ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ   ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου |Διακονία | Εορτολόγιο | Πολυμέσα

 

πίσω


Ύμνοι επιστολαί

Ο πίναξ των θείων ερώτων

Ευχή μυστική

Α' - Ε'

ΣΤ' - Ι'

ΙΑ' - ΙΕ'

ΙΣΤ' - Κ'

ΚΑ' - ΚΕ'

ΚΣΤ' - Λ

ΛΑ' - ΛΕ'

ΛΣΤ' - Μ

ΜΑ' - ΜΕ

ΜΣΤ' - Ν'

ΝΑ' - ΝΕ'

ΝΣΤ' - ΝΗ'

Επιστολή Α'

Επιστολή Β'

Επιστολή προς Στέφανο Νικομηδείας

Επιστολή προς Νικήτα Σταθάτο

ΤΩΝ ΘΕΙΩΝ ΥΜΝΩΝ ΟΙ ΕΡΩΤΕΣ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΜΕΓΑΛΟΥ ΠΑΤΡΟς ΗΜΩΝ ΣΥΜΕΩΝ ΤΟΥ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ, ΗΓΟΥΜΕΝΟΥ ΚΑΙ ΠΡΕΣΒΥΤΕΡΟΥ ΓΕΓΟΝΟΤΟΣ ΜΟΝΗΣ ΤΟΥ ΑΓΙΟΥ ΜΑΜΑΝΤΟΣ ΤΗΣ ΞΗΡΟΚΕΡΜΟΥ. (25)

Ὁ πίναξ τῶν θείων ἐρώτων

α΄. Περί θείας ἐλλάμψεως καί φωτισμοῦ Πνεύματος Ἁγίου˙ καί ὅτι εἷς τόπος ὁ Θεός, ἐν ᾧ μετά πότμον τήν ἀνάπαυσιν πάντες οἱ Ἅγιοι ἔχουσι˙ καί ὅτι ὁ τοῦ Θεοῦ ἐκπίπτων ἐν ἑτέρῳ τόπῳ οὐχ ἕξει τήν ἀνάπαυσιν ἐν τῇ μελλούσῃ ζωῇ.

β'. Τίς ἡ ἐπί τῷ πατρί τούτῳ γενομένη ἀλλοίωσις καί πῶς καθαρθείς εἰς ἄκρον ἡνώθη Θεῷ καί οἷος ἐξ οἵου ἐγένετο, οἱ πρός Θεόν ἐρωτικοί αὐτοῦ λόγοι δηλοῦσιν ἐντεῦθεν˙ ὅς καί θεολογῶν λέγει πρός τό τέλος περί ἀγγέλων.

γ΄. Τίς ὁ μοναχός καί τίς ἡ αὐτοῦ ἐργασία˙ καί εἰς οἷον ὕψος οὗτος ὁ θεῖος πατήρ θεωρίας ἀνῆλθεν.

δ'. Διδασκαλία εἰς μοναχούς ἄρτι ἀποταξαμένους κόσμῳ καί τοῖς ἐν κόσμῳ˙ καί περί τοῦ, ὁποίαν τις ὀφείλει πίστιν ἔχειν πρός τόν ἴδιον πατέρα.

ε'. Ἀλφάβητος τοῦ αὐτοῦ κατά στοιχεῖον διπλοῦς προτρέπων καί ὁδηγῶν εἰς τελειότητα βίου ἀναδραμεῖν τόν ἄρτι ἀπό τοῦ κόσμου ἀναχωρήσαντα.

στ'. Τετράστιχα τοῦ αὐτοῦ, τόν πρός Θεόν αὐτοῦ ἐντεῦθεν δεικνύοντα ἔρωτα.

ζ'. Ἔντευξις τοῦ αὐτοῦ εἰς Θεόν˙ καί ὅπως Θεῷ συναπτόμενος (26) καί δόξαν Θεοῦ ἐν ἑαυτῷ ἐνεργοῦσαν ἐξεπλήττετο.

η'. Τίσι Θεός ἐμφανίζεται καί τίνες ἐν ἕξει γίνονται τοῦ καλοῦ διά τῆς τῶν ἐντολῶν ἐργασίας.

θ'. Ὅτι ὁ τοῦ Ἁγίου Πνεύματος μέτοχος γεγονώς ὑπό τοῦ φωτός καί τῆς δυνάμεως αὐτοῦ ἁρπαζόμενος ἐπάνω πάντων φέρεται τῶν παθῶν, μή βλαπτόμενος τῷ πλησιασμῷ ὑπ᾿ αὐτῶν.

ι'. Ὅτι ὁ θάνατος τῇ λύπῃ καί τῶν στερροτέρων καθάπτεται.

ια'. Ὅπως ὡράθη αὐτῷ Θεός ὡς Στεφάνῳ καί Παύλῳ τοῖς ἀποστόλοις, ἐνταῦθα ὁ πατήρ ἐκπληττόμενος διηγεῖται.

ιβ'. Περί τοῦ ἑνός κατά πάντα τῆς τρισυποστάτου θεότητος θεολογία˙ καί δι᾿ ὧν τῇ ταπεινώσει χρώμενος λέγει περί ἑαυτοῦ, τῶν δοκούντων εἶναί τι ἐντρέπει τήν οἴησιν.

ιγ'. Προτροπή εἰς μετάνοιαν˙ καί πῶς τό θέλημα τῆς σαρκός τῷ θελήματι τοῦ Πνεύματος ἑνωθέν θεοειδῆ τόν ἄνθρωπον ἀπεργάζεται.

ιδ'. Εὐχαριστία πρός Θεόν τῶν δωρεῶν ἕνεκα, ὧν παρ᾿ αὐτοῦ ἠξιώθη˙ καί ὅτι φρικτόν καί ἀγγέλοις τό τῆς ἱερωσύνης καί ἡγουμενίας ἀξίωμα.

ιε'. Ὅπως βλέπων τήν δόξαν τοῦ Θεοῦ ἐνηργεῖτο ὑπό τοῦ Παναγίου Πνεύματος˙ καί ὅτι τό Θεῖον ἐντός καί ἐκτός ἐστι τοῦ παντός, ἀλλά καί ληπτόν τε καί ἄληπτον τοῖς ἀξίοις˙ καί ὅτι οἶκος Δαβίδ ἡμεῖς ἐσμεν καί ὅτι εἰς πολλά γινόμενος ὁ Χριστός καί Θεός ἡμῶν μέλη εἷς ἐστι καί ὁ αὐτός, μένων ἀμέριστός τε καί ἀναλλοίωτος.

ιστ'. Ὅτι ποθεινόν τε καί ἐπιθυμητόν κατά φύσιν μόνον τό Θεῖον˙ οὗ ὁ μετέχων πάντων ἐν μετοχῇ γέγονε τῶν καλῶν.

ιζ'. Ὅτι ὁ φόβος γεννᾷ τήν ἀγάπην, ἡ δέ ἀγάπη ἐκριζοῖ τόν φόβον ἀπό τῆς ψυχῆς καί μένει μόνη ἐν αὐτῇ, Πνεῦμα Θεῖον οὖσα καί Ἅγιον.

ιη'. (27) Διδασκαλία σύν θεολογίᾳ περί τῶν ἐνεργειῶν τῆς ἁγίας ἀγάπης, ἤγουν αὐτοῦ τοῦ φωτός τοῦ Ἁγίου Πνεύματος.

ιθ'. Διδασκαλία σύν θεολογίᾳ, ἐν ᾗ καί περί ἱερωσύνης ἅμα καί ἀπαθοῦς θεωρίας.

κ'. Εὐχαριστία καί ἐξομολόγησις σύν θεολογίᾳ˙ καί περί δωρεᾶς καί μετουσίας Πνεύματος Ἁγίου.

κα'. Ἐπιστολή πρός μοναχόν ἐρωτήσαντα˙ Πῶς χωρίζεις τόν Υἱόν ἀπό τοῦ Πατρός, ἐπινοίᾳ ἤ πράγματι; Ἐν ᾗ εὑρήσεις πλοῦτον θεολογίας ἀνατρεπούσης τήν αὐτοῦ βλασφημίαν.

κβ'. Εὐχαριστία σύν θεολογίᾳ˙ καί περί ὧν ἡ θεία χάρις τοῦ Πνεύματος διά τῶν ἐνεργειῶν ὠνόμασται.

κγ'. Περί τῆς ἀκαλήπτου καί ἀπεριγράπτου Θεότητος ἀκριβής θεολογία˙ καί ὅτι ἀπερίγραπτος οὖσα ἡ θεία φύσις οὔτε ἐντός οὔτε ἐκτός ἐστι τοῦ παντός, ἀλλά καί ἐντός καί ἐκτός ἐστιν ὡς τῶν ὅλων αἰτία˙ καί ὅτι μόνον κατά νοῦν τῷ ἀνθρώπῳ ληπτόν ἀλήπτως τό Θεῖον, ὡς τοῖς ὀφθαλμοῖς αἱ τοῦ ἡλίου ἀκτῖνες.

κδ'. Δι᾿ ὧν ἐξομολογούμενος ἐν τῷ παρόντι γράφει λόγῳ, δείκνυσι τό βάθος τῆς ἑαυτοῦ ταπεινώσεως, καί προϊών διδάσκει αὐτήν τόν εἰς μέτρον ἐλάσαντα τελειότητος καί ἀξιωθέντα τοιούτων ἐν θεωρίᾳ ἀποκαλύψεων, Παῦλον τόν θεῖον κἀν τούτῳ μιμούμενος, ἁμαρτωλόν ἑαυτόν ἀποκαλοῦντα καί ἀνάξιον τοῦ καλεῖσθαι ἀπόστολον.

κε'. Πετρί τῆς γενομένης θεωρίας αὐτῷ τοῦ θείου φωτός˙ καί ὅπως τό θεῖον φῶς οὐ καταλαμβάνεται ὑπό σκότους˙ ἐν οἷς καί διά τήν ὑπερβολήν τῶν ἀποκαλύψεων ἐκπληττόμενος μέμνηται τῆς ἀνθρωπίνης ἀσθενείας καί ἑαυτόν κατακρίνει.

κστ'. Ὅτι ὁ ἐν ἀγνωσίᾳ Θεοῦ ἔτι ζῶν νεκρός ἐστι μέσον τῶν ζώντων ἐν γνώσει Θεοῦ καί ὅτι τοῖς ἀναξίως τῶν μυστηρίων μεταλαμβάνουσιν ἄληπτον τό θεῖον σῶμα καί αἷμα τοῦ Χριστοῦ γίνεται.

κζ'. (28) Ὁποῖον δεῖ εἶναι τόν μοναχόν καί τίς ἡ ἐργασία καί τίς ἡ τούτου προκοπή καί ἀνάβασις.

κη'. Περί νοητῆς ἀποκαλύψεως τῶν ἐνεργειῶν τοῦ θείου φωτός καί ἐργασίας νοερᾶς τε καί θείας τῆς ἐναρέτου ζωῆς.

κθ'. Ὅτι μόνοις ἐκείνοις καταφανῆ τά τῶν θείων πραγμάτων, οἶς διά τῆς μετουσίας τοῦ Ἁγίου Πνεύματος ὅλοις ὅλος ἡνώθη Θεός.

λ'. Πρός ἕνα τῶν μαθητῶν, ὅτι ταῖς καθαρθείσαις ψυχαῖς διά δακρύων καί μετανοίας προσψαῦσαν τό θεῖον τοῦ Πνεύματος πῦρ δράσσεται αὐτῶν καί πλέον καθαίρει, φωτίζον τά ὑπό τῆς ἁμαρτίας ἐσκοτισμένα μέρη αὐτῶν, καί τά τραύματα ἐξιώμενον εἰς τελείαν φέρει συνούλωσιν, ὡς τῷ θείῳ κάλλει ὑπεραστράπτειν αὐτάς.

λα'. Περί θεολογίας˙ καί ὅτι ἀνεξερεύνητος ἡ θεία φύσις καί πάντῃ τοῖς ἀνθρώποις ἀκατανόητος.

λβ'. Ὅτι οἱ ἔνδοξοι τῆς γῆς καί σοβαροί τῶν πλούτῳ περί τήν σκιάν τῶν ὁρωμένων πλανῶνται, οἱ δέ γε τῶν παρόντων καταφρονήσαντες ἐν ἀπλανεῖ μεθέξει τοῦ Θείου γίνονται Πνεύματος.

λγ'. Περί θεολογίας˙ καί ὅτι οἱ τό κατ᾿ εἰκόνα φυλάξαντες τάς πονηράς δυνάμεις τοῦ ἄρχοντος τοῦ σκότους καταπατοῦσιν, οἱ δ᾿ ἄλλοι, οἷς ἐμπαθής ὁ βίος, ὑπ᾿ αὐτοῦ κρατοῦνται καί βασιλεύονται.

λδ'. Ὅτι ἡ τοῦ Παναγίου Πνεύματος ἕνωσις πρός κεκαθαρμένας ψυχάς ἐν αἰσθήσει τρανεῖ, ἤγουν ἐν ἐπιγνώσει γίνεται καί, ἐν αἷς ἄν γένηται, φωτοειδεῖς ὁμοίας ἑαυτοῦ καί φῶς αὐτάς ἀπεργάζεται.

λε'. Ὅτι πάντες οἱ ἅγιοι ἐλλαμπόμενοι αὐγάζονται καί τήν δόξαν τοῦ Θεοῦ καθορῶσιν, ὡς θεμιτόν ἀνθρωπίνῃ φύσει Θεόν ὁρᾶν.

λστ'. Εὐχαριστία ὑπέρ τῆς ἐξορίας καί τῶν θλίψεων, ὧν ὑπέστη ἐν τῷ κατ᾿ αὐτόν διωγμῷ.

λζ'. (29) Δέησις καί προσευχή τοῦ αὐτοῦ πρός τόν Θεόν τῆς ἐκείνου ἕνεκα βοηθείας.

λη'. Περί θεολογίας˙ καί ὅτι ὁ νοῦς τῆς ὕλης τῶν παθῶν καθαρθείς ἀΰλως τόν ἄϋλον καί ἀόρατον καθορᾷ.

λθ'. Ὅτι ὁ πόθος καί ἡ πρός τόν Θεόν ἀγάπη ὑπερβαίνει πᾶσαν ἀγάπην καί πάντα πόθον ἀνθρώπινον˙ βαφείς δέ ὁ νοῦς τῶν καθαιρομένων ἐν τῷ φωτί τοῦ Θεοῦ ὅλος θεοῦται καί νοῦς ἐκεῖθεν χρηματίζει Χριστοῦ.

μ'. Ὁμολογία τῆς χάριτος τῶν τοῦ Θεοῦ δωρεῶν˙ καί ὅπως ὁ ταῦτα γράφων πατήρ ὑπό τοῦ Ἁγίου ἐνηργεῖτο Πνεύματος˙ καί διδασκαλία ὑπό Θεοῦ, τοῦ τί δεῖ ποιοῦντα τινά, τῆς τῶν σῳζομένων σωτηρίας τυχεῖν.

μα'. Εὐχαριστία πρός Θεόν ὑπέρ τῶν παρ᾿ αὐτοῦ γεγονότων εὐεργεσιῶν καί αἴτησις τοῦ μαθεῖν, τίνος χάριν οἱ τέλειοι γεγονότες ὑπό τῶν δαιμόνων παραχωροῦνται πειράζεσθαι˙ καί περί τῶν ἀποτασσομένων τῷ κόσμῳ διασκαλία καί ὑποτύπωσις ῥηθεῖσα παρά Θεοῦ.

μβ'. Ὅτι οἱ τῷ Θεῷ ἀπ᾿ ἐντεῦθεν ἤδη διά τῆς τοῦ Ἁγίου Πνεύματος μετουσίας ἑνωθέντες, ἐκδημοῦντες τοῦ βίου εἰς αἰῶνας αὐτῷ ἐκεῖθεν συνέσονται˙ εἰ δ᾿ οὖν, ἀλλά τό ἀνάπαλιν τοῖς ἄλλως ἔχουσιν ἐνταῦθα τότε γενήσεται.

μγ'. Ὅτι κρεῖσσον τό καλῶς ποιμαίνεσθαι ἤ τούς μή βουλομένους ποιμαίνειν˙ οὐδέν γάρ ἔσται κέρδος τῷ ἄλλους μέν σπουδάζοντι σῶσαι, ἑαυτόν δέ διά τῆς ἐκείνων ἀπολέσαντι προστασίας.

μδ'. Τί ἐστι τό κατ᾿ εἰκόνα, καί πῶς εἰκότως νοεῖται ὡς τοῦ πρωτοτύπου εἰκών ὁ ἄνθρωπος˙ καί ὅτι ὁ τούς ἐχθρούς ὡς εὐεργέτας φιλῶν μιμητής ἐστι τοῦ Θεοῦ, Πνεύματος δέ Ἁγίου ἐντεῦθεν μέτοχος γεγονώς θέσει θεός καί χάριτι γίνεται, μόνοις ἐκείνοις γνωριζόμενος, τοῖς ὑπό τοῦ Ἁγίου Πνεύματος ἐνεργουμένοις.

με'. Περί θεολογίας ἀκριβεστάτης˙ καί ὅτι ὁ μή ὁρῶν τό φῶς τῆς τοῦ Θεοῦ δόξης χείρων τυγχάνει τυφλῶν.

μστ'. (30) Ἐξομολόγησις εὐχῇ συνημμένη˙ καί περί συναφείας Πνεύματος Ἁγίου καί ἀπαθείας.

μζ'. Περί νοητοῦ παραδείσου τηλαυγής θεωρία˙ καί περί τοῦ ἐν αὐτῷ ξύλου ζωῆς.

μη'. Ὅτι δόξα καί τιμή ἐστι παντί ἀνθρώπῳ ὑβριζομένῳ καί πάσχοντι κακῶς διά Θεοῦ ἐντολήν, ἡ ὑπέρ αὐτῆς τῆς ἐντολῆς τοῦ Θεοῦ ἀτιμία˙ καί διάλογος πρός τήν ἰδίαν ψυχήν, διδάσκων τόν ἀκένωτον πλοῦτον τοῦ Πνεύματος.

μθ'. Ὅτι ἔστιν ὅτε καί διά τῆς εἰς τόν πλησίον ἐπιμελείας καί διορθώσεως συγκατασπᾶσθαι τόν διδάσκαλον εἰς τήν ἐνοῦσαν ἐκείνῳ τοῦ πάθους ἀσθένειαν.

ν'. Περί θεωρίας Θεοῦ καί θείων πραγμάτων καί Ἁγίου Πνεύματος παραδόξου ἐνεργείας˙ καί περί τῶν ἰδίων τῆς Ἁγίας καί Ὁμοουσίου Τριάδος˙ καί ὅτι ὁ μή φθάσας εἰσελθεῖν εἰς τήν βασιλείαν τῶν οὐρανῶν οὐδέν ὠφεληθήσεται, κἄν ἐκτός γένηται τῶν τοῦ ᾅδου κολάσεων.

να'. Ὅτι τοῦ Πνεύματος λάμποντος ἐν ἡμῖν τοῦ Ἁγίου πάντα τά τῶν παθῶν φυγαδεύονται ὡς ὑπό τοῦ φωτός τό σκότος˙ συστέλλοντος δέ αὐτοῦ τάς ἀκτῖνας, ὑπό τούτων καί τῶν πονηρῶν βαλλόμεθα λογισμῶν.

νβ'. Περί θεολογίας˙ καί ὅτι τῷ μή ἀλλοιωθέντι τῇ τοῦ Ἁγίου Πνεύματος μετουσίᾳ καί γεγονότι θέσει ἐν γνώσει Θεῷ διδάσκειν τά θεῖα τούς ἀνθρώπους οὐκ ἔξεστιν.

νγ'. Κατά διάλεκτον Θεοῦ καί τοῦ πατρός τῶν λόγων ὁ λόγος˙ καί ὅπως ὑπό τοῦ Ἁγίου Πνεύματος ἐλλαμπόμενος ὁ θεῖος οὗτος πατήρ ὡμίλει Θεῷ, καί ὑπ᾿ ἐκείνου ἐμυσταγωγεῖτο τά θεῖά τε καί ἀνθρώπινα.

νδ'. Ὅτι ἑκάστῳ τῶν ἀνθρώπων δέδωκεν ὁ Θεός προσφυῶς καί πρός τό συμφέρον τό χάρισμα διά Πνεύματος Ἁγίου εἰς τό ἐνεργεῖν, οὐχ ὥσπερ αὐτός θέλει, ἀλλ᾿ ὡς ὑπ᾿ αὐτοῦ προωρίσθη, εἰς τό μή κενόν εἶναι μέσον τῆς ἐκκλησίας αὐτοῦ.

νε'. Ὅτι τοῖς τό ἅγιον φυλάξασι βάπτισμα καθαρόν (31) παραμένει τό Πνεῦμα τό Ἅγιον˙ ἀπό δέ τῶν μολυνάντων αὐτό ἀπανίσταται.

νστ'. Εὐχή πρός Θεόν ἐπί τοῖς γεγονόσιν εἰς αὐτόν, ἱκετήριός τε ὁμοῦ καί εὐχαριστήριος.

νζ'. Ὅτι ὁ τόν Θεόν ἐξ ὅλης ποθήσας ψυχῆς μισεῖ τόν κόσμον.

νη'. Διδασκαλία κοινή σύν ἐλέγχῳ πρός πάντας˙ βασιλεῖς, ἀρχιερεῖς, ἱερεῖς, μονάζοντας, λαϊκούς, ὑπό στόματος λαληθεῖσα καί λεγομένη Θεοῦ.

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω: