες
σύν ἡλίῳ ἀφαντοῦνται
καί εὐθύς εἰς ᾅδου πτῶμα
καταφέρομαι, ὁ τάλας.
Τοῦτο ἔργον, τοῦτο πρᾶξις
τοῖς πνευματικοῖς ὑπάρχει˙
ἄνω κάτω, κάτω ἄνω
ἄπαυστος αὐτοῖς ὁ δρόμος.
Ὅταν πέσῃ, τότε τρέχει,
ὅταν τρέχῃ, ἵσταται δέ.
Ὅλος κάτω κεκλιμένος,
ὅλος ὤν ἄνω τυγχάνει˙
περιπολῶν οὐρανούς δέ
ἐμπεδοῦται πάλιν κάτω
καί ἀρχή τοῦ δρόμου τέλος,
τό δέ τέλος ἀρχή πέλει.
Ἀτελής ἡ τελειότης,
ἡ δ᾿ ἀρχή γε πάλιν τέλος˙
τέλος πῶς; Ὡς Γρηγόριος
θεολογικῶς εἰρήκει˙
Ἔλλαμψις ὑπάρχει
(184) τέλος τῶν ποθούντων πάντων,
καί ἀνάπαυσις ἁπάσης
θεωρίας φῶς τό θεῖον.
Τοῦτο οὖν ἰδεῖν ὁ φθάσας
ἀπό πάντων καταπαύει
καί χωρίζεται κτισμάτων˙
τόν γάρ κτίστην τούτων βλέπει.
Ὅν ὁ βλέπων ἔξω πάντων
μετά μόνου μόνος ἔστι
καί οὐδέν τῶν πάντων βλέπει
ὁρατῶν ἤ νοουμένων˙
μόνην τήν Τριάδα βλέπει.
Τά δ᾿ ἐν ταύτῃ σιωπάσθω,
ἀμυδρῶς καί γάρ ὁρῶνται,
καί ποσῶς κατανοοῦνται.
Κατεπλάγης οὖν ἀκούσας
τά ἐντός τῶν ὁρωμένων;
Εἰ δέ καταπλάγης ταῦτα,
πῶς οὐ μυθολόγος δόξω
τά ἐκτός διατρανῶν σοι;
Ἀνεκλάλητα γάρ πάντῃ
καί ἀνέκφραστα τά θεῖα
καί τά ἐν αὐτοῖς εἰς ἅπαν,
κἄν ὁ λόγος πως ἐκ πόθου
ἐκβιάζεται τοῦ λέγειν
περί πραγμάτων θείων καί ἀνθρωπίνων.
Ἀλλ᾿ ἐάσας οὖν τά θεῖα
καί εἰπών τι τῶν ἰδίων
ὑποδείξω σοι τῷ λόγῳ
τήν ὁδόν καί καταπαύσω.
Γνῶθί σε διττόν ὑπάρχειν
καί διττούς ἔχεις τούς ὦπας,
αἰσθητούς καί νεορούς τε,
ὡς διττῶν ἡλίων ὄντων
(185) καί διττοῦ φωτός ὡσαύτως,
αἰσθητοῦ καί νοητοῦ τε,
οὕς εἰ βλέπεις, ὡς ἐκτίσθης
κατ᾿ ἀρχάς ἄνθρωπος ἔσῃ.
Εἰ δέ αἰσθητόν μέν βλέπεις,
νοητόν δέ οὐδαμῶς ἥλιον,
ἠμιθνής τυγχάνεις πάντως,
ὁ ἠμιθνής δέ καί νεκρός,
ἀνενέργητος εἰς πάντα.
Εἰ γάρ ὁ αἰθητῶς μή βλέπων
ἀνενέργητός τις ἔστι,
πόσῳ μᾶλλον ὁ μή βλέπων
τό νοητόν φῶς τοῦ κόσμου
νεκρός ἐστι καί νεκροῦ πλέον;
Ὁ νεκρός ἀναισθητεῖ γε,
ὁ δέ θνήξας ἐν αἰσθήσει,
ὅσην ἕξει τήν ὀδύνην,
μᾶλλον δ᾿ ἔσεται ὡς θνῄσκων
ἐνωδύνως εἰς αἰῶνας.
Οἱ δέ βλέποντες τόν κτίστην
πῶς οὐ ζῶσιν ἔξω πάντων;
Ναί, τῶν πάντων ἔξω ζῶσι
καί εἰσί τῶν πάντων μέσον
καί ὁρῶνται ὑπό πάντων,
οὐχ ὁρῶνται δέ τοῖς πᾶσιν
ἐν αἰσθήσει τῶν παρόντων˙
μέσον μέν εἰσι τῶν πάντων,
ὑπέρ αἴσθησιν δέ τούτων
ἔξω γίνονται τῶν πάντων,
τοῖς ἀΰλοις συναφθέντες
αἰσθητῶν ἀναισθητοῦσιν.
Ὀφθαλμοί καί γάρ ὁρῶσιν
ἐν αἰσθήσει δ᾿ ἀναισθήτῳ.
(186) Πῶς; εἰπέ μοι. - Λέξω τάχος˙
ὡς ὁρῶν τό πῦρ οὐ καίῃ,
οὕτως βλέπω ἀναισθήτως.
Σύ τό πῦρ ὁρᾷς, ὁποῖον,
καί τήν φλόγα πάντως βλέπεις,
οὐκ αἰσθάνῃ δέ ὀδύνης,
ἀλλ᾿ ὑπάρχεις ἔξω τούτου
καί ὁρῶν οὐ κατακαίῃ
ἀναισθήτως ἐν αἰσθήσει,
ἤ πῶς ἄλλως τοῦτο εἴπῃς;
Οὐ γάρ καίῃ ἀναισθήτως,
ἐν αἰσθήσει δ᾿ ὅμως βλέπεις.
Τό αὐτό μοι νόει πάσχειν
τόν πνευματικῶς ὁρῶντα˙
νοῦς γάρ καθορῶν τά πάντα
ἀπαθῶς καί διακρίνει,
οἷον βλέπει κάλλος ὡραῖον,
ἀλλ᾿ ἐκτός ἐπιθυμίας.
Τό οὖν πῦρ ἐστι τό κάλλος,
ἡ ἁφή ἐπιθυμία˙
εἰ μή σύ τοῦ πυρός ἅψῃ,
πῶς ὀδύνης αἰσθανθήσῃ;
Οὐδαμῶς! Ὁ νοῦς δέ πάλιν,
πρίν κακῶς ἐπιθυμήσει,
τόν χρυσόν ὁρῶν ὡσαύτως
ὡς πηλόν προσβλέψει πάντως,
τήν δέ δόξαν οὐχ ὡς δόξαν,
ἀλλ᾿ ὡς εἶδος φαντασμάτων
εἰς ἀέρα φαινομένων,
καί τόν πλοῦτον ὥσπερ ξύλα
λογιεῖται ἐν ἐρήμῳ
κατακείμενα στιβάδα.
Τί τά πάντα ἐξηγεῖσθαι,
(187) ἑρμηνεύειν τε πειρῶμαι;
Εἰ μή πείρᾳ καταλάβοις,
γνῶναι ταῦτα οὐκ ἰσχύεις.
Ἀπορῶν δέ γνῶναι φύσεις˙
Οἴμοι, πῶς οὐκ οἶδα ταῦτα,
οἴμοι, πόσον ἀπολείπω
τῶν καλῶν ἐν ἀγνωσίᾳ!
καί σπουδάσεις ταῦτα γνῶναι,
ἵνα γνωστικός καλῇ γε.
Εἰ γάρ σεαυτόν οὐκ οἶδας,
ποταπός εἶ, ποῖος πέλεις,
πῶς τόν κτίστην ἐπιγνώσῃ,
πῶς πιστός ὀνομασθήσῃ,
πῶς δέ ἄνθρωπος κληθήσῃ
βοῦς ὑπάρχων ἤ θηρίον;
Ἤ ὡς ἄλογόν τι ζῷον
ἤ καί χείρων τούτων ἔσῃ
ἀγνοῶν τόν κτίσαντά σε.
Τίς ἐκεῖνον μή γινώσκων
λογικός εἰπεῖν τολμήσει,
ὅτι ἔστιν; Οὐ γάρ ἔστι!
Πῶς γάρ, ὅς ἐστέρηται τοῦ λόγου;
Ὁ δ᾿ ἐστερημένος λόγου
εἰς ἀλόγου ἔστι τάξιν,
ποιμανθείς δέ ὑπ᾿ ἀνθρώπων
πάντως ἔσται σεσωσμένος˙
εἰ δ᾿ οὐ βούλεται, ἀλλ᾿ ὄρει
καί φαράγγοις προσπελάζει,
βρῶμα ἔσεται θηρίων
ὡς ἀπολωλός ἀρνίον.
Ταῦτα πρᾶττε καί μελέτα,
μή παραρρυῇ, τεκνίον!
 

***

  ΚΔ'. Δι᾿ ὧν ἐξομολογούμενος ἐν τῷ παρόντι γράφει λόγῳ, δείκνυσι τό βάθος τῆς ἑαυτοῦ ταπεινώσεως, καί προϊών διδάσκει αὐτήν τόν εἰς μέτρον ἐλάσαντα τελειότητος καί ἀξιωθέντα τοιούτων ἐν θεωρίᾳ ἀποκαλύψεων, Παῦλον τόν θεῖον κἀν τούτῳ μιμούμενος, ἁμαρτωλόν ἑαυτόν ἀποκαλοῦντα καί ἀνάξιον τοῦ καλεῖσθαι ἀπόστολον. (188)
 
Δίδου μοι, Χριστέ, καταφιλεῖν σούς πόδας.
Δίδου μοι τάς σάς κατασπάζεσθαι χεῖρας,
χεῖρας τάς ἐμέ λόγῳ παραγαγούσας,
χεῖρας τάς πάντα κτισάσας ἀκαμάτως.
Δίδου μοι βλέπειν τό πρόσωπόν σου, Λόγε,
καί ἀπολαύειν τοῦ ἀπορρήτου κάλλους
καί κατανοεῖν καί τρυφᾶν σου τῆς θέας,
θέας ἀρρήτου, θέας τῆς ἀθεάτου,
θέας τῆς φρικτῆς, ὅμως δίδου μοοι λέγειν
τάς ἐνεργείας αὐτῆς, οὐ τήν οὐσίαν.
Ὑπέρ φύσιν γάρ, ὑπέρ ουσίαν πᾶσαν
ἧς ὅλος αὐτός, ὁ Θεός μου καί κτίστης.
Ἡ δέ ἀπαυγή τῆς δόξης σου τῆς θείας
φῶς ἁπλοῦν ἡμῖν, φῶς γλυκύ καθορᾶται,
φῶς ἀποκαλύπτεται, φῶς συνενοῦται
ὅλον, ὡς οἶμαι, ὅλοις ἡμῖν σοῖς δούλοις,
φῶς πνευματικῶς βλεπόμενον μακρόθεν,
(189) φῶς ἐντός ἡμῶν εὑρισκόμενον αἴφνης,
φῶς ὡσεί ὕδωρ βρύον, ὡς πῦρ τε φλέγον
τῆς, ἧσπερ πάντως καθάψεται, καρδίας˙
ἐξ οὗπερ ἔγνων προληφθεῖσαν, Σωτήρ μου,
τήν ταλαίπωρον καί ταπεινήν ψυχήν μου
καί φλεγομένην καί κατακαιομένην.
Πῦρ προσλαβόν γάρ φρυγανώδους οὐσίας
πῶς οὐ φλέξειε, πῶς ἄν οὐ καταναλώσῃ,
πῶς οὐκ ἐμποιήσειεν ἀφύκτους πόνους;
Ὅμως ἀνάψαν, δός μοι τοῦ λέγειν, Σῶτερ,
ἄφραστον εἶδος κάλλους ὡραιοτάτου
δείκνυσι καί τέρπει με καί πόθου φλόγα
ἄστεκτον ἐργάζεται˙ καί πῶς ὑποίσω,
πῶς ὑπενέγκω, πῶς ὅλως δέ βαστάσω,
ἤ πῶς ἐξείπω τό μέγα θαῦμα τοῦτο,
τό γινόμενον ἐν ἐμοί τῷ ἀσώτῳ;
Οὐ γάρ σιωπᾶν ὑποφέρω, Θεέ μου,
καί λήθης βυθοῖς συγκαλύπτειν τά ἔργα
ἅ ἐποίησας καί ποιεῖς καθ᾿ ἑκάστην
μετά τῶν θερμῶς ἀεί σε ἐκζητούντων
καί μετανοίᾳ πρός σέ καταφευγόντων,
ἵνα μή κἀγώ, ὡς τό τάλαντον κρύψας
δοῦλος πονηρός, κατακριθῶ δικαίως,
ἀλλ᾿ ἐκκαλύπτων ταῦτα τοῖς πᾶσι λέγω
καί τά περί σοῦ καί τῆς σῆς εὐσπλαγχνίας
γραφῇ παραδίδωμι καί διηγοῦμαι
ταῖς μετέπειτα γενεαῖς, ὦ Θεέ μου,
ὅπως μαθόντες τό πολύ ἔλεός σου,
ὅ ἐνεδείξω εἰς ἐμέ καί δεικνύεις,
τόν πρίν ἄσωτον, τόν ἀκάθαρτον μόνον,
τόν ὑπέρ πάντας πλέον ἐξαμαρτάνοντα,
(190) μηδείς διστάσῃ, ἀλλά μᾶλλον ποθήσῃ,
μή δειλιάσῃ, ἀλλά χαίρων προσέλθῃ,
μηδέ φοβηθῇ, ἀλλά μᾶλλον θαρρήσῃ
πέλαγος ὁρῶν τῆς σῆς φιλανθρωπίας
καί προσδράμῃ τε καί προσπέσῃ καί κλαύσῃ,
καί τῶν πταισμάτων ἀπολήψεται λύσιν
λέγων ἐν αὐτῷ ὡς ἀληθῶς, Θεέ μου˙
Εἰ τόν πάγκακον καί παμπόνηρον τοῦτον
καί πανάσωτον ἠλέησεν ὁ κτίστης,
ὑπέρ ἅπαντας ἀνθρώπους ἁμαρτόντα,
πῶς οὐκ ἄν ἐμέ μειζόνως ἐλεήσῃ,
τόν φειδομένως ποςῶς ἐξαμαρτόντα
καί τάς ἐντολάς οὐ πάσας παραβάντα;
Ἵν᾿ οὖν εἰδῶσι καί πλῆθος τῶν κακῶν μου,
ὧδε λέξοιμι, οὐ πάντα πάντως, Λόγε,
ἀναρίθμητα καί γάρ ὑπέρ ἀστέρας,
ὑπέρ σταγόνας ὑετοῦ καί θαλάσσης
ψάμμον, κυμάτων πλῆθος κυμαινομένων,
ἀλλ᾿ ἅπερ βίβλος φέρει τοῦ συνειδότος
καί ἀποθῆκαι περιέχουσι μνήμης
τά δ᾿ ἄλλα μόνος ἀριθμεῖν αὐτός οἶδας.
Γέγονα φονεύς, ἀκούσατε οἱ πάντες,
ἵνα κλαύσητε συμπαθῶς, τόν δέ τρόπον
εἴασα, λόγου παραιτούμενος μῆκος.
Γέγονα, οἴμοι, καί μοιχός τῇ καρδίᾳ
καί σοδομίτης ἔργῳ καί προαιρέσει.
Γέγονα πόρνος, μάγος καί παιδοφθόρος,
ἐπίορκος ὀμότης καί πλεονέκτης,
κλέπτης, ψεύστης τε καί ἀναιδής, ἅρπαξ - φεῦ μοι -
φιλάργυρός τε, ἰταμός τε καί πάσης
(191) ἄλλης κακίας εἶδος διεπραξάμην.
Ναί, πιστεύσατε, ἀληθῶς λέγω ταῦτα
καί οὐ πλάσματι, οὐδέ σεσοφισμένως!
Τίς οὖν ἀκούσας ταῦτα οὐκ ἐκπλαγείη,
οὐ θαυμάσειε τήν σήν μακροθυμίαν,
ὦ φιλάνθρωπε, οὐ θαμβηθῇ καί λέξει˙
Πῶς οὐ διέστη γῆ φυγοῦσα τοῦ φέρειν,
ἐπί τοῦ νώτου μή στέγουσα τόν τάλαν,
καί ζῶντα τοῦτον κατήγαγεν εἰς ᾅδην;
Σκηπτός ἄνωθεν πως δέ οὐ κατενέχθη
καί ἀνάλωσε τόν παραβάτην τοῦτον;
Πῶς δέ οὐρανός οὐ συνέπεσεν ἅμα
καί συνεσβέσθη ἥλιος καί τά ἄστρα
ἐπί τῷ οὕτως καταπεφρονηκότι;
Ὤ τῆς σῆς αὖθις ἀνοχῆς, εἴπῃ, Σῶτερ,
καί τῆς ἀγαθότητος καί τοῦ ἐλέους!
Ὄντως γάρ εἰσιν ὑπέρ συγγνώμην πᾶσαν
αἱ πράξεις αὗται τοῦ παναθλίου τούτου,
ἅς ὁ ἀκούων πᾶς τις ἀναβοήσει˙
τοῦτον ἡ δίκη ἄρα εἴασε ζῶντα;
Καί πῶς δικαία οὖσα κἄν ὅλως τοῦτον
εἶναι κατεδέξατο ἐν γῇ τῶν ζώντων;
Εἰ δ᾿ ὑπολάβοι ψευδῆ με ἴσως γράψαι,
τούτῳ τήν συγχώρησιν δός ὡς οἰκτίρμων˙
ἀγνοῶν γάρ σου τό μακρόθυμον, Σῶτερ,
καί τήν ἄβυσσον τῆς σῆς φιλανθρωπίας,
καί τῶν ἔργων μου τά ἄτοπα ἀκούσας
τήν ψῆφον ἐξήνεγκε δικαίως ταύτην.
Εἰ τοῦτον, λέγων, ἀνεύθυνον ἡ δίκη
καταλέλοιπε, λοιπόν κρίσις οὐκ ἔστι.
Σύ δέ μάλιστα, ὅτι μέλλεις τοῦ κρῖναι,
(192) νῦν μακροθυμεῖς διά τοῦτο, Θεέ μου˙
θέλεις γάρ πάντως τήν πάντων σωτηρίαν,
τήν μετάνοιαν ἐκδεχόμενος τούτων
τήν ἐκ τῶν ἔργων, ἀνοχῇ σου δικαίᾳ.
Δικαίου καί γάρ οὐ τούς πίπτοντας παίειν,
χεῖρα δέ μᾶλλον πάντως ὀρέγειν τούτοις,
ὅπερ ποιῶν σύ, ὁ καλός μου Δεσπότης,
οὐκ ἐνέλιπες οὐδέ ποτε ἐλλείψεις.
Ὁ βίος πάλη πάντων ἀνθρώπων πέλει,
δοῦλοι δέ πάντες ἄνθρωποι σοῦ, τοῦ κτίστου˙
ἔχομεν δ᾿ ὅμως μικροί τε καί μεγάλοι
ἔχθρούς ἀσπόνδους, ἄρχοντας τούς τοῦ σκότους.
Εἰ μή οὖν αὐτός ὀρέξεις μᾶλλον χεῖρα,
ἀλλ᾿ αὐτούς ἡμῶν κατισχύσει ἀφήσεις,
ποῦ τό δίκαιον, ποῦ τό φιλάνθρωπόν σου;
Δοῦλοι γάρ ἡμεῖς γεγόναμεν ἐκείνου
ἰδίᾳ γνώμῃ, ἰδίᾳ προαιρέσει,
αὐτός δέ ἡμᾶς ἐλθών ἐξηγοράσω
τῷ ἀχράντῳ σου αἵματι καί τιμίῳ
καί τῷ σῷ Πατρί προσήγαγες, Θεέ μου,
δῶρον, οὕς ὁρῶν ἐχθρός ὅλως οὐ στέγει,
οὐχ ὑποφέρει τόν φθόνον, ὅνπερ ἔχει,
ἀλλ᾿ ὠρύεται καθ᾿ ἡμῶν ὥσπερ λέων
καί περιπατῶν καί βρύχων τούς ὀδόντας
ἀπηνῶς ζητεῖ, ὅντινα καταπίῃ.
Τούς οὖν ὑπ᾿αὐτοῦ θηρός τοῦ ἀνημέρου
τιτρωσκομένους καί πληγάς δεχομένους
καί τραυματίας, ὦ Χριστέ μου, κειμένους
οὐκ ἐλεήσεις, οὐ συμπαθήσεις μᾶλλον
καί τήν ὑγείαν τήν τούτων ἀναμείνεις,
(193) ἀλλ᾿ ἐπιπλήξεις, ἀλλά συντρίψεις ὅλως
καί θανατώσεις τούς τοιούτους τελείως;
Δίκαιον καί γάρ, ναί, κἀγώ τοῦτο λέγω,
ὅτι ἄκοντες οὐ κατέχονται οὗτοι,
ἀλλά ἑκόντες ἑαυτούς προδίδουσιν.
Ὅμως πανοῦργος, σοφιστής τε καί κακίας,
ὁ ἀνήμερος καί ποικίλος θήρ οὗτος
προσποιεῖται οὖν τά τῶν φίλων, ὡς φίλος
ὅλον με ζητῶν συλλαβεῖν καί θηρεῦσαι,
τήν ὁρωμένην ζωήν ὑποδεικνύς μοι
τῆς νοουμένης ζωῆς ἀποστερεῖ με.
Τῇ αἰσθήσει κλέπτει με τῶν νῦν παρόντων
καί τῶν μελλόντων ὑποσυλᾷ τόν πλοῦτον.
Ἄλλο τῇ ἔξω φαίνεται θεωρίᾳ,
ἄλλο δέ ἐστι τό κρυπτόμενον, Σῶτερ.
Εἰ δέ ἄνθρωποι τοῦτο μεμαθηκότες
δόλους σχηματίζονται τῇ ὑποκρίσει,
τί ὁ κακίας εὑρετής οὐ ποιήσει,
πῶς οὐ πλανήσει, καί μάλιστα τούς νέους,
πῶς οὐκ ἀπατήσει δέ ἀκάκους ὄντας,
ὅλως ἀπείρους, ὅλως ἀπανουργεύτους,
ὁ προαιρέσει καί Σατᾶν καί πανοῦργος
καί πάντα δόλον εὐμηχάνως εὑρίσκων;
Ὅμως ἅπαντας ἀπατᾷ καί τιτρώσκει,
οὐδείς τάς τούτου ὑπεξέφυγε χεῖρας,
οὐδέ τῶν αὐτοῦ βελῶν καί τοῦ ἐν τούτοις
ἰοῦ ἄγευστος καί ἄτρωτος διῆλθε.
Πάντες ἐξημάρτομεν καί ὑστεροῦμεν
δόξης σου, Χριστέ, τῆς ἀρρήτου καί θείας,
καί δωρεάν σε δυσωποῦμεν τοῦ σῶσαι
καί δικαιῶσαι χάριτι καί ἐλέει,
ὅ ἐξέχεας ἐπ᾿ ἐμέ νῦν πλουσίως,
(194) περί οὗ λέγειν καί γράφειν οὐκ ὀκνήσω.
Πῶς γάρ δυναίμην σιωπῇ ὑποφέρειν
τά γινόμενα καθ᾿ ὥραν, ὦ Θεέ μου,
καί πραττόμενα ἐν ἐμοί τῷ ἀθλίῳ;
Ἄφραστα καί γάρ εἰσιν ἐν ἀληθείᾳ,
ἀκατάληπτα ὑπέρ νοῦν, ὑπέρ λόγον˙
καί πῶς ἐξείπω ταῦτα ἤ πῶς ἐκφράσω;
Ἀλλ᾿ οὖν, μή φέρων σιωπᾶν, ἄρτι λέξω˙
Θεός ἄναρχος, ἄκτιστος, μόνος πέλεις,
ἐν Υἱῷ καί Πνεύματι Τριάς Ἁγία,
ἀκτάληπτος, ἀπρόσιτος ὑπάρχεις,
κτίστης ὁρωμένης τε καί νοουμένης
κτίσεως καί Κύριος σύ καί Δεσπότης,
ὑπεράνω τε τῶν οὐρανῶν καί πάντων
τῶν ἐν οὐρανῷ, τοῦ οὐρανοῦ τυγχάνεις
μόνος ποιητής, μόνος ἐξουσιάζων,
μόνος τά πάντα φέρων προστάγματί σου
καί θελήματι συνέχων πάντα μόνῳ.
Ἔχεις περί σέ μυριάδας ἀγγέλων,
ἀρχαγγέλων τε χιλίας χιλιάδας,
θρόνους, κυριότητας ἀναριθμήτους,
ἔχεις δυνάμεις, Χερουβίμ Σεραφίμ τε
πολυόμματα, ἀρχάς καί ἐξουσίας
καί πλείους ἄλλους λειτουργούς τε καί φίλους,
Ἔχεις τήν δόξαν ὑπερδεδοξασμένην,
ὥστε μή τολμᾶς ἀδεῶς ἀτενίσαι
τινάς ἐκ τούτων πρός αὐτήν, ὦ Θεέ μου,
μηδέ δύνασθαι φαινομένην ἐνέγκαι
τοῦ προσώπου σου τήν ἀστράπτουσαν αἴγλην.
Πῶς γάρ ἰσχύσει τό ποίημα τήν κτίστην
(195) ὅλον κατιδεῖν, ὅλον κατανοῆσαι;
Οὐδαμῶς οἶμαι δυνατόν εἶναι τοῦτο,
ἀλλ᾿ ὁ ποιητής, καθ᾿ ὅσον ἄν ἐθέλῃ,
φαίνεται καί βλέπεται, παρ᾿ ὧν ἐθέλει,
καί γινώσκεται καί γινώσκει τό κτίσμα,
καί καθορᾶται καί καθορᾷ τοσοῦτον
ὅσον δώσειεν ὁ ποιητής τοῦ βλέπειν.
Εἰ γάρ παρά σοῦ παρήχθησαν, Θεέ μου,
ἔχουσιν ἐκ σοῦ τό εἶναι καί τό βλέπειν
καί τό δύνασθαι λειτουργεῖν σοι ἀμέμπτως.
Ἀλλ᾿ οὖν ἄνω σύ ὑπέρ ἀρχάς ἁπάσας,
αὗται δέ πάλιν περί σέ, τόν Θεόν μου,
ἡμεῖς δέ κάτω ἐν κατωτάτῳ λάκκῳ
- λάκκον οὐ λέγω τόν ὁρώμενον κόσμον,
ἀλλά τό σκότος τῆς ἁμαρτίας ὄντως -,
λάκκῳ πονηρῷ, λάκκῳ ζεζοφωμένῳ,
λάκκῳ καί τάφῳ δεινῶς ἐν κατωτάτῳ,
ὅνπερ ἥλιος οὐ πέφυκε φωτίζειν.
Ἔξω γάρ ἐστι τοῦ ὁρωμένου κόσμου
καί τοῦ μέλλοντος ἡ νύξ τῆς ἁμαρτίας
καί τούς ἐν αὐτῇ ἐμπίμποντας ἀφρόνως
νῦν τε κατέχει καί θανόντας ὡσαύτως
ἕξει δεσμίους εἰς αἰῶνας αἰώνων˙
ὧν ἐγώ πρῶτος, ὦ Χριστέ μου, ὑπάρχω,
ὁ συσχεθείς καί καταχθείς ἐν ταύτῃ
καί ἐν πυθμένι αὐτῆς τῷ κατωτάτῳ
εὑρεθείς ἐβόησα˙ Ἐλέησόν με!
Ἐν ἐπιγνώσει γεγονώς τῶν κακῶν μου -
ἔγνων γάρ τό ποῦ δι᾿ αὐτῶν κατηνέχθην,
οὗ χάριν καί ἔκλαυσα, δακρύων ὄμβρους
ἐξ ὀφθαλμῶν μου κατήγαγον ἐμπόνως - ,
μετενόησα ἐξ ὅλης μου καρδίας
(196) καί ἐκέκραξα φωναῖς ταῖς ἀλαλήτοις.
Καί ἐπήκουσας ἐκ τοῦ ἀφάτου ὕψους
τοῦ ἐν πυθμένι κειμένου κατωτάτῳ,
σκότους ἀπείρου, ἀτελοῦς ἐν τῷ τέλει,
καί τάς περί σέ καταλιπών δυνάμεις
ἀντιπαρελθών τά ὁρώμενα πάντα
κατῆλθες ἐκεῖ, ἐν ᾧ κείμενος ἤμην.
Ἔλαμψας εὐθύς, ἐδίωξας τό σκότος,
ἤγειράς με σύ ἐμπνεύσει σου τῇ θείᾳ,
ἔστησας εἰς πόδας με τῶν ἐντολῶν σου,
ἔθελξας τῷ κάλλει σου, καί τῇ ἀγάπῃ
ἔτρωσας, ἠλλοίωσας ὅλον με ὅλον.
Εἶδόν σου τό πρόσωπον καί ἐφοβήθην,
καίτοι εὐμενές, εὐπρόσιτόν μοι ὤφθη,
ἡ δέ ὡραιότης σου ἐξέστησέ με
καί ἐξέπληξεν, ὦ Τριάς, ὁ Θεός μου!
Εἷς γάρ χαρακτήρ τῶν τριῶν ἐν ἑκάστῳ,
καί τά τρία ἕν πρόσωπον, ὁ Θεός μου,
ὅς καλεῖται Πνεῦμα, Θεός τῶν πάντων.
Σύ οὖν ἐμφανίσθης ἐμοί, τῷ παναθλίῳ˙
πῶς οὐκ ἔμελλον ἐγώ φρίξαι καί δῦναι
καί κατώτερον, οὗ ἤμην, γεγονέναι
καί σκεπασθῆναι πάλιν ὑπό τοῦ σκότους,
ἵν᾿ ἀποκρυβῶ σε, τόν ἄστεκτον πᾶσιν;
Ἀλλά τοῦτο μέν ἔπραττον ἐκ δειλίας ἐγώ,
σύ δέ, Θεέ μου, μᾶλλον περιεπλέκου,
μᾶλλον κατησπάζου με, μᾶλλον ἐνηγκαλίζου
ἔνδον τοῦ κρασπέδου σου τῶν ἱματίων
εἰσάγων ὅλον καί σκέπων με φωτί σου,
καί ἀμνημονεῖν ποιῶν τῶν ὁρωμένων
(197) καί τῶν κατεχόντων με δεινῶν τό πρῴην.
Ὤ μυστηρίων βάθος, ὤ ὕψος δόξης,
ὤ ἀναβασις, ὤ θέωσις, ὤ πλοῦτος,
ὤ λαμπρότης ἄφραστος τῶν λεγομένων!
Τίς καταλαβεῖν ἐκ τῶν λόγων ἰσχύσει
ἤ τό μέγεθος κατανοῆσαι τῆς δόξης;
Ὅς γάρ οὐκ εἶδεν, ἅ ὀφθαλμός οὐκ οἶδε,
καί οὐκ ἤκουσεν, ἅ οὖς οὐκ ἠκηκόει
καί εἰς καρδίαν ἀνθρώπου οὐκ ἀνέβη,
πῶς τῷ γράφοντι περί αὐτῶν πιστεύσει;
Εἰ δέ καί πιστεύσειε, πῶς διά λόγου
ἰδεῖν ἰσχύσει, ἅ ὀφθαλμός οὐκ εἶδε;
Πῶς δέ ἀξίως δι᾿ ἀκοῆς χωρήσει,
ἅ οὐκ ἤκουσεν οὖς ποτε τῶν ἀνθρώπων,
ἵνα καί καλῶς περί αὐτῶν νοήσῃ,
ἐν περινοίᾳ δυνηθῇ τε γενέσθαι,
ὧν ἀμήχανον τοῖς ὁρῶσι τό κάλλος
καί τό εἶδος, τό ἀνείδεον ὑπάρχει
καί ἀκατανόητόν ἐστι τοῖς πᾶσιν,
οἷσπερ ὁρᾶται, ἵνα σοι πάλιν εἴπω;
Τῷ λογισμῷ ταῦτα τίς ἀναπλάττων
οὐκ ἄν ἐκπέσῃ τῆς ἀληθείας πόρρω
καί πλανηθῇ πλάσματι καί φαντασίαις,
εἰκόνας ψευδεῖς συλλογισμῶν οἰκείων,
οἰκείου νοός ἀνιστορῶν καί βλέπων;
Ὥσπερ γάρ ᾅδην καί τάς ἐκεῖ κολάσεις
ἕκαστος φαντάζεται, ὡς ἄν ἐθέλοι,
πλήν οὖν, ὡς εἰσίν, οὐδείς τῶν πάντων οἶδεν,
οὕτως μοι νόει τά ἀγαθά ἐκεῖνα
τά ἐν οὐρανοῖς ἀκατάληπτα πᾶσι
καί ἀθέατα˙ μόνοις γνωστά δέ ταῦτα
καί θεωρητά, οἷς Θεός ἐκκαλύψει
(198) κατά τό μέτρον τῆς ἀξίας ἑκάστου,
μέτρον πίστεως, ἐλπίδος καί ἀγάπης,
μέτρον φυλακῆς τῶν ἐντολῶν Κυρίου.
Μέτρον ἄλλο δέ πνευματικῆς πτωχείας,
μέτρον τέλειον οὐ μικρόν οὐδέ μέγα.
Ταῦτα γάρ μισεῖ ὁ Θεός οὐκ ἀδίκως,
ἀλλά δικαίως, ὡς οὐ δίκαια πάντως˙
τό μέν γάρ μικρόν λείπεται τοῦ δικαίου
ἐν ἀμελείᾳ ἤ καί καταφρονήσει,
μένον ἄχρηστον εὐλόγως καί δικαίως˙
τό δέ οὐ μικρόν, ἀλλά μέγα τυγχάνον
εἰς ἀπόνοιαν φέρει τόν κεκτημένον
καί πάντας ἄλλους βλάπτει τούτῳ χρωμένους.
Δίκαιον μέτρον ταπεινώσεως ἔστι
τό μήτε πάντῃ αὐτοῦ ἀπογινώσκειν,
μήτε οἴεσθαι εἶναί τινα ἐν κόσμῳ
χείρονα ἑαυτόῦ ἐν πράξεσιν ἀτόποις,
κλαίειν τε ἀεί καί θρηνεῖν διά τοῦτο
καί καταφρονεῖν πάντων τῶν ὁρωμένων.
Τοῦτο γάρ ἐστι τεκμήριον τοῦ πένθους,
τοῦ κατά Θεόν ἐκ ψυχῆς γινομένου.
Εἰ δ᾿ ἀντέχεταί τινος τῶν ὁρωμένων,
οὔπω ἑαυτόν ἔγνωκεν ἐν αἰσθήσει,
οὐδέ φόβον ἔλαβεν ἐν τῇ καρδίᾳ
κρίσεως θείας καί πυρός αἰωνίου,
οὐδ᾿ ἐκτήσατο ταπείνωσιν τελεία,
καί διά τοῦτο ἐκπίπτει καί τῆς θέας
καί τῆς δωρεᾶς τῶν ἀγαθῶν ἐκείνων,
ὧνπερ ὀφθαλμός οὐδείς ἀνθρώπων εἶδεν.
Σπεύσωμεν πάντες ταπείνωσιν εὑρέσθαι,
(199) τήν ἀνώνυμον τῶν ψυχῶν ἡμῶν χάριν,
ἥτις οὐκ ἔχει ὄνομα, τῇ δέ πείρᾳ
ἐνωνύμως γίνεται τοῖς κεκτημένοις.
Πρᾷος ὁ Χριστός, ταπεινός τῇ καρδίᾳ˙
ἔνοικον τοῦτον ὁ κτησάμενος ἔγνω
ὅτι δι᾿ αὐτοῦ τήν ταπείνωσιν ἔχει,
μᾶλλον δέ αὐτός ἡ ταπείνωσις ἔστι.
Ψυχή ζητοῦσα δόξαν ἐκ τῶν ἀνθρώπων
ταύτην τήν ταπείνωσιν ὅλως οὐκ ἔγνω˙
ὁ δέ οἴησιν κἄν ποσῶς κεκτημένος,
πῶς ἐντός αὐτοῦ τήν ταπείνωσιν ἕξει;
Οὐδαμῶς ὄντως! Οἴμοι τῷ παναθλίῳ,
τῷ κενοδόξῳ καί κατεπαιρομένῳ
καί μηδέ μίαν ἀρετήν κεκτημένῳ
καί ἀναισθήτως πάσας παρερχομένῳ
τάς ἡμέρας μου ἐν τῷ παρόντι βίῳ!
Τίς μή κλαύσῃ με, τίς μή σφοδρῶς πενθήσῃ,
ὅτι ἔφυγον κόσμον καί τά ἐν κόσμῳ,
καί τῇ αἰσθήσει κόσμου οὐκ ἐχωρίσθην;
Τό τῶν μοναχῶν περιβέβλημαι σχῆμα
καί ὡς κοσμικός ἀγαπῶ τά ἐν κόσμῳ,
δόξαν, πλοῦτόν τε καί ἡδονάς καί τέρψεις.
Ἐπί τῶν ὤμων τόν σταυρόν Χριστοῦ φέρω
καί ὑποφέρειν τά τοῦ σταυροῦ ὀνείδη
ὅλως ἀπαναίνομαι, ὅλως οὐ θέλω,
ἀλλά ἐνδόξοις ἐμαυτόν παρενείρω
καί σύν ἐκείνοις τό δοξάζεσθαι θέλω.
Ὤ τῆς συμφορᾶς, ὤ τῆς ἀναισθησίας!
Διπλῆς ὑπάρχω ἄξιος κατάδίκης˙
πταίσας γάρ πολλά πρότερον ἐν τῷ βίῳ
(200) ἐπηγγειλάμην καλῶς μετανοῆσαι˙
νῦν ἐφάνην δέ παραβάτης ἀγνώμων
πάντων τῶν καλῶν, ὧν μοι Θεός παρέσχε,
καί τῶν συνθηκῶν ἀρνητής ἀπεδείχθην
καί ἀνάξιος πάσης φιλανθρωπίας.
Ἀλλ᾿ ὦ Θεέ μου, ὦ πανοικτίρμον μόνε,
σπεῦσον, πρόφθασον, ἐπίστρεψόν με πάλιν
πρός μετάνοιαν, πρός δάκρυα, πρός πένθος,
ἵνα λούσωμαι καί καθαρθῶ καί ἴδω
λάμψασαν τρανῶς ἐν ἐμοί τήν σήν δόξαν,
ἥν μοι χάρισαι νῦν καί εἰς τούς αἰῶνας
δοξάζοντί σε φωναῖς ἀκαταπαύστοις,
τόν τῶν εἰώνων Ποιητήν καί Δεσπότην.

***

  ΚΕ'.
Περί τῆς γενομένης θεωρίας αὐτῷ τοῦ θείου φωτρός, καί ὅπως τό θεῖον φῶς οὐ καταλαμβάνεται ὑπό σκότους˙ ἐν οἷς καί διά τήν ὑπερβολήν τῶν ἀποκαλύψεων ἐκπληττόμενος μέμνηται τῆς ἀνθρωπίνης ἀσθενείας καί ἑαυτόν κατακρίνει. (201)

 
Πῶς διαγράψω, Δέσποτα, προσώπου σου τήν θέαν,
πῶς εἴπω τήν ἀνέκφραστον θεωρίαν τοῦ κάλλους;
Πῶς ὅν ὁ κόσμος οὐ χωρεῖ, γλώσσης φθογγή χωρήσει,
πῶς τις ἐκφράσαι δυνηθῇ τήν σήν φιαλνθρωπίαν;
Καθήμενος γάρ ἐν φωτί λαμπάδος μοι φαινούσης
καί φωτιζούσης τῆς νυκτός τόν ζόφον καί τό σκότος
ἐδόκουν εἶναι ἐν φωτί προσέχων ἀναγνώσει,
λέξεις τε οἷα ἐρευνῶν καί σκοπῶν τάς συντάξεις.
Ὠς οὖν ὑπῆρχον, Δέσποτα, ἀδολεσχῶν ἐν τούτοις,
αἴφνης ἐφάνης ἄνωθεν πολύ μείζων ἡλίου
καί ἔλαμψας ἐξ οὐρανῶν μέχρις ἐμῆς καρδίας.
Τά δ᾿ ἄλλα πάντα ὡς βαθύ σκότος εἶναι ἐώρων,
στῦλος δέ μέσον φωτεινός, ὅλον τεμών ἀέρα
διῆκεν ἐκ τῶν οὐρανῶν ἕως ἐμοῦ τοῦ τάλα.
Εὐθύς ἐπελαθόμην δέ φωτός τοῦ λυχνιαίου,
οἰκίας ἠμνημόνησα ὅτι ἐντός ὐπάρχω,
ἐν τῷ δοκεῖν ἀέρι δέ τοῦ σκότους ἐκαθήμην,
πλήν καί τοῦ σώματος αὐτοῦ λήθην ἔσχον εἰς ἅπαν.
Ἐλάλουν σοι καί νῦν λαλῶ ἐκ βάθους μου καρδίας˙
(202) Ἐλέησόν με, Δέσποτα, ἐλέησόν με, μόνε,
τόν μηδαμῶς μηδέποτε δουλεύσαντά σοι, Σῶτερ,
ἀλλά σε παροργίζοντα ἐκ νέας ἡλικίας.
Πᾶσαν μετῆλθον σαρκικήν καί ψυχικήν κακίαν
καί ἁμαρτίας ἔπραξα ἀμετρήτους, ἀτόπους,
ὑπέρ ἀνθρώπους ἅπαντας, ὑπέρ ἄλογα πάντα,
ἑρπετά καί θηρία τε πάντα ὑπερνίκησας.
Εἰς ἐμέ οὖν τό ἔλεος χρεία ἐνδείξασθαί σε,
τόν καί ἐξαμαρτήσαντα ὑπέρ πάντας ἀφρόνως.
Μή χρῄζειν γάρ ἐλάλησας σύ αὐτός ἰατρείας
τούς ὑγιαίνοντας, Χριστέ, ἀλλά τούς ἀσθενοῦντας˙
διό ὡς ἀσθενοῦντά με πολλά καί ἀμελοῦντα
οὕτως πολύ τό ἔλεος ἐπίχεέ μοι, Λόγε!
Ἀλλ᾿ ὤ φωτός γαυρίαμα, ἀλλ᾿ ὤ πυρός κινήσεις
ἀλλ᾿ ὤ φλογός περιδρομαί ἐν ἐμοί τῷ ἀθλίῳ
παρά σῆς σῆς καί παρά σοῦ ἐνεργούμεναι δόξης!
Δόξαν δ᾿ ἐγώ τό Πνεῦμά σου ἐπίσταμαι καί λέγω,
τό Ἅγιον, τό συμφυές καί ὁμότιμον, Λόγε,
ὁμογενές, ὁμόδοξον, ὁμοούσιον, μόνον
τῷ σῷ Πατρί καί σοί, Χριστέ, ὦ Θεέ τῶν ἁπάντων.
Σοί προσκυνῶν εὐχαριστῶ, ὅτι ἠξίωσάς με,
κἄν ποσῶς ἐπιγνῶναί σου θεότητος τό κράτος.
Εὐχαριστῶ, ὅτι αὐτός καθημένῳ ἐν σκότει
ἀπεκαλύφθης μοι, ἔλαμψας, ἰδεῖν ἠξίωσάς με
τό φῶς τό τοῦ προσώπου σου, τό ἄστεκτον τοῖς πᾶσιν.
Ἔμεινα καθεζόμενος ἐν σκότει μέσον, οἶδα,
μέσον δέ τούτου ὄντι μοι κεκαλυμμένῳ σκότει
ἐφάνης φῶς, ἐφώτισας ὅλον ὅλῳ φωτί με
καί γέγονα φῶς ἐν νυκτί, μέσον σκότους τυγχάνων.
Οὔτε τό σκότος τό σόν φῶς κατέλαβεν εἰς ἅπαν,
(203) οὔτε τό φῶς ἐδίωξε τό ὁρώμενον σκότος,
ἀλλ᾿ ἀναμίξ, ἀσύγχυτα πάντῃ μεμερισμένα
μακράν ἀλλήλων, ὡς εἰκός, οὐ κεκραμένα ὅλως,
πλήν ἐν ταὐτῷ τά σύμπαντα πληροῦσιν, ὡς νομίζω.
Οὕτως εἰμί ἐν τῷ φωτί, μέσον τυγχάνων σκότους,
οὕτως ἐν σκότει πάλιν δέ μέσον φωτός διάγων,
ἰδού καί μέσον ἐν φωτί, ἰδού καί μέσον σκότους˙
καί λέγω˙ τίς ἐν σκότει μοι φῶς εὑρεῖν μέσον δώσει,
ὅ οὐ χωρεῖ εἰσδέξασθαι; Πῶς γάρ χωρήσει σκότος
φῶς ἐντός καί μή φεύξεται, ἀλλά μενεῖ ἐν μέσῳ
φωτός τό σκότος; Ὤ φρικτοῦ θαύματος,ὁρωμένου
διττῶς διττοῖς τοῖς ὀφθαλμοῖς, σώματος καί ψυχῆς τε!
Ἄκουε ἄρτι˙ τά φρικτά διττοῦ Θεοῦ σοι λέγω
καί ὡς πρός ἄνθρωπον διττόν ἐμέ γεγενημένα!
Ἀνέλαβε τήν σάρκα μου καί δέδωκέ μοι πνεῦμα,
καί γέγονα κἀγώ Θεός τῇ χάριτι τῇ θείᾳ,
θέσει υἱός πλήν τοῦ Θεοῦ, ὤ ἀξίας, ὤ δόξης!
Ὡς ἄνθρωπος λυπούμενος ἐμαυτόν ταλανίζω
καί τήν ἐμήν ἀσθένειαν κατανοῶ καί στένω,
καί ζῆν ὅλως ἀνάξιος ὑπάρχω, ὡς εὖ οἶδα,
ἐκείνου δέ τῇ χάριτι θαρρῶν, κατανοῶν τε
τό κάλλος, ὅ μοι δέδωκεν, ἐπιτέρπομαι βλέπων.
Ὡς μέν οὖν ἄνθρωπος οἶδα μηδέν ὁρᾶν τῶν θείων,
καί ἀοράτων παντελῶς εἰμί κεχωρισμένος,
τῇ δέ υἱοθεσίᾳ με Θεόν γεγενημένον
καί καθορῶ καί κοινωνός γίνομαι τῶν ἀψαύστων.
Ὡς ἄνθρωπος οὐδέν ἔχων τῶν ὑψηλῶν καί θείων,
ὡς δέ Θεοῦ χρηστότητι νυνί ἐλεημένος
ἔχω Χριστόν, τόν Κύριον, τῶν πάντων εὐεργέτην.
Διό καί πάλιν, Δέσποτα, δεόμενος προσπίπτω˙
μή ἀποτύχω τῶν ἐν σοί ἐλπίδων μου μηδόλως,
(204) διαγωγῆς τε καί τιμῆς, δόξης καί βασιλείας,
ἀλλ᾿ ὥσπερ νῦν ὁρᾶσθαί μοι κατηξίωσας, Σῶτερ,
οὕτω καί μετά θάνατον παράσχου μοι σε βλέπειν.
Οὐ λέγω πόσον, εὔσπλαγχνε, ἀλλ᾿ εὐμενῶς, εὐσπλάγχνως
ἱλέῳ σου τῷ ὄμματι, ὡς καί νῦν καθορᾷς με
καί τῆς χαρᾶς σου ἐμπιπλᾷς καί γλυκύτητος θείας.
Ναί, ποιητά καί πλάστα μου, σκέπασόν με χειρί σου,
καί μή ἐγκαταλίπῃς με, ναί, μή μνησικακήσῃς!
Ἀγνωμοσύνην μου πολλήν, Δέσποτα, μή σταθμίσῃς,
ἀλλά ἀξίωσον κἀμέ φωτί σου μέχρι τέλους
καί τῇ ὁδῷ τῶν ἐντολῶν ἀόκνως πορευθῆναι
καί ἐν αὐτῷ σου τῷ φωτί τῶν χειρῶν, πανοικτίρμον,
παραθεῖναι τό πνεῦμά μου, λυτρούμενος ἐχθρῶν με,
σκότους, πυρός, κολάσεων τῶν αἰωνίων, Λόγε!
Ναί, ὁ πολύς ἐν οἰκτιρμοῖς, ἄφατος ἐν ἐλέει,
ἀξίωσον εἰς χεῖράς σου παραδοῦναι ψυχήν μου,
καθώς καί νῦν ἐν τῇ χειρί τῇ σῇ, Σῶτερ, τυγχάνω.
Μή οὖν παρεμποδίσῃ μου τήν ὁδόν ἁμαρτία,
μή περικόψῃ, μή τῆς σῆς ἀποσπάσῃ χειρός με,
ἀλλ᾿ αἰσχυνθήτω ὁ δεινός ἄρχων καί ψυχοφθόρος
ἐντός παλάμης, Δέσποτα, τῆς σῆς ὄντα με βλέπων,
καθά καί νῦν οὐδέ τολμᾷ πλησίον μου γενέσθαι
ὁρῶν ὑπό τῆς χάριτος τῆς σῆς σκεπόμενόν με!
Μή κατακρίνῃς με, Χριστέ, μή εἰς ᾅδην ἀπώσῃ,
μή καταγάγῃς εἰς βυθόν θανάτου τήν ψυχήν μου,
ὅτι τολμῶν τό ὄνομα τό σόν κατονομάζειν,
ὁ ῥυπαρός, ὁ μιαρός καί βέβηλος εἰς ἅπαν˙
μή χάνῃ γῆ καί καταπίῃ με, Λόγε, τόν παραβάτην,
τόν μηδέ ζῆν, μηδέ λαλεῖν ὅλως ἄξιον ὄντα.
Μή πῦρ κατέλθῃ ἐπ᾿ ἐμέ καί ἐκλείξῃ με ἄφνω,
(205) ὡς μή Κύριε ἐλέησον! εἰπεῖν συγχωρηθέντα,
μή ὁ πολύς ἐν οἰκτιρμοῖς, ὁ φιλάνθρωπος φύσει,
μή εἰσελθεῖν θελήσειας μετ᾿ ἐμοῦ τοῦ κριθῆναι.
Τί γάρ καί ὅλως φθέγξομαι, ὑπάρχων ἁμαρτία,
τί οὖν καί εἴποιμι ποσῶς, ὁ κατακεκριμένος,
ὁ ἐκ κοιλίας μου μητρός ἀμέτρητά σοι πταίσας
καί μέχρι νῦν ἀναισθητῶν πρός σήν μακροθυμίαν,
ὁ μυριάκις εἰς βυθόν κατενεχθείς τοῦ ᾅδου
κἀκεῖθεν ἀγαθότητι ἀνελκυσθείς σου θείᾳ,
ὁ μέλη καί τάς σάρκας μου ψυχῆς καί σώματός τε
καταρρυπώσας, ὡς οὐδείς ἄλλος τῶν ἐν τῷ βίῳ,
ὁ μανικός τῶν ἡδονῶν ἐραστής ἀναίσχυντος
καί πονηρός καί δόλιος τῇ ψυχικῇ κακίᾳ,
ὁ μίαν σου ὅλως, Χριστέ, ἐντολήν μή φυλάξας;
Τί σοι ἀπολογήσομαι, τί δέ σε καί προσείπω,
ποίᾳ ψυχῇ βαστάσω σου ἐλέγχους, ὦ Θεέ μου;
Εἰ ἀνομίας τάς ἐμάς καί τάς πράξεις γυμνώσεις,
ὦ βασιλεῦ ἀθάνατε, μή δείξῃς πᾶσι ταύτας,
ὅτι φρίττω ἐννοῶν ἔργα νεότητός μου,
τό δέ εἰπεῖν φρίκης μεστόν, ἀνάπλεων αἰσχύνης.
Εἰ γάρ ταῦτα θελήσειας ἐκκαλύψαι τοῖς πᾶσι,
χεῖρον πάσης κολάσεως ἡ ἐντροπή μου ἔσται.
Τίς γάρ τάς ἀσελγείας μου, τίς δέ τάς ἀσωτίας,
τίς τούς βέβηλους ἀσπασμούς, τίς τάς αἰσχράς μου πράξεις,
ἐν αἷς καί νῦν μολύνομαι, ταύτας ἐν νῷ λαμβάνων,
ἰδών οὐκ ἐκπλαγήσεται, ἰδών ὅλως οὐ φρίξει,
ἰδών οὐ κράξει, καί εὐθύς ἀποστραφῇ τάς ὄψεις
καί˙ Ἆρον, εἴπῃ, Δέσποτα, τόν παμβέβηλον τοῦτον;
Χεῖρας δεθῆναι πρόσταξον καί πόδας τοῦ ἀθλίου
καί ἐμβληθῆναι εἰς τό πῦρ τό ζοφῶδες ἐν τάχει,
(206) μή καθορᾶται παρ᾿ ἡμῶν τῶν σῶν γνησίων δούλων.
Ὄντως ἀξίως, Δέσποτα, ὄντως δικαίως τοῦτο
κἀκεῖνοι πάντες φθέγξονται καί σύ αὐτός ποιήσεις,
καί εἰς τό πῦρ βληθήσομαι, ὁ ἄσωτος καί πόρνος.
Ἀλλ᾿, ὁ ἀσώτους κατελθών καί πόρνους σύ τοῦ σῶσαι,
μή καταισχύνῃς με, Χριστέ, ἐν ἡμέρᾳ τῆς δίκης,
ὅτε τά πρόβατα τά σά ἐκ δεξιῶν σου στήσεις
κἀμέ καί τά ἐρίφια ἐκ τῶν ἀριστερῶν σου,
ἀλλά τό φῶς τό ἄχραντον, τό φῶς τοῦ σοῦ προσώπου
τά ἔργα καλυψάτω μου καί γύμνωσιν ψυχῆς μου
καί στολισάτω με φαιδρῶς, ἵνα ἐν παρρησίᾳ
ἀνεπαισχύντως δεξιοῖς καταλεγῶ προβάτοις
καί σύν αὐτοῖς δοξάσω σε εἰς αἰῶνας αἰώνων.
Ἀμήν.

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω στοιχεία. Για τους όρους προστασίας δεδομένων δείτε εδώ.