ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ   ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου |Διακονία | Εορτολόγιο | Πολυμέσα

 

πίσω


Ύμνοι επιστολαί

Ο πίναξ των θείων ερώτων

Ευχή μυστική

Α' - Ε'

ΣΤ' - Ι'

ΙΑ' - ΙΕ'

ΙΣΤ' - Κ'

ΚΑ' - ΚΕ'

ΚΣΤ' - Λ

ΛΑ' - ΛΕ'

ΛΣΤ' - Μ

ΜΑ' - ΜΕ

ΜΣΤ' - Ν'

ΝΑ' - ΝΕ'

ΝΣΤ' - ΝΗ'

Επιστολή Α'

Επιστολή Β'

Επιστολή προς Στέφανο Νικομηδείας

Επιστολή προς Νικήτα Σταθάτο

ΝΑ'.
Ὅτι τοῦ Πνεύματος λάμποντος ἐν ἡμῖν τοῦ Ἁγίου πάντα τά τῶν παθῶν φυγαδεύονται ὡς ὑπό τοῦ φωτός τό σκότος˙ συστέλλοντος δέ αὐτοῦ τάς ἀκτῖνας, ὑπό τούτων καί τῶν πονηρῶν βαλλόμεθα λογισμῶν. (370)

 
Τό φῶς σου περιλάμπον με ζωογονεῖ, Χριστέ μου,
τό γάρ ὁρᾶν σε ζώωσις, ἀνάστασίς τε πέλει.
Τό πῶς εἰπεῖν οὐκ ἔχω σου φωτός τάς ἐνεργείας,
πλήν τοῦτο ἔργῳ ἔγνωκα καί γινώσκω, Θεέ μου,
ὅτι κἄν νόσῳ, Δέσποτα, κἄν θλίψεσι κἄν λύπαις
κἄν ἐν δεσμοῖς κάν ἐν λιμῷ κἄν φυλακῇ κρατῶμαι,
κἄν δεινοτέροις ἀλγεινοῖς συνέχωμαι, Χριστέ μου,
τό φῶς σου λάμψαν ἅπαντα ὡς σκότος ἀπελαύνει,
καί ἐν ἀνέσει καί φωτί καί φωτός ἀπολαύσει
αἴφνης ποιεῖ με γίνεσθαι τό Πνεῦμά σου τό Θεῖον.
Τάς θλίψεις ἔγνων ὡς καπνόν, τούς λογισμούς ὡς σκότος,
ὡς βέλη τε τούς πειρασμούς, τάς μερίμνας ὡς ζόφον,
ὡς δέ θηρία τά πάθη χρηματίζοντα, Λόγε,
ἐξ ὧν με ἠλευθέρωσας, ἐξ ὧν ἐρρύσω πάλαι,
κατά μικρόν ἐκλάμψας σου φῶς ἐν ἐμοί τό θεῖον,
καί νῦν ἐν μέσῳ τούτων ὄντα με, Χριστέ, Θεέ μου,
διαφυλάττεις ἄτρωτον, σκέπων με τῷ φωτί σου.
Ἐπεί δέ πταίω πάμπολλα, καθ᾿ ὥραν ἁμαρτάνων,
ἐπεί δέ κατεπαίρομαι, ἐπεί σε παροργίζω,
δέομαι τῆς εὐσπλάγχνου σου παιδεύσεως, Χριστέ μου,
ἥν καί σφοδρῶς αἰσθάνομαι ἐν ἐμοί γενομένην
τοῦ ἀπροσίτου, Δέσποτα, καί παμφαοῦς καί θείου
(371) ὑποχωρήσει ἀπ᾿ ἐμοῦ φωτός τοῦ σκέποντός με.
Ὡς γάρ ἡλίου δύναντος νύξ γίνεται καί σκότος
καί ἐξίασιν ἅπαντα πρός βρῶσιν τά θηρία,
οὕτως ἀποσκεπάζον με, ὦ Θεέ μου, τό φῶς σου,
εὐθύς τοῦ βίου σκότος με, θάλασσα λογισμῶν τε
περικαλύπτει καί παθῶν θηρία κατεσθίει,
καί βέλεσι τιτρώσκομαι τῶν λογισμῶν ἁπάντων.
Ἐπάν δέ πάλιν σπλαγχνισθῇς, ἐπάν κατελεήσῃς,
ἐπάν ἀπακροάσῃ τε τῶν γοερῶν μου θρήνων
καί στεναγμούς ἑνωτισθῇς καί δάκρυα προσδέξῃ
καί ἐπί τήν ταπείνωσιν ἐπιβλέψαι θελήσῃς
ἐμοῦ τοῦ ἁμαρτήσαντος ἀσύγγνωστα, Χριστέ μου,
ἀπό μακρόθεν ὡς ἀστήρ ἀνατέλλων ὁρᾶσαι,
πλατύνεσαι κατά μικρόν οὐκ αὐτός τοῦτο πάσχων
ἀλλά τόν νοῦν τοῦ δούλου σου διανοίγων τοῦ βλέπειν.
Μειζόνως ὥσπερ ἥλιος κατ᾿ ὀλίγον ὁρᾶσαι,
καί γάρ τοῦ σκότους φεύγοντος καί ἀφανιζομένου
ἔρχεσθαί σε λογίζομαι, τόν πανταχοῦ παρόντα˙
ὅτε δέ ὅλον, ὡς τό πρίν, περικυκλώσῃς, Σῶτερ,
ὅτε ὅλον σκεπάσῃς με, ὅλον με περιλάβῃς,
ἐλευθεροῦμαι τῶν κακῶν, λυτροῦμαι καί τοῦ σκότους
καί πειρασμῶν καί τῶν παθῶν καί λογισμῶν ἁπάντων,
πληροῦμαι γάρ χρηστότητος, πληροῦμαι εὐφροσύνης
καί καταπίμπλαμαι χαρᾶς, ἀφάτου θυμηδίας,
ὁρῶν φρικτά μυστήρια, ὁρῶν θαύματα ξένα,
ὁρῶν ἅ οὐ τεθέαται ὀφθαλμός οὐδέ βλέψαι
ἀνθρώπου ἐξισχύσειεν, ἀλλ᾿ οὐδέ οὖς ἀκοῦσαι,
ἐπί καρδίαν δέ βροτῶν οὐκ ἀνέβη οὐδ᾿ ὅλως,
καί καταπλήττομαι σφοδρῶς, ἐξίσταμαι ἐν τούτοις
καί πάντων τῶν ἐπί τῆς γῆς ὅλως ἀλλοτριοῦμαι
ἀκαταπαύστοις ἐν φωναῖς ἀνυμνῶν σε, Θεέ μου,
(372) κατανοῶν ἐν ἐμαυτῷ ἀλλοίωσιν τήν ξένην
καί τρόπον ἀντιλήψεως χειρός παντοδυνάμου,
πῶς λάμψει μόνου σου φωτός καί τῇ ἐπιφανείᾳ
πᾶσαν λύπην ἐδίωξας, ἐξήρπασας τοῦ κόσμου
καί ἑνωθείς μοι μυστικῶς εἰς οὐρανόν εὐθύς με
ἀποκατέστησας ἐκεῖ, ἔνθα οὐκ ἔστι λύπη,
οὐ στεναγμός, οὐ δάκρυον, οὐκ ὄφις δάκνων πτέρναν,
καί ἔδειξας ἀκάματον, ἀταλαίπωρον τρίβον
τήν ἐναντίαν, τήν στενήν, τήν δύσβατον ἀνθρώποις
ἤ, ἀληθέστερον εἰπεῖν, ἄβατον πᾶσιν οὖσαν.
Τίς γάρ ποτε ἐξίσχυσεν ἤ τίς ποτε ἰσχύσει
ἀνθρώπων εἰς τόν οὐρανόν ἐν σώματι γενέσθαι
ἤ καί χωρίς τοῦ σώματος, ποίοις πτεροῖς πετάσας;
Ἠλίας ἅρματι πυρός ἐπήρθη καί πρό τούτου
Ἐνώχ, ἀλλ᾿ οὐκ εἰς οὐρανούς, ἐν ἑτέρῳ δέ τόπῳ,
οὐχί αὐτός ἀφ᾿ ἑαυτόῦ, πλήν ὅμως μετετέθη.
Τί δέ πρός τά γινόμενα ἐν ἡμῖν εἰσί ταῦτα;
Πῶς ὅλως ἔσται σύγκρισις σκιᾶς καί ἀληθείας,
ἤ πνεύματος λειτουργικοῦ καί δουλικοῦ, εἰπέ μοι,
πρός πνεῦμα τό δεσποτικόν καί παντουργόν καί θεῖον,
τό στερεοῦν καί δυναμοῦν πᾶσαν κτιστήν οὐσίαν;
Τά μέν γάρ ἄλλα ποίημα, ποιητής δ᾿ αὐτό μόνον,
ὡς τοῦ Πατρός ἀχώριστον καί τοῦ Υἱοῦ ὡσαύτως.
Θεός τά τρία, εἷς Θεός ἡ Τριάς καί γάρ ἔστιν˙
αὕτη τό πᾶν οὐσίωσεν, ἔκτισεν αὕτη πάντα,
αὕτη τόν Λόγον καί Υἱόν τοῦ Πατρός ἐν τῷ κόσμῳ
κατά τήν σάρκα ἔκτισεν εἰς ἡμῶν σωτηρίαν,
ἀχώριστον τοῦ τε Πατρός καί τοῦ Πνεύματον ὄντα.
Σαρκοῦται δέ τοῦ Πνεύματος ὄντως τῇ ἐπελεύσει
(373) καί γίνεται ὅπερ οὐκ ἦν, ἄνθρωπος ὅμοιός μοι,
πλήν ἁμαρτίας καί πάσης ἐκτός γε ἀνομίας,
Θεός ὁμοῦ καί ἄνθρωπος ὁρώμενος τοῖς πᾶσιν,
ἔχων τό Πνεῦμα τό Θεῖον αὐτοῦ συνόν τῇ φύσει,
μεθ᾿ οὗ νεκρούς ἐζώωσε, τυφλῶν ἤνοιξε κόρας,
λεπρούς τε ἐκαθάρισε δαίμονας ἀπελάσας.
Οὗτος σταυρόν ὑπενεγκών καί θάνατον ὡσαύτως
ἐξαναστάς ἐν Πνεύματι ἀνελήφθη ἐν δόξῃ
καί τρίβον τήν εἰς οὐρανούς ἐνεκαίνισε πᾶσι
τοῖς εἰς αὐτόν πιστεύουσιν ἐν ἀδιστάκτῳ πίστει,
καί Πνεῦμα τό Πανάγιον ἐξέχεε πλουσίως
εἰς πάντας τούς δεικνύοντας τήν πίστιν ἐκ τῶν ἔργων
καί νῦν ἀφθόνως τοῦτό γε ἐκχεῖ πρός τούς τοιούτους,
θεοποιεῖ τε δι᾿ αὐτοῦ, οἷς συναφθῇ ἀθρόον,
καί ἐξ ἀνθρώπων ἀλλοιοῖ τούτους ἀναλλοιώτως
καί τέκνα δείκνυσι Θεοῦ, ἀδελφούς τοῦ Σωτῆρος,
συγκληρονόμους μέν Χριστοῦ, Θεοῦ δέ κληρονόμους,
θεούς Θεῷ συνόντας γε Πνεύματι ἐν Ἁγίῳ,
δεσμίους μέν μόνῃ σαρκί, πνεύματι δ᾿ ἐλευθέρους,
συνανιόντας τῷ Χριστῷ εἰς οὐρανούς εὐκόλως,
ὅλον τε τό πολίτευμα κεκτημένους ἐκεῖσε
ἐν θεωρίᾳ τῶν καλῶν, ὧν ὀφθαλμοί οὐκ εἶδον.
Τί οὖν τό ἅρμα τοῦ πυρός, τό Ἠλίαν ἁρπάσαν,
τί ἡ Ἐνώχ μετάθεσις ὑπάρχουσι πρός ταῦτα;
Ἐγώ δοκῶ, ὡς θάλασσα τμηθεῖσα ῥάβδῳ πάλαι
καί μάννα ἐκ τοῦ οὐρανοῦ κατελθόν, τύπος μόνον
καί ἀληθείας σύμβολα ταῦτα πάντως ὑπῆρχον
- ἡ θάλασσα βαπτίσματος, τό μάννα τοῦ Σωτῆρος -,
(374) οὕτω κἀκεῖνα σύμβολα τούτων εἰσί καί τύπος,
ἀσύγκριτον ὑπεροχήν κεκτημένων καί δόξαν,
ὅσον κτιστοῦ τό ἄκτιστον ὑπερέχει τῇ φύσει.
Τό μάννα γάρ, ὅ λέγεται ἄρτος, τροφή ἀγγέλων,
ὅ ἔφαγον οἱ ἄνθρωποι ἐν τῇ ἐρήμῳ τότε,
ἐξέλιπεν, ἀπώλετο, ἀπέθανόν τε πάντες
καί ὅσοι τοῦτο ἔφαγον˙ ζωῆς γάρ οὐ μετεῖχεν.
Ἡ σάρξ δέ τοῦ Δεσπότου μου τεθεωμένη οὖσα,
ζωῆς μεστή τε πέλουσα πάντας ζωῆς μετόχους
τούς τρώγοντας ἀποτελεῖ καί ποιεῖ ἀθανάτους˙
διαβιβάζει τε αὐτούς οὐ πέλαγος θαλάσσης,
οὐδ᾿ ἐξ Αἰγύπτου μεθιστῶν πρός ἄλλην γῆν μετάγει
φθαρτούς καρπούς προφέρουσαν καί αὖθις τοῖς ἀνθρώποις,
ἀλλ᾿ οὐδέ τεσσαράκοντα ἐπί χρόνοις βαδίζειν
διακελεύεται ἡμᾶς ὁ λυτρωτής τοῦ κόσμου,
ἵνα καί καταλάβωμεν γῆν τῆς ἐπαγγελίας,
ἀλλ᾿ ἀδιστάκτῳ πίστει γε βαπτισθέντας ἀθρόον,
αἷματός τε καί τῆς αὐτοῦ σαρκός μεταλαβόντας
ἀπό θανάτου εἰς ζωήν, εἰς φῶς τε ἀπό σκότους,
ἀπό τῆς γῆς εἰς οὐρανούς ἀναφέρει εὐθέως.
Πρότερον ἀπεκδύσας με φθορᾶς καί τοῦ θανάτου
καί ὅλον ἐλευθερώσας με ἐν αἰσθήσει καί γνώσει,
- τό δέ πάντων φρικτότερον! - οὐρανόν καινόν ἔδειξέ με
καί ἐν ἐμοί κατῴκησεν ὁ τῶν ἁπάντων κτίστης,
οὗπερ οὐδείς τῶν πρόπαλαι ἁγίων ἠξιώθη.
Ἐλάλει γάρ γό πρότερον διά Πνεύματος Θείου
καί ἐνεργείᾳ τῇ αὐτοῦ τά θαύματα ἐποίει,
οὐσιωδῶς δέ οὐδαμῶς νινι Θεός ἡνώθη
πρό τοῦ γενέσθαι ἄνθρωπον τόν Χριστόν καί Θεόν μου.
(375) Λαβών γάρ σῶμα δέδωκεν αὐτοῦ Πνεῦμα τό Θεῖον,
οὐσιωδῶς ἑνοῦται δέ δι᾿ αὐτοῦ πιστοῖς πᾶσι
καί γίνεται ἀχώριστος ἡ ἕνωσις ἡ τούτων.
Φεῦ μοι! - στενάζω γάρ πικρῶς τήν τῶν ἀνθρώπων πλάνην -.
Πῶς οὐ πιστεύομεν Χριστῷ, πῶς οὐκ ἀκολουθοῦμεν,
πῶς οὐ ποθοῦμεν τήν ζωήν, πῶς τόν ἐκείνου πλοῦτον
τόν ἄσυλον, τόν ἄφθαρτον, τήν δόξαν τήν ἀγήρω
διαγωγῆς τῆς μετ᾿ αὐτοῦ, πῶς οὐκ ἐπιθυμοῦμεν;
Πῶς τοῖς φθαρτοῖς προσκείμενοι νομίζομεν σωθῆναι,
οἱ μή φιλοῦντες τόν Χριστόν πλεῖον τῶν ὁρωμένων
μηδέ ἐλπίζοντες αὐτῷ συνεῖναι μετά πότμον;
Ἀλλά ἀναισθητότεροί εἰσι ξύλων τε καί τῶν λίθων.
Ἀλλ᾿, ὦ Χριστέ μου, ῥῦσαί με τῆς τούτων ἀλογίας
καί σέ φιλεῖν ἐκδίδαξον, τήν ζωήν πιστῶν πάντων.
Σοί γάρ σύν τῷ Πατρί καί Πνεύματί σου Θείῳ
δόξα πρέπει καί αἴνεσις, τιμή προσκύνησίς τε
νῦν καί ἀεί ὡς βασιλεῖ εἰς αἰῶνας αἰώνων,
κα΄τῶν ἁπάντων ποιητῇ, Θεῷ τε καί Δεσπότῃ,
ἀμήν.

*** 

ΝΒ'.
Περί θεολογίας˙ καί ὅτι τῷ μή ἀλλοιωθέντι τῇ τοῦ Ἁγίου Πνεύματος μετουσίᾳ καί γεγονότι θέσει ἐν γνώσει Θεῷ διδάσκειν τά θεῖα τούς ἀνθρώπους οὐκ ἔξεστι. (376)

Τίς μου παραμυθήσεται τόν πόνον τῆς καρδίας;
Πόνον δ᾿ εἰπών ἐδήλωσα τόν τοῦ Σωτῆρος πόθον,
ὁ πόθος δέ τοῦ Πνεύματος ἐνέργεια τυγχάνει,
μᾶλλον δ᾿ αὐτοῦ οὐσιωδῶς ἐστίν ἡ παρουσία,
ἐνυποστάτως ἐν ἐμοί φῶς ἐντός ὁρωμένη˙
τό φῶς δ᾿ ἀσύγκριτόν ἐστιν, ὁλον ἄφθεγκτον πέλει.
Τίς με χωρίσει αἰσθητῶν, ὧν ἀπηλλάγην ἅπαξ
καί ἀπεκρύβην ἐξ αὐτῶν γεγονώς ἔξω κόσμου;
Τίς μοι δώσει γαλήνην γε καί ἡσυχίαν πάντων,
ἵνα τοῦ κάλλους κορεσθῶ καί τῆς ἐκείνου θέας,
οὗ τό ἀκατανόητον ἀναφλέγει τόν πόθον,
ὁπόσον δέ καταληπτόν, ἐνυπόστατος πόθος.
Ἀγάπη γάρ οὐκ ὄνομα, ἀλλά οὐσία θεία,
μεταληπτή καί ἄληπτος, θεϊκή δέ γε πάντως˙
τό μεθεκτόν καταληπτόν, τούτου τό πλεῖον οὔπω.
Διά τοῦτο οὖν εἶπόν σοι καταληπτόν τόν πόθον
καί ἐνυπόστατον αὐτόν ὡς μεθεκτόν ληπτόν τε˙
πᾶν γάρ ληπτόν καί μεθεκτόν οὐσία πάντως πέλει
ἐνυποστάτως μεθεκτή, ὡσαύτως καί ληπτή τε.
Τό γάρ ἀνούσιον οὐδέν καί λέγεται καί ἔστιν,
ἡ θεία δέ καί ἄκτιστος ὑπερούσιος φύσις
(377) ὡς τῆς οὐσίας τῶν κτιστῶν ὑπερέχουσα πάντων
καλεῖται ὑπερούσιος, πλήν ἐνούσιος πέλει
καί ἐνυπόστατος ἐστιν, ὑπέρ οὐσίαν πᾶσαν,
καί πρός ὑπόστασιν κτιστήν ἀσύγκριτος γε πάντῃ
νοεῖται, ἔστιν ὅλη γάρ ἀπερίγραπτος φύσει˙
τό μή περιγραφόμενον ὑπόστασιν πῶς εἴπῃς;
Τό δ᾿ ἀνυπόστατον οὐδέν, καί πῶς μεταληπτόν μοι;
Εἰ δ᾿ ἀπιστεῖς, τόν Παῦλόν σοί μαρτυροῦντα παρέξω
καί τά ἀμφότερα πιστά εἶναι σοί βεβαιοῦντα˙
ὅταν γάρ λέγῃ τόν Χριστόν ἐντός ἔχειν λαλοῦντα
καί Πνεύματι φθεγγόμενον αὐτόν τῷ Παναγίῳ,
μεταληπτόν, περιγραπτόν εἶναι λέγει τό θεῖον,
ἀπεριγράπτως ἐν αὐτῷ συμπαρόν καί ἀλήπτως.
Ὅταν δέ φῶς ἀπρόσιτον οἰκοῦντα παρεισάγῃ
καί μαρτυρῇ μηδέποτε ὑπ᾿ ἀνθρώπου ὀφθῆναι,
τότε τό ἀπερίγραπτον καί ἄληπτον ἐμφαίνει˙
ὅ γάρ οὐδείς ἑώρακε πώποτε τῶν ἀνθρώπων,
πῶς ἤ μετέλαβεν αὐτοῦ ἤ προσέψαυσεν ὅλως;
Πάντως ἐρεῖς μοι˙ οὐδαμῶς, εἰ μή φιλονεικοίης.
Ὅταν δέ πάλιν εἴπῃ σοι˙ ὁ Θεός, ὁ ἐκ σκότους
φῶς λάμψαι πάλαι προειπών, ὅς ἔλαμψεν ἐντός μου,
ποῖόν σοι ἄλλον παριστᾷ Θεόν, εἰπέ, νοῆσαι,
εἰ μή ἐκεῖνον τόν τό φῶς τό ἄστεκτον οἰκοῦντα
καί ὅν οὐδέπω οὐδαμῶς οὐδείς ἀνθρώπων εἶδεν;
Αὐτός γάρ ὑπερούσιος ἄκτιστος ὤν τό πρόσθεν
σάρκα τε ἀνελάβετο καί κτιστός μοι ὡράθη,
ὅλον θεώσας με αὐτός τόν προσληφθέντα ξένως.
Οὕτω πιστεύεις, λέγε μοι, καί πάντως οὐ διστάζεις;
Εἰ οὖν Θεός γενόμενος ἄνθρωπος, ὡς πιστεύεις,
τόν ἄνθρωπον ἐθέωσεν ἐμέ τόν προσληφθέντα,
θέσει θεός γενόμενος τόν φύσει Θεόν βλέπω
(378) ἐκεῖνον, ὅν οὐδείς ποτε ἀνθρώπων ἠδυνήθη
ἰδεῖν, ἀλλ᾿ οὐδέ δύναται ὅλως τοῦ κατιδέσθαι.
Τόν Θεόν οὖν οἱ δεξάμενοι τῆς πίστεως τοῖς ἔργοις
καί θεοί χρηματίσαντες Πνεύματι γεννηθέντες,
αὐτόν ἐκεῖνον βλέπουσι τόν ἑαυτῶν πατέρα,
τόν ἐνοικοῦντα τῷ φωτί ἀεί τῷ ἀπροσίτῳ˙
ἔνοικον ἔχοντες αὐτοί ἐν ἑαυτόῖς οἰκοῦντα
οἰκοῦσιν αὐτοί γ᾿ ἐν αὐτῷ τῷ πάμπαν ἀπροσίτῳ.
Τοῦτο πίστις ἡ ἀληθής, τοῦτο Θεοῦ τό ἔργον,
τοῦτο σφραγίς Χριστιανῶν, τοῦτο μέθεξις θεία,
τοῦτο ἐστίν ἡ μετοχή καί ἀρραβών ὁ θεῖος,
τοῦτο ὑπάρχει ἡ ζωή, τοῦτο ἡ βασιλεία,
τοῦτο τό ἔνδυμά ἐστιν, ὁ χιτών τοῦ Κυρίου,
ὅνπερ οἱ βαπτιζόμενοι ἐπενδύονται πίστει,
οὐχί ἀγνοίᾳ, λέγω σοι, οὐδέ ἀναισθησίᾳ,
ἀλλά διά τῆς πίστεως ἐν αἰσθήσει καί γνώσει.
Ἵνα μή λέγῃς˙ Τόν Χριστόν ἐνδεδύσθαι πιστεύω˙
οὐ λέγω˙ Τοῦτο πίστευε˙ ἀλλά˙ Πίστεως ἔργον
καί πίστεως βεβαίωσιν καί πίστεως σφραγῖδα
καί πίστεως τελείωσιν ἀναμφίβολον ἔχε
ἐκ τοῦ ἐνδύσασθαι Χριστόν ἐν αἰσθήσει καί γνώσει
ἐκλάμποντα, ἀστράπτοντα θεότητος τῇ δόξῃ
καί τρανοτάτῳ ἐν φωτί ὅλον σε ἀλλοιοῦντα,
ἀναλλοιώτως μένοντα διπλοῦν ἐξ ἑκατέρων,
θέσει Θεόν, τῇ φύσει δέ ἄνθρωπον ὅλον ὄντα.
Τοιοῦτος δέ γενόμενος ὅλος, καθώς σοι εἶπον,
τότε ἐλθέ καί σύν ἡμῖν στῆθι, ὦ ἀδελφέ μου,
ἐπ᾿ ὄρους θείας γνώσεως, θείας τε θεωρίας,
καί ἀκουσόμεθα ὁμοῦ πατρικῆς φωνῆς, οἴμοι,
(379) ὁπόσον ἀπολείπομεν τῆς θεϊκῆς ἀξίας,
ὁπόσον δέ ἀπέχομεν ζωῆς τῆς αἰωνίου.
Ὅσον ἀπέχει οὐρανός τῶν γῆς καταχθονίων
καί τῶν ἐκεῖσε δυστυχῶς πάλαι κεκρατημένων,
τοσοῦτον ἤ καί πλέον γε ἀπέχομεν οἱ πάντες
ὄντως ἀξίας τοῦ Θεοῦ καί θείας θεωρίας,
κἄν σύν ἐκείνῳ κατοικεῖν λέγωμεν παραδόξως
καί τόν οἰκοῦντα ἐν φωτί τῷ ἀπροσίτῳ ἔχειν
ἐν ἑαυτόῖς καί μένοντα καί κατοικοῦντα ὅλον˙
καί θέλομεν καθήμενοι ἐν τοῖς καταχθονίοις
φιλοσοφεῖν τά ὑπέρ γῆν καί τά ἐν οὐρανῷ γε
καί οὐρανῶν ὑπέρτερα, ὡς ἀκριβῶς εἰδότες,
καί διηγεῖσθαι ἅπασι καί γνωστικοί καλεῖσθαι,
θεολόγοι τε ἀκριβεῖς καί μύσται τῶν ἀρρήτων,
ὅπερ καί ἔνδειγμά ἐστι πάντως ἀναισθησίας.
Ὁ γεννηθείς γάρ δυστυχῶς ἐν τοῖς καταχθονίοις
καί σκότος ὅλος κατοικῶν τοῦ ἐνεστῶτος κόσμου,
φῶς τε μή θεασάμενος τοῦ μέλλοντος αἰῶνος,
ὅ πάντως ἔλαμψεν ἐν γῇ ἀενάως λάμπει,
καί λέγων τά ἐν οὐρανῷ φρονεῖν καί εἰδέναι,
βλέπειν τε πάντα τά ἐκεῖ καί τούς ἄλλους διδάσκειν,
οὐχί ἀναίσθητός ἐστι καί πλέον ἄρα τούτου;
Ὡς γάρ τυφλός φιλονεικῶν τούς βλέποντας καί λέγων˙
Τό νόμισμα χαλκοῦν ἐστιν, ἡ σφραγίς ἄλλου πέλει,
τά ἐν αὐτῷ δέ γράμματα δηλοῖ τάδε καί τάδε,
ὄντως παράδοξόν ἐστι τοῖς ἀκούουσι τέρας
καί τό νόμισμα βλέπουσι χρυσοῦν εὔροιζον πάνυ
καί τήν σφραγῖδα ἀληθῆ τοῦ βασιλέως οὖσαν,
ἀπαραποίητον αὐτοῦ δεικνῦσαν τήν εἰκόνα,
καί τήν γραφήν τό ὄνομα δηλοῦσαν τό ἐκείνου,
οὕτω γε πάσχοντες ἡμεῖς οὐ δοκοῦμέν τι πάσχειν,
(380) οὐδ᾿ αἰσχυνόμεθά τινα ἤ αὐτούς τούς ἁγίους
καί τούς ἀγγέλους ἄνωθεν τά καθ᾿ ἡμᾶς ὁρῶντας,
ἀλλά πληροῦται εἰς ἡμᾶς ὁ λόγος τοῦ Κυρίου,
ὁ λέγων ὅτι˙ Βλέποντες οὐ βλέπουσι, καί αὖθις˙
Ἀκούοντες τά ψυχικά ὦτα βύουσι μᾶλλον
καί οὐδαμῶς ἀκούουσι τοῦ Πνεύματος τούς λόγους,
καί γάρ ὠσίν ἀκούουσι σωματικῶς σαρκίνοις,
ὦτα πνευματικά καρδάς δέ κεκαλυμμένα
ἔχουσι καί οὐ δύνανται ὅλως Θεοῦ ἀκούειν.
Οὐδαμῶς γάρ ἰσχύουσιν ἀφ᾿ ἑαυτῶν διάραι
κάλυμμα τῆς ἐπάρσεως καί τῆς ἀναισθησίας,
αὐτοί γάρ τοῦτο ἑαυτοῖς ἐπέθεντο θελήσει,
καί βούλονται καλύπτεσθαι ὀφθαλμούς τε καί ὦτα,
καί διά τοῦτο οἴονται καί βλέπειν καί ἀκούειν.
Εἰ δέ γε τις ἐρεῖ αὐτοῖς˙ Ἀκούσατέ μου, τέκνα,
καί ἄρατε τό κάλυμμα ἐκ τῆς ὑμῶν καρδίας˙
καί πρός αὐτά τά ῥήματα ἀγριαίνουσιν, ὅτι
μή πατέρας ἐκάλεσεν, ἀλλά τέκνα προσεῖπε,
καί μῖσος μᾶλλον πρός αὐτόν ἐκ τῶν λόγων προσκτῶνται
καί συνιδεῖν οὐ δύνανται τό προσόν αὐτοῖς πάθος,
μᾶλλον δέ πάθη τά τόν νοῦν σκοτίζοντα καί φρένας
καί τοῦ Θεοῦ χωρίζοντα τούς προληφθέντας ἤδη,
οἵ δοῦλοι τῆς οἰήσεως καί ὑπερηφανίας
θελήσει χρηματίσαντες καί αἰχμαλωτισθέντες
τό θέλημα τό ἴδιον ἀεί ἀποπληροῦσιν.
Οὗτοι ἀφέντες νόμους τοῦ Θεοῦ ἑαυτοῖς εἰσι νόμος,
καί οὐ Θεῷ ἀλλ᾿ ἑαυτόῖς λατρεύουσιν, ὤ τόλμης,
ἀντί τῆς δόξης τοῦ Θεοῦ τήν ἰδίαν ζητοῦντες
καί στῆσαι ταύτην σπεύδοντες πᾶσιν ἔργοις καί τρόποις.
Δόξα οὖν πέλει τοῦ Χριστοῦ ὁ σταυρός καί τά πάθη,
ἅ καθυπέστη δι᾿ ἡμᾶς, ἵνα ἡμᾶς δοξάσῃ˙
(381) ταῦτα δ᾿ οὐ βούλονται παθεῖν, ὡς ἔπαθεν ἐκεῖνος,
καί παραιτοῦνται μέτοχοι δόξης Θεοῦ γενέσθαι
τῷ παραιτεῖσθαι τό παθεῖν, ὡς ἔπαθεν ἐκεῖνος,
καί θέλουσιν, οἴμοι, τιμήν μᾶλλον τήν ἐξ ἀνθρώπων
καί χωρισμόν ἀπό Θεοῦ ἑκουσίως αἱροῦνται.
Ἀλλ᾿, ὦ Χριστέ μου, λύτρωσαι τούς εἰς σέ πεποιθότας
κενοδοξίας μιαρᾶς καί ὑπερηφανίας
καί συμμετόχους ποίησον παθῶν σου καί τῆς δόξης
καί καταξίωσον ἡμᾶς ἀχωρίστους σου εἶναι
νῦν τε καί εἰς τούς μέλλοντας αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

*** 

ΝΓ'.
Κατά διάλεκτον Θεοῦ καί τοῦ πατρός τῶν λόγων ὁ λόγος˙ καί ὅπως ὑπό τοῦ Ἁγίου Πνεύματος ἐλλαμπόμενος ὁ θεῖος οὗτος πατήρ ὡμίλει Θεῷ καί ὑπ᾿ ἐκείνου ἐμυσταγωγεῖτο τά θεῖά τε καί ἀνθρώπινα. (382)

Ἴδε μου, Χριστέ, τήν θλῖψιν,
ἴδε μου τήν ἀθυμίαν,
ἴδε μου καί τήν πτωχείαν.
Ἴδε τήν ἀσθένειάν μου
καί οἰκτείρησόν με, Λόγε!
Λάμψον μοι καί νῦν ὡς πάλαι
καί καταύγασον ψυχήν μου˙
φώτισον τούς ὀφθαλμούς μου
τοῦ ὁρᾶν σε, φῶς τοῦ κόσμου,
τήν χαράν, τήν εὐφροσύνην,
τήν ζωήν τήν αἰωνίαν,
τήν τρυφήν τήν τῶν ἀγγέλων,
βασιλείαν οὐρανῶν τε
καί παράδεισόν σε ὄντα,
στέφανον τόν τῶν δικαίων
καί κριτήν καί βασιλέα.
Τί τό πρόσωπόν σου κρύπτεις;
Τί χωρίζῃ μου, Θεέ μου,
ὅς οὐ θέλεις χωρισθῆναι
(383) πώποτε τῶν σέ φιλούντων;
Τί με φεύγεις, τί με καίεις,
τί με τέμνεις καί συντρίβεις;
Οἶδας, ὅτι ἀγαπῶ σε
καί ἀπό ψυχῆς ζητῶ σε.
Ἀποκάλυψον, ὡς εἶπας,
καί ἐμφάνισον σαυτόν μοι.
Οἶδα γάρ ἀληθινόν σε,
ἔγνωκα ὡς ἀφευδής εἶ
καί φιλεῖς τούς σέ φιλοῦντας
καί προσομιλεῖς ὡς φίλοις
οὐ σκιᾷ οὐδέ ἐμφάσει,
οὐδ᾿ ὡς νοῦς νοΐ ἑτέρῳ,
ἀλλ᾿ ὡς λόγος ὤν ἀρχῆθεν,
ἐνυπόστατος ζωή τε,
ἐκ πατρός γεγεννημένος
καί αὐτῷ συνηνωμένος
καί συνόμιλος ἀφράστως.
Οὕτως οὕς αὐτός γεννήσεις
Πνεύματί σου τῷ Ἁγίῳ
καί υἱούς σου ἀποδείξεις,
μᾶλλον μέν οὖν ἀδελφούς σου
καί Θεοῦ υἱούς, Πατρός σου,
τούτοις καί συνομιλεῖς τε
καί αὐτούς ὁρῶν ὁρᾶσαι
ὑπ᾿ αὐτῶν ἐκείνων πάλιν.
Δεῖξον οὖν τήν εὐσπλαγχνίαν,
δεῖξον τήν φιλανθρωπίαν
καί τό ἔλεός σου, Σῶτερ,
(384) Ποίων ἄρα τῶν κτισμάτων;
Τῶν ἐνύλων καί ἀΰλων˙
ἔνυλα γάρ, ἅπερ βλέπεις,
ἄϋλοι δέ ἄγγελοί γε.
Μέσον τούτων οὖν, σοί λέγω,
ζῷον ἄνθρωπος, διπλοῦν δέ˙
ἐν αἰσθητοῖς μέν ἄϋλον,
ἐν ἀΰλοις αἰσθητόν δέ.
Τοῦτον οὖν ὡς αἰσθητόν μέν
κύριον τῶν ὁρωμένων
καί δεσπότην εἰργασάμην,
δοῦλα ὡς ὁρατά πάντα
αὐτῷ μόνῳ ὑποτάξας,
ὅπως βλέπῃ μου τά ἔργα
καί δοξάζῃ με τόν κτίστην˙
ὡς δέ λογικόν τε ὄντα
καί νοερῶς καθορῶντα,
δέδωκα αὐτόν ὁρᾶν με
καί ἐκ τούτου τῶν ἀγγέλων
ἐν ἀξίᾳ καθεστᾶναι.
Βλέπε, σύνες, τί σοι εἶπον˙
ἄνθρωπος διπλοῦς ὑπάρχων
ἔβλεπε τοῖς αἰσθητοῖς μέν
ὀφθαλμοῖς τά κτίσματά μου,
τοῖς νοεροῖς δέ πρόσωπον
ἔβλεπεν ἐμοῦ τοῦ κτίστου,
ἐθεώρει μου τήν δόξαν
καί ὡμίλει μοι καθ᾿ ὥραν.
Ὅτε δέ τήν ἐντολήν μου
παραβάς ἀπό τοῦ ξύλου
ἔφαγεν, ἀπετυφλώθη
καί ἐγένετο ἐν σκότει
(387) τοῦ θανάτου, καθώς εἶπον,
ὅπερ λέγεται κρυβῆναι˙
τοῦτο γάρ ἐκεῖνος τότε
ὑπενόησεν ἀφρόνως.
Ποῦ γάρ εἶχέ με κρυβῆναι
ἤ ἐν ποίῳ τόπῳ, λέγε;
Σύ δέ νῦν λογίζῃ χεῖρον,
ἀφρονέστερον ἐκείνου,
ὅτι κρύπτομαι μή θέλων
ὁραθῆναί σοι εἰς ἅπαν.
Εἰ γάρ μή ὁρᾶσθαι θέλω,
τί καί ἐν σαρκί ἐφάνην;
Τί δέ καί κατῆλθον ὅλως;
Τί δέ καί ὡράθην πᾶσι;
Μή ἀγνόει μου τάς πράξεις,
μηδέ τάς οἰκονομίας˙
ὁ Ἀδάμ τυφλωθείς πρῶτον
ἐλεγχθείς καί διδαχθείς τε
ὑπ᾿ἐμοῦ μετανοῆσαι
οὐκ ἠθέλησεν, ἀλλ᾿ ὅλως
ἀταπείνωτος εὑρέθη,
εἶπε δέ μᾶλλον˙ Ἡ γυνή
ἥμαρτεν, ἥν δέδωκάς μοι,
ὡσανεί τῆς ἁμαρτίας
αἴτιόν με ἀποφήνας.
Ὁμοίως πάλιν ἡ γυνή
ᾐτιάσατο τόν ὄφιν,
καί οὐδείς ἡμαρτηκέναι
ὡμολόγησεν οὐδ᾿ ὅλως.
Διά τοῦτο ἐξεβλήθη
τῆς τρυφῆς τοῦ παραδείσου
(388) καί ἔμεινεν ἐν αἰσθητοῖς
μόνοις μετά τῶν ἀλόγων,
ἄλογος ἐκ λογικῶν τε
γεγονώς καί ἔνυλός γε,
χωρισθείς ἐκ τῶν ἀΰλων.
Θαῦμα ξένον˙ ὥσπερ σῶμα,
γέγονεν ὀμμάτων δίχα
ἡ ψυχή ἐκτυφλωθεῖσα
καί Θεόν μή καθορῶσα.
Σῶμα μέν, εἰ τυφλωθείη,
ὑπό τῆς ψυχῆς κινεῖται˙
ἡ ψυχή δέ τυφλωθεῖσα
ποίαν κίνησιν εὑρήσει;
Ζῆν δέ πῶς ὅλως ἰσχύσει;
Οὐδαμῶς, ἀλλά θανεῖται
θάνατον εἰς τόν αἰῶνα,
ὅπερ ἔπαθον, ὡς εἶπον,
οἱ πρωτόπλαστοι ἀνοίᾳ
καί κατῆλθον εἰς τόν ᾅδην
καί εἰς φθοράν κατήχθησαν, οὕσπερ κατελεήσας
ἄνωθεν ἐγώ κατῆλθον˙
ἀόρατος ὤν πάντῃ
πάχους καί σαρκός μετέσον
καί ψυχήν ἀνελαβόμην,
Θεός ὤν ἀναλλοιώτως
ἐγενόμην σάρξ, ὁ Λόγος.
Ἐκ σαρκός ἀρχήν λαβών δέ
ἄνθρωπος ὡράθην πᾶσιν.
Διά τί οὖν ὅλως τοῦτο
ἠνεσχόμην τοῦ ποιῆσαι;
Ὅτι ἐπί τούτῳ πάντως
ἔκτισα, καθώς καί εἶπον,
(389) τόν Ἀδάμ τοῦ καθορᾶν με.
Ἐπειδή δέ ἐτυφλώθη,
ἐξ ἐκείνου τε οἱ πάντες
τούτου ἀπόγονοι ἅμα,
οὐχ ὑπέφερον, αὐτός μέν
εἶναι ἐν τῇ θείᾳ δόξῃ,
παρορᾶν δέ τυφλωθέντας
τῇ τοῦ ὄφεως ἀπάτῃ,
οὕσπερ ἔκτισα χερσί μου.
Ἀλλά ὅμοιος ἀνθρώποις
ἐγενόμην κατά πάντα,
αἰσθητός τοῖς αἰσθητοῖς γε,
καί ἡνώθην τούτοις θέλων.
Βλέπεις, πόσον πόθον ἔχω
τοῦ ὁρᾶσθαι παρ᾿ ἀνθρώπων,
ὡς καί ἄνθρωπος γενέσθαι
θελῆσαι καί ὁραθῆναι.
Πῶς οὖν εἶπας κρύπτεσθαί με
ἀπό σοῦ καί μή ὁρᾶσθαι;
Ὄντως λάμπω, ἀλλ᾿ οὐ βλέπεις.
Πρόσεχε τῷ μυστηρίῳ˙
ἔβλεπε θεότητός μου
δόξαν ὁ Ἀδάμ καί ἔζη,
παραβάς δ᾿ ἀπετυφλώθη
καί εὐθύς ἀπενεκρώθη
μή θελήσας μεταγνῶναι,
μηδ᾿ εἰπών˙ Ἡμάρτηκά σοι.
Διά τοῦτο οὖν ἐνδίκως
ἀποστρέφειν κατεκρίθη
εἰς τήν γῆν, ἐξ ἧς ἐλήφθη˙
ὕστερον δέ τοῦτο πάντως
ὡς ἀπόφασις ἐδόθη
(390) καί τοῖς πᾶσιν ἐλογίσθη
ἄφυκτος ὡς τιμωρία.
Ἀλλ᾿ οὐκ ἔστι τιμωρία,
μᾶλλον δέ εὐεργεσία.
Οὐ γάρ εἴασα συνεῖναι
τό φθαρτόν σύν τῷ ἀφθάρτῳ.
Χεῖρον ἦν γάρ τοῦ λυθῆναι
τό δεδέσθαι αἰωνίως
καί ἀθάνατον ὑπάρχειν
τό κακόν ἐν ἀμφοτέροις.
ἡ ψυχή γάρ ἐκπεσοῦσα
τῆς ζωῆς γε τῆς ἐνταῦθα,
πάλιν τε, εἴπερ τό σῶμα
τό φθειρόμενον ὑπῆρχε
φέρουσα συνηνωμένον,
πῶς οὐκ ἦν θανάτου χεῖρον,
χωρισμοῦ ψυχῆς, σοί λέγω;
Δύο οὖν εἰσι θάνατοι,
σώματός τε καί ψυχῆς.
Ὁ θανών ψυχῇ, εἰπέ μοι,
καί φθαρτόν ἐκ τούτου σῶμα
περιφέρων ἡνωμένον,
κατ᾿ ὀλίγον τε γηράσκον
καί λυόμενον καί ῥέον,
εἰ μή ἔμελλε λυθῆναι
τούτου τε καί χωρισθῆναι
ἡ ψυχή, ἀλλ᾿ αἰωνίως
ἦν συνδεδεμένη τούτῳ,
πῶς οὐ χείρων πάσης ἄλλης
τιμωρίας τῆς ἐν ᾅδη
αὕτη ἡ ζωή ὑπῆρχε;
Βλέπε μοι τούς ὑπό νόσου
(391) ἱερᾶς κατεχομένους,
πῶς αἱ σάρκες αἱ ἐκείνων
φθείρονται καί δαπανῶνται,
πῶς χειρῶν, ποδῶν τε δίχα
καί ὀμμάτων καί χειλέων
καί ῥινῶν εἰσι καί ὤτων,
πῶς ἀκίνητοι εἰς ἅπαν,
πῶς καί ἄλαλοι κωφοί τε
ταῖς φωναῖς ταῖς ἀλαλήτοις
τόν Θεόν ἐπικαλοῦνται
ταύτης τῆς σαρκός λυθῆναι.
Εἰ γάρ οὕτως εἰς αἰῶνας,
ἵνα πάλιν εἴπω, εἶναι
ἐκληρώσατο, οὐ χεῖρον
τοῦ θανεῖν τό ζῆν ὑπῆρξε;
Οὕτως οὖν εὐεργεσία
γέγονεν ἡ τιμωρία,
μᾶλλον δέ οὐ τιμωρία,
ἀλλ᾿ οἰκονομία θεία.
Ὁ γάρ θάνατος ἀνθρώπων
θάνατος πραγμάτων πέλει˙
θάνατος φροντίδων λύσις,
θάνατος ἐλευθερία
νόσων καί παθῶν παντοίων,
θάνατος ἁμαρτημάτων
ἐκκοπή καί ἀδικίας,
θάνατος ἀπαλλαγή τε
τῶν κακῶν τοῦ βίου πάντων,
τοῖς βιώσασι καλῶς δέ
πρόξενος χαρᾶς ἀλήκτου
καί τρυφῆς τῆς ἀϊδίου
καί φωτός τοῦ ἀνεσπέρου.
Ὅμως πρό τοῦ χωρισθῆναι
ἐκ τοῦ σώματος, σοί λέγω,
(392) βλέπε τάς εὐεργεσίας,
βλέπε τάς οἰκονομίας,
μάνθανε τάς δωρεάς μου.
Ἐφανέρωσα τῷ κόσμῳ
ἐμαυτόν καί τόν Πατέρα
καί ἐξέχεα πλουσίως
τό Πανάγιόν μου Πνεῦμα
ἐπί πᾶσαν ὄντως σάρκα,
καί τό ὄνομά μου πᾶσιν
ἀπεκάλυψα ἀνθρώποις,
καί τοῖς ἔργοις, ὅτι κτίστης
καί δημιουργός ὑπάρχω,
ἔδειξα καί νῦν δεικνύω
πάντα, ἅ ποιῆσαι ἔδει,
ἀμήν.

***   

ΝΔ'.
Ὅτι ἑκάστῳ τῶν ἀνθρώπων δέδωκεν ὁ Θεός προσφυῶς καί πρός τό συμφέρον τό χάρισμα διά Πνεύματος Ἁγίου εἰς τό ἐνεργεῖν, οὐχ ὥσπερ αὐτός θέλει, ἀλλ᾿ ὡς ὑπ᾿ αὐτοῦ προωρίσθη, εἰς τό μή κενόν εἶναι μέσον τῆς ἐκκλησίας αὐτοῦ. (393)

  Τό ποίημα τοῦ ποιητοῦ τί ποτ᾿ ἄν γνοίη δίχα;
Τήν γνῶσιν γάρ, ἥν ἔλαβε, πάντως ἀπαιτηθείη,
πρᾶξίν τε καί ἐνέργειαν δικαίως καί πρεπόντως,
καί γάρ σκαπάνη, δρέπανον, μάχαιρά τε καί πρίων,
ἀξίνη, ῥάβδος, λόγχη τε, φάσγανόν τε καί τόξον,
βέλος καί πάντα τά λοιπά ἐργαλεῖα ἐν βίῳ,
ἕκαστον τήν ἐνέργειαν κέκτηται τήν ἰδίαν,
ἀλλ᾿ οὐκ ἀφ᾿ ἑαυτοῦ λαβόν, ἐξ ἡμῶν δέ γε πάντως.
Ὁ γάρ τεχνίτης ἕκαστον, πρός ὅπερ ἄν ἐθέλοι,
κατασκευάζει ἐνεργεῖν ἐργαλεῖον ἐντέχνως.
Διό θερίζειν λήϊα οὐκ ἔξεστι σκαπάνη,
οὐδέ δρεπάνῳ τεκτονεῖν, οὐδ᾿ ἐν μαχαίρᾳ κτίζειν,
οὐ σκάπτειν μετά πρίονος, οὐ ῥάπτειν τῇ ἀξίνῃ,
οὐ τέμνειν ξύλα ῥάβδῳ γε, λόγχῃ δ᾿ οὐ πρίζειν θέμις,
οὐδέ φασγάνῳ σφενδονεῖν, οὐκ ἐν τῷ τόξῳ τέμνειν,
ἀλλ᾿ ἁρμοζόντως ἑκάστῳ χρή πρός ἕκαστον χρᾶσθαι.
Εἰ δ᾿ οὐ πρός ἅ γεγόνασιν, ἀλλ᾿ ἄλλως χρήσῃ τούτοις,
ἀπόλωλεν ὁ βίος σοι καί πᾶσα πρᾶξις πάντως.
Οὕτως οὖν μοι νόει καί Θεόν ἡμᾶς πεποιηκέναι
ἐν ἔργοις ἕκαστον πιστόν ἐνεργεῖν ἐν τῷ βίῳ,
(394) τούς μέν διδάσκειν θέμενος, τούς δέ πάντως μανθάνειν,
ἄλλους τοῦ ἄρχειν τῶν πολλῶν, τούς δέ ὑπείκειν τούτοις˙
καί οἷς μέν σοφίαν δέδωκεν, οἷς δέ γνῶσιν καί λόγον,
τό προφητεύειν ἄλλοις δέ, τό λαλεῖν γλώσσαις ἄλλοις,
θαυματουργεῖν ἑτέροις δέ καί ἐνεργεῖν δυνάμεις˙
ἄλλους προστάτας ἔδειξε. Πνευματικά δέ ταῦτα,
ἀλλ᾿ εἴπωμεν καί ἕτερα χαρίσματα τοῦ κτίστου,
ἅ τοῖς ἀνθρώποις δέδωκεν, ἑκάστῳ κατ᾿ ἀξίαν˙
τόν μέν ἀνδρεῖον σώματι, τόν δέ ὡραῖον μᾶλλον
πεποίηκε καί ἕτερον εὐφωνότερον ἄλλων,
ἁπλῶς τε ἐχαρίσατο ἑκάτῳ τῶν ἀνθρώπων
τό κατ᾿ ἀξίαν δώρημα καί πλεονέκτημά γε,
ὡς οἶδε μόνος ὁ Θεός, ὁ τῶν ἁπάντων κτίστης,
εἰς τό χρησίμως ἐνεργεῖν ἐν τῷ βίῳ ἀρρήτως.
Διό πρός τέχνην ἕκαστος οὐχ οἵαν αὐτός θέλει,
ἀλλά πρός οἵαν ἔκτισται, ἐπιτηδείως ἔχει,
καί πρός αὐτήν διάκειται προσφυῶς καί οἰκείως,
καί ἴδοις ἄν τόν πλευστικόν εὐτέχνως τά πελάγη
θαλάσσης διαπλέοντα καί τερπόμενον μᾶλλον
ὑπέρ τόν ἵππῳ σοβαρῷ ἐφεζόμενον ἄνδρα
καί γεωργόν γῆς αὔλακας τέμνοντα τῷ ἀρότρῳ,
τό ζεῦγός τε ό τῶνβοῶν τῶν συνεργαζομένων
πολύ κρεῖσσον νομίζοντα βασιλικοῦ τετρώρου,
ὅθεν καί χαίρει ταῖς χρησταῖς κατεντρυφῶν ἐλπίσιν.
Ὁ στρατιώτης πάλιν δέ ἑαυτόν ὑπέρ πάντας
γεωργούς τε καί πλευστικούς καί χειροτέχνας μείζω
ἡγεῖται καί ὡς ἔνδοξος ἐναβρύνεται τρέχων
ἐπί σφαγήν καί θάνατον ἄωρον καταλύσαι.
Οὗτος οὖν οὐκ ἀνέξεται κώπην ὅλως ἐλάσαι,
οὐδέ κρατῆσαι δίκελλαν, οὐδέ τέκτων γενέσθαι,
οὐ ναύτης οὐδέ γεωργός, οὐ γεηπόνος εἶναι
αἱρήσεται˙ ἀλλ᾿ ἕκαστος, πρός ὅ, καθάπερ εἶπον,
τό ἐνεργεῖν ἀπό Θεοῦ ἔλαβεν, ἐνεργήσει,
(395) ἄλλως δέ οὐ δυνήσεται ἄνθρωπος ἐν τῷ βίῳ
ὅλως τι διαπράξασθαι ἤ τήν ἀρχήν θελῆσαι.
Ἰδού γάρ, αὖθις λέγω σοι ἅπερ καί πρῴην εἶπον˙
ὥσπερ οὐκ ἔξεστί ποτε τῶν εἰρημένων πάντων
ἐργαλεῖον ἀφ᾿ ἑαυτόῦ κινηθῆναι πρός πρᾶξιν
ἤ ἐνεργῆσαί τι ἄνευ χειρός ἀνθρώπου,
τοῦ αἴροντος καί δι᾿ αὐτοῦ κατασκευάζοντός τι,
οὕτως οὐδέ ὁ ἄνθρωπος ἄνευ χειρός τῆς θείας
ἐννοῆσαί τι δύναται ἀγαθόν ἤ ποιῆσαι.
Ἰδού γάρ, ὁ τεχνίτης με κατεσκεύασε Λόγος,
οἷον αὐτός ἠθέλησε καί ἔθηκεν ἐν κόσμῳ.
Πῶς οὖν, εἰπέ, δυνήσομαι φρονῆσαι ἤ ποιῆσαι
ἤ ὅλως ἐνεργῆσαί τι θείας ἰσχύος ἄνευ;
Ὁ νοῦν μοι χαρισάμενος, οἷον ἤθελε πάντως,
αὐτός καί δίδωσι φρονεῖν ὅσα συμφέρειν οἶδε,
καί ἐνεργεῖν παρέχει μοι δύναμιν, ἅπερ θέλει.
Εἰ οὖν αὐτά ποιήσαιμι πλείονα πάντως δώσει,
καί τελεώτερα φρονεῖν παράσχει φιαλνθρώπως˙
εἰ δέ καταφρονήσαιμι καί αὐτῶν τῶν ὀλίγων
τῶν καταπιστευθέντων μοι, τήν στέρησιν δικαίως
ὄντως καθυποστήσομαι παρά Θεοῦ τοῦ δόντος
καί ἄπρακτος γενήσομαι, ἄχρηστον ἐργαλεῖον,
ὡς μή θελήσας ἐντολάς ἐργάσαθαι τοῦ κτίστου,
ἀλλ᾿ ὀκνηρίᾳ ἐμαυτόν ἐκδούς καί ῥαθυμίᾳ˙
καί διά τοῦτο ἔρρμμαι τῶν χειρῶν τοῦ Δεσπότου,
ἀπειθείᾳ τῇ πρός αὐτόν καί ἀνυποταξίᾳ
χρησάμενος ἐκβέβλημαι τοῦ ὄντως παραδείσου,
μακράν γενόμενος Θεοῦ καί χειρῶν τῶν ἁγίων.
Εὑρών λοιπόν με κείμενον ὁ παμπόνηρος ὄφις
καί τῇ ἀργίᾳ τῶν καλῶν προδεδομένον ὅλον,
δολίως κατηχρείωσε πᾶσιν ἔεργοις ἀτίμοις,
οἷσπερ ἐνηδυνόμενος καί χαίρων ὠπτανόμην,
(396) ἀνθ᾿ ὧν λυπεῖσθαί με ἐχρῆν καί θρηνεῖν τε καί κλαίειν,
ὅτι πρός ἅπερ ἔκτισμαι ἐνεργεῖν, ἑκουσίως
ἀπέστην ὁ ταλαίπωρος, καί αὐτοπροαιρέτως
τοῖς παρά φύσιν ἅπασιν ἐμαυτόν ἐξεδόμην,
χερσί βεβήλοις τοῦ ἐχθροῦ ἐμπεσών παναθλίως,
ὑφ᾿ οὗπερ καί κρατούμενος καί κινούμενος ὅλως,
καί ἀντιστῆναι πρός αὐτόν μή ἰσχύων, ὁ τάλας,
- πῶς γάρ καί ἀντιστήσεσθαι εἶχον νεκρός ὑπάρχων;-
πάσης κακίας ὄργανον, πάσης παρανομίας
καί ἐργασίας πονηρᾶς δόκιμον ἐργαλεῖον
γέγονα, ὁ ταλαίπωρος, ἀπατηθείς δολίως˙
κατέχων γάρ με τῇ χειρί καί δυνατῶς ἑλκύων
κοπραγωγοῖς ἐρρύπου με καί παντοίοις βορβόροις
καί δυσωδίαις με πικραῖς ἐνέβαλε καί τούτοις
ἐποίει ἐνευφραίνεσθαι, ὤ τῆς ἀναισθησίας!
Πρός ἁρπαγάς, πρός φθόνους τε, πρός θανάτους ἀδίκους,
πρός λοιδορίας, πρός ὀργάς, πρός πᾶν εἶδος κακίας,
ἵνα σοι εἴπω συνελών, ἐνεργοῦντά με εὗρε,
μᾶλλον δ᾿ ἐχρήσατο αὐτός ἐμοῦ μή βουλομένου.
Ἀφ᾿ οὗ γάρ καί ἀπέρριψα ἐμαυτόν ἑκουσίως
ἐκ τῆς χειρός τῆς τοῦ Θεοῦ καί τῶν αὐτοῦ ἁγίων,
καί ἥρπασέ με ὁ δεινός ἄρχων καί ψυχοφθόρος
καί τῇ ἐκείνου με χειρί κατέσχε θέλοντός μου,
οὐκέτι τοῦ μή ἐνεργεῖν ἴσχυον τά ἐκείνου,
ἀλλά ἐν πᾶσι τοῖς αὐτοῦ θελήμασιν ἐνήργουν.
Οὐκ οἶδε γάρ ἀντιλέγειν τό ξίφος τῷ κρατοῦντι,
ἀλλ᾿ ὅπου ἄν καί βούληται, ὁ κρατῶν τούτῳ χρᾶται.
Ὁ οὖν ποιήσας με Θεός ἄνωθεν ἐπιβλέψας
καί τοῦ τυράννου τῇ χειρί κρατούμενον ἰδών με
ᾠκτείρησεν, ἀφήρπασε τῆς ἐκείνου χειρός με
καί πάλιν με εἰσήγαγεν εἰς παράδεισον θεῖον,
εἰς ἐμπελῶνα τόν αὐτοῦ, εἰς γεωργῶν τε χεῖρας
(397) παρέδωκεν ἁγίων με τοῦ ἐνεργεῖν τά θεῖα,
ἐργάζεσθαι τάς ἀρετάς, τάς ἐντολάς φυλάσσειν
καί τῶν ἁγίων τῆς χειρός παρεκτός μή κινεῖσθαι,
ἵνά μή πάλιν με εὑρών ὁ κακίας ἐργάτης
ἔξω χειρός διάγοντα ἁγίας ἁφαρπάσῃ
καί τά αὐτοῦ με ἐνεργεῖν αὖθις παρασκευάσῃ.
Οἱ καλοί οὖν με γεωργοί καί συμπαθεῖς λαβόντες
καί ταῖς χερσί ταῖς ἑαυτῶν ὅλον τό θέλημά μου
ἄραντες, ταπεινώσει με εὐθύς καί μετανοίᾳ
ἐνεργεῖν τε ἐπέτρεψαν καί πενθεῖν ἀενάως.
Ταῦτα γάρ, εἶπόν μοι, τέκνον, τά τρία οἱ τηροῦντες
καί ἐπιμένοντες αὐτῶν τῇ καλῇ ἐργασίᾳ
συντόμως, ὡς οὐκ ἴσασιν, ἀνάγονται πρός δόξαν,
κάθαρσιν καί ἀπάθειαν καί θεωρίαν θείαν,
καί ταῖς χερσί τοῦ δυσμενοῦς ἁλίσκονται οὐδέπω,
ἀλλ᾿ ἐκ Θεοῦ συγχώρησιν πάντων ἁμαρτημάτων,
σφαλμάτων πάντων τε ὁμοῦ λαμβάνουσι καί οὕτως
υἱοί ὑψίστου γίνονται καί θεοί κατά χάριν
καί ἐργαλεῖα εὔχρηστα, πᾶν καλόν ἐνεργοῦντα,
μᾶλλον δέ θεῖοι γεωργοί ἄλλους καθοδηγοῦντες
πρός πράξεις ὄντως ἀγαθάς, πρός ἔργα σωτηρίας.
Τούτοις - πάντες ἀκούσατε! - πιστεύσας καί ποιήσας
καί ταῖς χερσί τῶν τοῦ Θεου γεωργῶν τε καί δούλων
κατά τήν πρόσταξιν αὐτοῦ ἐμαυτόν ἐκδούς ὅλον,
ἀπαραλλάκτως ἐν ἐμοί πάντα ἐκβεβηκότα
εὕρηκα καί ἐθαύμασα καί τοῖς πᾶσι κραυγάζω,
μεγαλοφώνως ἐκβοῶν καί παραινῶν καί λέγων˙
οὐδέ γάρ φέρω σιωπῇ ταῦτα καταχωννύειν˙
Δράμετε, ὅσοι τοῦ Θεοῦ καί τῶν αὐτοῦ ἁγίων
ἑαυτούς ἐπαισθάνεσθε τῶν χειρῶν ὄντας ἔξω.
Σπεύσατε καί κολλήθητε τούτοις ἀδιασπάστως
πίστει, ἀγάπῃ τε θερμῇ καί ὅλῃ προαιρέσει,
(398) ῥίψατε ἅπαν φρόνημα καί θέλημα οἰκεῖον
καί ταῖς ἐκείνων γε χερσί τάς ψυχάς ὑμῶν δότε,
ὡς ἐργαλεῖα ἄψυχα, μηδέν ἐκτός ἐκείνων
ποιοῦντες ἤ κινούμενοι ἤ ἐνεργοῦντες ὅλως.
Τό δέ ἐκείνων φρόνημα ὑμέτερον γινέσθω,
ὡσαύτως καί τό θέλημα τό ἅγιον ἐκείνων,
ὡς ὄν τοῦ Θεοῦ θέλημα παρ᾿ ὑμῶν ἐκπληρούσθω
καί οὕτως σύντομον ὁδόν ἀπρόσκοπόν τε ὅλως
ὁδεύσαντες γενήσεσθε φίλοι Θεοῦ ὑψίστου,
καί βασιλείας οὐρανῶν ἀγαθῶν τε ἀφράστων
κληρονόμοι ὀφθήσεσθε ἐν ὀλίγαις ἡμέραις.
Ἅμα τῷ ἐπιβῆναι γάρ τῆς ὁδοῦ τῆς εὐθείας
ἅπασι συναρίθμιοι γενήσεσθε ἁγίοις,
καί μακαρίους ἅπαντας βροτούς ἡμαρτηκότος
καί ταύτην διοδεύσαντος τήν ὁδόν τήν τραχεῖαν,
τήν στενήν τε καί σύντομον καί ἀκίνδυνον οὖσαν,
πρός πλάτος τε ἀπάγουσαν ζωῆς τῆς αἰωνίου,
ὡς ὑποδείξαντος ὑμῖν ὑπερεύξασθε πάντες,
οἱ εὐπροθύμως ἐν αὐτῇ θελήσαντες βαδίσαι
καί κατά πόδας τοῦ Χριστοῦ θερμῶς ἀκολουθῆσαι,
ἵνα κἀγώ τε καί ὑμεῖς εὑρεθῶμεν ἐν ταύτῃ,
ἀμέμπτως πορευόμενοι ἄχρι τέλους τοῦ βίου,
ἀλλά καί ὅσοι τόν Χριστόν ἰδεῖν ἐπιποθοῦσιν,
ὅπως ὁμοῦ μετά χαρᾶς τά σώματα λιπόντες
πρός τήν ἐκεῖ κατάπαυσιν, πρός πλάτος παραδείσου
χωρήσωμεν καί τῆς ζωῆς δειχθῶμεν κληρονόμοι
καί τοῦ Θεοῦ ἀχώριστοι καί πάντων τῶν ἁγίων
ἐν Χριστῷ τῷ μονογενεῖ Υἱῷ καί Θεῷ Λόγῳ
μετά τοῦ Θείου Πνεύματος, τῆς Ἁγίας Τριάδος
ἐσόμεθα νῦν καί ἀεί καί εἰς πάντας τούς αἰῶνας τῶν αἰώνων,
ἀμήν.

***

ΝΕ'.
Ὅτι τοῖς τό ἅγιον φυλάξασι βάπτισμα καθαρόν παραμένει τό Πνεῦμα τό Ἅγιον˙ ἀπό δέ τῶν μολυνάντων αὐτό ἀπανίσταται. (399)

  Σύ με γινώσκεις, ὦ Χριστέ, πάσης παρανομίας
ἐργάτην, ἀλλά καί κακῶν ὄντως παντοίων σκεῦος˙
ὅπερ οἶδα πάντωςα κἀγώ καί πέπλησμαι αἰσχύνης,
καί ἐντροπῆς καί θλίψεως ὀδύνη με κατέχει,
καί πόνος ὁ ἀφόρητος κρατεῖ μου τήν καρδίαν,
ἀλλά τό φῶς σου λάμψαν μοι μυστικῶς τοῦ προσώπου
τούς λογισμούς ἐδίωξεν, ἀπήλειψε τόν πόνον
καί χαράν ἀντεισήγαγε τῇ ταπεινῇ ψυχῇ μου.
Θέλω οὖν θλίβεσθαι, Χριστέ, καί θλῖψις οὐ κολλᾷ μοι,
καί θλίβομαι, μή διά ταύτην μᾶλλον
ἀπόλωμαι καί τῆς χαρᾶ στερηθῶ τῆς μελλούσης.
Ἀλλά με ταύτης, Δέσποτα, μηδέποτε στερήσῃς,
μή νῦν, μή ἐν τῷ μέλλοντι αἰῶνι, Βασιλεῦ μου.
Χαρά γάρ τοῦ προσώπου σου ἡ θεωρία ἔστιν,
οὐ γάρ ὑπάρχεις ἀγαθόν ἅπαν, Θεέ μου, μόνον,
ἀλλά καί τοῖς ὁρῶσί σε πᾶν ἀγαθόν παρέχεις,
μετουσίᾳ μεθέξει τε ἐμπιπλᾷς, οὕσπερ βλέπεις,
οὐ μόνον ἐν τῷ μέλλοντι - φεῦ τούς τοῦτο λαλοῦντας! -
ἀλλά καί νῦν ἐν σώματι τούς ὄντας σου ἀξίους,
ἤγουν καθάραντας αὐτούς διά τῆς μετανοίας
ὁρᾷς, ὁρᾶν σε δέ τρανῶς κἀκείνοις ἐμπαρέχεις
οὐδαμῶς ἐν φαντάσματι ἤ νοός ἐνθυμήσει,
(400) ἀλλ᾿ οὐδέ μνήμῃ τῇ ψιλῇ, ὥς τινες αὖ νοοῦσιν,
ἀλλ᾿ ἀληθείᾳ πράγματος θείου καί φρικτοῦ ἔργου,
εἰς ἀποπλήρωσιν ὄντως οἰκονομίας θείας˙
τηνικαῦτα γάρ ἕνωσιν ποιεῖς τῶν διεστώτων
σύ ὁ Θεός, ἁμαρτωλῶν πάντων ὤν σωτηρία.
Οἱ γάρ τό βάπτισμα σό σόν λαβόντες ἐκ νηπίων
καί ἀναξίως ζήσαντες τούτου κατά τόν βίον
ἕξουσι τό κατάκριμα πλεῖον τῶν ἀβαπτίστων,
ὡς εἶπας, ἐνυβρίσαντες στολήν σου τήν ἁγίαν˙
καί τοῦτο, Σῶτερ, βέβαιον καί ἀληθές γινώσκων,
δέδωκας τήν μετάνοιαν εἰς κάθαρσιν δευτέραν
καί ὁρον ταύτης τέθηκας τοῦ Πνεύματος τήν χάριν,
ἥνπερ ἐν τῷ βαπτίσματι ἐλάβομεν τό πρῶτον˙
καί γάρ οὐ μόνον ὕδατι τήν χάριν εἶπας εἶναι,
ἀλλά καί μᾶλλον Πνεύματι Τριάδος ἐπικλήσει.
Ἐπεί οὖν βεβαπτίσμεθα παῖδες ἀναισθητοῦντες,
ὡς ἀτελεῖς καί ἀτελῶς δεχόμεθα τήν χάριν,
τῆς πρώτης παραβάσεως λαμβάνοντες τήν λύσιν˙
καί τούτου μόνου, ὡς δοκῶ, ἕνεκα καί τελεῖσθαι
προσέταξας, ὦ Δέσποτα, λουτρόν τοῦτο τό θεῖον,
ὅπερ οἱ βαπτιζόμενοι ἐντός τοῦ ἀμπελῶνος
εἰσέρχονται λυτρούμενοι τοῦ σκότους καί τοῦ ᾅδου,
καί τοῦ θανάτου καί φθορᾶς ὅλως ἐλευθεροῦνται
- ὁ ἀμπελών παράδεισος νοεῖταί μοι καί ἔστιν,
ἐξ οὗπερ ἐκπεπτώκαμεν πάλιν ἀνακληθέντες -˙
καί ὥσπερ τότε ὁ Ἀδάμ ἦν πρό τῆς ἁμαρτίας,
οὕτω καί πάντες γίνονται οἱ γνώσει βαπτιθέντες
πλήν τῶν οὐ λαβόντων αἴσθησιν νοεράν ἀναισθήτως,
ἥνπερ ποιεῖ ἐρχόμενον ἐνεργείᾳ τό Πνεῦμα.
Ὀμοίως καί τάς ἐντολάς ἐργάζεσθαι οἱ πάντες,
ὡς ὁ Ἀδάμ, ἐλάβομεν καί φυλάσσειν ὡσαύτως
(401) ἐν πνεύματι πνευματικόν νόμον οὔσας καί θεῖον,
ἐν σώματι σωματικῶς τελούμενον ἐν πράξει.
Διπλοῦς γάρ ὤν ὁ ἄνθρωπος διπλοῦ δέεται νόμου˙
οὗ γάρ καί ἀμελήσειεν, ἐκπίπτει καί τοῦ ἄλλου.
Ψυχή γάρ μόνη τά καλά ἐνεργεῖν οὐκ ἰσχύει
ἔργα, τό σῶμα πρᾶσσον δέ δίχα γνώσεως θείας
ὡς βοῦς κάμνων λογίζεται ἤ ἀχθοφόρον ζῴον.
Οἱ οὖν ἐν ἀμπελῶνί σου εἴτ᾿ οὖν ἐν παραδείσῳ
διά βαπτίσματος τοῦ σοῦ ἀνακληθέντες ἅμα
καί ὅλως ἀναμάρτητοι ἤ καί ἁγιασμένοι
εἰσελθόντες, ἐγένοντο ὥσπερ Ἀδάμ ὁ πρῶτος˙
εἶτα προσαμελήσαντες τοσαύτης σωτηρίας
καί τηλικαύτης σου, Χριστέ, ἀφάτου προμηθείας
χείρονα ὑπέρ τόν Ἀδάμ ἔργα πεποιηκότες,
καταφρονήσαντες ὁμοῦ καί σῆς φιλανθρωπίας,
μή ἔργον λογισάμενοι φρικτῆς οἰκονομίας
τό λουτρόν τοῦ βαπτίσματος ἐν Πνεύματι Ἁγίῳ.
Ἆρά γε, ὥσπερ οἴονται οἱ πολλοί τῶν ἀνθρώπων,
καταληφθῶσιν ἔνδοθεν εἶναι καί ἁμαρτάνειν,
καί ἐασθῶσιν ἅγιοι πάλιν οἱ μολυνθέντες
καί τόν χιτῶνά σου κακῶς σπιλώσαντες, Σωτήρ μου,
καί τούτων ἔνδοθεν οἰκεῖν τῆς ῥυπαρᾶς καρδίας
ὁ καθαρός, ὁ ἅγιος κἄν ποσῶς καταδέξῃ;
Ἄπαγε, εἶπεν ὁ Θεός, μή μοι γένοιτο, τέκνον!
Οἶδας γάρ, ὡς βεβάπτισαι καί σύ, ἀλλ᾿ ἐμολύνθης
καί ὡς παιδίον ἥμαρτες, ὡς ἄφρων ἐπλανήθης,
καί οἶδας, πόσα ἔκλαυσας, πόσα δέ συνετρίβῃς,
πῶς τε τόν κόσμον ἅπαντα ἀπηρνήσω καί μόλις
δυσωπηθείς ταῖς προσευχαῖς Συμεών τοῦ πατρός σου,
ἀρχῆθεν μόνῳ τῷ νοΐ, ἐν νοερᾷ αἰσθήσει,
φωνῆς τε κατηξίωσα, ἔπειτα καί ἀκτῖνος,
(402) καί μετά τοῦτο αἴγλη σοι ἐφάνην φιλανθρώπως.
Εἶτα νεφέλη γέγονα μικρά πυρός ἐν εἴδει,
τῇ κεφαλῇ σου ἄνωθεν ἐπικαθεζομένη,
καί θεωρίαν μόνην σοι τοῦ εἴδους παρειχόμην,
καί τῇ ἐκπλήξει δάκρυα σύν πολλῇ κατανύξει,
φλέγων τό πάχος τῆς σαρκός, τῆς κεφαλῆς τόν ζόφον,
ὡς καί καέντος ἐν πυρί ὀσμήν γενέσθαι τούτων
κρέατος τοίνυν ἐξ αὐτῆς γενομένην, ὡς οἶδας.
Τά μετά ταῦτα δέ κακά καί τήν στενοχωρίαν,
ὅσην τότε ὑπέμεινας, σύ πάντως ἐπελάθου.
Ἀλλ᾿ οὖν ἐγώ ἐπίσταμαι, ὁ εἰδώς Θεόν πάντα,
τήν πίστιν, τήν ταπείνωσιν τήν εἰς τόν σόν πατέρα
καί τοῦ θελήματος τοῦ σοῦ τήν ἄρνησιν εἰς ἅπαν,
ὅπερ μαρτύριον ἐμοί λογίζεται καί ἔστιν.
Ὁ γάρ μή ἔχων θέλημα ἴδιον πάντως θνῄσκει,
ἐν τῷ ἐμῷ δ᾿ εὑρίσκεται θελήματι καί ζῇ γάρ.
Μόλις οὖν οὕτως ὄντος σου κἀκείνου καθ᾿ ἑκάστην
βιάζοντος τοῖς δάκρυσι τόν ἀγαθόν με φύσει,
συχνότερόν σοι φαίνεσθαι ἠρξάμην, ὥσπερ οἶδας,
κατά μικρόν σου τήν ψυχήν καθαίρων μετανοίᾳ
καί καταφλέγων τῶν παθῶν ἀποκειμένας ὕλας,
οὐ σαρκικάς, οὐχ ὑλικάς, ἀλλ᾿ ἀΰλους ἀκάνθας
ὡς νέφη, ζόφον ὡς παχύν, ὁμίχλην τε καί σκότος,
νηστείᾳ λεπτυνθέντος σου δηλαδή καί τοῖς πόνοις
τῆς ἀγρυπνίας, τῆς εὐχῆς, πάσης κακοπαθείας,
καί ἀενάως δάκρυσι θερμοῖς ἐκπλυνομένου
ἐν τῇ εὐχῇ, ἐν τῇ τροφῇ, ἐν τῷ ποτῷ δέ μᾶλλον,
καί μόλις σε χωρητικόν ἀπειργασάμην σκεῦος,
οὐ μόνον δέ χωρητικόν, ἀλλά κεκαθαρμένον,
πυρός ἐν μέσῳ μένειν τε ἀκατάφλεκτον πρόσεχε!
Τοιοῦτον οὖν ποιήσας σε, ὅπερ ἑώρας τότε
περιπετόμενον ἐν σοί φῶς καί περικυκλοῦν σε
(403) εἰσῆλθεν ὅλον ἐντός σου ἀπρόσιτον ὄν φύσει
καί τήν καλήν ἀλλοίωσιν ξένως ἠλλοίωσέ σε.
Τοῦτο οὖν, εἰ μή ἅπασιν ἔργοις με θεραπεύεις,
ἀλλά μικρόν εἰσδέξῃ λογισμόν ἐν καρδίᾳ
ἤ ἀηδίαν πρός τινα εὐλόγως ἤ ἀλόγως,
πρός δέ καί λόγου προσβολήν ἤ πονηρᾶς ἐννοίας
εἰ μή μετανοήσειας θερμῶς μετά δακρύων
καί ἐξορίσεις ἀπό σοῦ ταῦτα τῇ μετανοίᾳ,
ἀλλά καί πᾶσαν πονηράν ἐνθύμησιν καρδίας,
οὐ παραμένειν πέφυκε˙ Πνεῦμα γάρ ἐστι Θεῖον,
ἐμοί συνόν καί τῷ Πατρί ὡς ὁμοούσιόν μοι,
λάθρα δ᾿ αἴφνης ἀφίπταται, ὡς ἥλιος εἰσδύσας,
καί κρυβηθέν ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ, οὐχ ὁρᾶται.
Πῶς οὖν ὑπάρξει ἐν ψυχῇ μηδ᾿ ὅλως καθαρθείσῃ,
μή εἰς συναίσθησίν ποτε ἐλθούσῃ μετανοίας;
Ἤ πῶς καί ὑπενέγκοιτο πυρός ἀστέκτου φύσιν
ἀκάνθας γέμουσα παθῶν ψυχή καί ἁμαρτίας,
οὐσίαν πῶς χωρήσειεν ἀχώρητον εἰς ἅπαν,
πῶς σκότος οὖσα συγκραθῇ φωτί τό ἀπροσίτῳ
καί μή ἀφανισθήσεται αὐτοῦ τῇ παρουσίᾳ;
Οὐκ ἔστι, τέκνον, οὐδαμῶς δυνατόν ὅλως τοῦτο!
Ἐγώ κτισμάτων πάντων γάρ εἰμί κεχωρισμένος˙
ἐπεί δέ κτίσμα γέγονα, τῶν ἁπάντων ὁ κτίστης,
σαρκί καί μόνον ὅμοιος ὑπῆρξα τοῖς ἀνθρώποις,
ψυχήν ἀναλαβόμενος καί νοῦν ὁμοίως τούτοις.
Οὐδέ γάρ πάντας ἐν τἀυτῷ τότε θεούς ἀνθρώπους
πεποίηκα, ἀλλ᾿ ἄνθρωπος ἐγενόμην ἐγώ μέν˙
τῇ πίστει δέ καί τῶν ἐμῶν ἐντολῶν τῇ τηρήσει,
ἀλλά καί τῷ βαπτίσματι, ἐν θείᾳ μεταλήψει
τῶν φρικτῶν μυστηρίων μου πᾶσι ζωήν δωροῦμαι.
Ζωήν δ᾿ εἰπών ἐδήλωσα τό Πνεῦμα μου τό Θεῖον˙
πλήν τοῦτο γινωσκέτωσαν, καθώς εἶπεν ὁ Παῦλος,
(404) οἱ ἔχοντες τό Πνεῦμά μου ἐν ταῖς αὐτῶν καρδίαις,
λάμπον καί κράζον ἔχουσι πρός τόν ἐμόν Πατέρα,
καί πρός με λέγει δι᾿ αὐτῶν˙ Ὦ ἀββᾶ, ὁ πατήρ μου!
Ὡς τέκνα γάρ γεγόνασι Θεοῦ καί παρρησίᾳ
γνωρίζοντές με βλέπουσι καί πατέρα καλοῦσι˙
λέγει δέ καί πρός ἕκαστον τῶν αὐτό νῦν ἐχόντων
ἐν ἑαυτοῖς παναληθῶς˙ Ὦ τέκνα, μή φοβεῖσθε!
Ἰδού ἐγώ, ὡς βλέπετε, ἐντός ὑμῶν ὑπάρχω
καί σύνειμι, καί τῆς φθορᾶς ἅπαξ καί τοῦ θανάτου
ἐλευθερῶ καί δείκνυμι τίνος τέκνα καί φίλους
ὑμᾶς, ἰδού, πεποίηκ˙ χαίρετε ἐν Κυρίῳ!
Τοῦτο οὖν ἔσται ἀληθές σημεῖον τοῖς ἀνθρώποις,
ὅτι Θεοῦ γεγόνασιν υἱοί καί κληρονόμοι,
ὅτι λαβόντες ἔχουσι τό Πνεῦμά μου τό Θεῖον,
ἐντεῦθέν τε Χριστιανοί χρηματίζουσιν ὄντως
ἀληθείᾳ καί πράγματι, οὐκ ὀνόματι μόνῳ.
Ταῦτα πιστά καί ποθεινά τυγχάνουσι, Χριστέ μου˙
οὕσπερ προέγνωκας σαφῶς καί δέδωκας γενέσθαι
συμμόρφους τῆς εἰκόνος σου ἐν Πνεύματι τῷ Θείῳ,
καί πάντῃ δυνατά ἐστιν αὐτοῖς ὡς κεκλημένοις
εἰς τήν χαράν τήν ἄφραστον ὑπό σοῦ εἰς αἰῶνας.
Τοῖς δέ λοιποῖς ἀδύνατα πᾶσι δοκοῦσι ταῦτα,
οἵ καί διαβάλλοντες ἀπιστοῦσιν εἰς ἅπαν
φρεναπατοῦντες ἑαυτούς, ἤ καί παραμυθεῖσθαι
οἴονται οἱ παράφρονες ἐπί κεναῖς ἐλπίσιν,
ὑψηγοροῦντες ὡς κομψοί τοῖς ἐπηρμένοις λόγοις,
καί πρός τά φίλα ἑαυτῶν ἀλληγοροῦντες ταῦτα
τῶν φοβερῶν σου ἐντολῶν καταφρονοῦσιν ὅλως.
Σέ γάρ ζητεῖν οὐ θέλουσιν, ἔχειν γάρ σε δοκοῦσιν˙
εἰ δέ ὁμολογήσουσι μή ἔχειν σε, Θεέ μου,
(405) τότε σε πάντῃ ἄληπτον κηρύσσουσι τοῖς πᾶσι,
καί ὡς οὐδείς θεάσασθαι ἰσχύει σε ἀνθρώπων,
οὐδέ ὑπάρχει ὁ αὐτῶν ὑπερέχων ἐν γνώσει.
Ἤ γάρ τοῖς πᾶσί τε ληπτόν καί προσιτόν ἀνθρώποις,
ἤ ἄληπτον, ἀπρόσιτον διδάσκουσί σε πάντῃ˙
ὅμως ἐν ἀμφοτέροις δέ σφάλλονται, μή νοοῦντες
τά θεῖα καί ἀνθρώπινα, ἐσκοτισμένοι ὄντες.
Οἷς βράβευσον φῶς γνώσεως, δός χεῖρα φόβου θείου,
δός ἀναστῆναι τῆς κακῆς ὑπονοίας τοῦ λάκκου
καί εἰς συναίσθησιν ἐλθεῖν ὅτι ἐν λάκκῳ κεῖνται,
ἐν σκότει καί καθέζονται, φῶς θεῖον οὐχ ὁρῶντες.
Ὅ μαρτυροῦσιν ὅτι νῦν εἰσίν οἱ βλέποντές σε.
Οἷς εἰ μή λάμψῃ σου τό φῶς καί ἴδωσιν ἐν γνώσει,
πῶς ἄν πιστεύσωσι τρανῶς ὅτι ἀξίοις φαίνῃ
καί συλλαλεῖς καί συνοικεῖς νῦν καί εἰς τούς αἰῶνας
αὐτοῖς ὡς φίλοις, ὠς πιστοῖς δούλοις σου, καθώς εἶπας;
Ἀλλά πιστῶν σύ εἶ Θεός, οὐχί δέ καί ἀπίστων,
οὗ χάριν πρός αὐτούς ὅλως οὐκ ἐπιβλέπεις.
Τοῖς γάρ ἀπαρνουμένοις σε καί λέγουσι μή λάμπειν
τό φῶς σου τό ἀΐδιον εἰς ψυχάς τῶν ἀξίων,
πῶς σου φωτός τό πρόσωπον ὑποδείξῃς, Σωτήρ μου;
Οὐδαμῶς, εἰ μή κτήσονται πίστιν πολλήν, ὡς εἶπας,
καί τόν νόμον φυλάξουσι τόν θεῖόν σου προθύμως
μέχρι θανάτου ἑαυτούς διά σέ ἐκδιδόντες
εἰς ἐργασίαν ἀληθῆ τῶν σοφῶν ἐντολῶν σου.
Τοῦτο οὖν τό σωτήριον πάντων τῶν σῳζομένων,
ὁδός οὐκ ἔστιν ἄλλη δέ, ὡς εἶπας, ὦ Θεέ μου.
Δός ἔλεος, δός ἔλεος δεομένοις σου, Σῶτερ,
νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω: