ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ   ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου |Διακονία | Εορτολόγιο | Πολυμέσα

 

πίσω


Ύμνοι επιστολαί

Ο πίναξ των θείων ερώτων

Ευχή μυστική

Α' - Ε'

ΣΤ' - Ι'

ΙΑ' - ΙΕ'

ΙΣΤ' - Κ'

ΚΑ' - ΚΕ'

ΚΣΤ' - Λ

ΛΑ' - ΛΕ'

ΛΣΤ' - Μ

ΜΑ' - ΜΕ

ΜΣΤ' - Ν'

ΝΑ' - ΝΕ'

ΝΣΤ' - ΝΗ'

Επιστολή Α'

Επιστολή Β'

Επιστολή προς Στέφανο Νικομηδείας

Επιστολή προς Νικήτα Σταθάτο

ΜΑ'.
Εὐχαριστία πρός Θεόν ὑπέρ τῶν παρ᾿ αὐτοῦ γεγονότων εὐεργεσιῶν καί αἴτησις τοῦ μαθεῖν, τίνος χάριν οἱ τέλειοι γεγονότες ὑπό τῶν δαιμόνων παραχωροῦνται πειράζεσθαι˙ καί περί τῶν ἀποτασσομένων τῷ κόσμῳ διδασκαλία καί ὑποτύπωσις ῥηθεῖσα παρά Θεοῦ. (300)

Γινώσκεις τήν πτωχείαν μου, οἶδας τήν ὀρφανίαν,
ἐπίστασαι τήν μόνωσιν, ὁρᾷς τό ἀσθενές μου
καί τήν ἀδυναμίαν μου, ὁ πλάσας με Θεός μου
οὐκ ἀγνοεῖς, ἀλλ᾿ ἐφορᾷς καί τά πάντα γινώσκεις.
Ἴδε καρδίαν ταπεινήν, ἴδε συντετριμμένην,
ἴδε ἐν ἀπογνώσει με ἐγγίζοντα, Θεέ μου,
καί δός ἀφ᾿ ὕψους χάριν σου, δός Πνεῦμά σου τό Θεῖον.
Δός τόν Παράκλητον, Σῶτερ, πέμψον, καθώς ὑπέσχου,
ἀπόστειλον κἀμοί καί νῦν τῷ προσκαθεζομένῳ
ἐν ὑπερῴω, Δέσποτα, ὑπεράνωθεν ὄντως
παντός γηΐνου πράγματος, ἔξω παντός τοῦ κόσμου
καί σέ ζητοῦντι καί τό σόν Πνεῦμα ἐκδεχομένῳ.
Μή οὖν βραδύνῃς, εὔσπλαγχνε, μή παρίδῃς, οἰκτίρμον,
μή ἐπιλάθῃ τοῦ ψυχῇ ζητοῦντός σε διψώσῃ.
Μή με στερήσῃς τῆς ζωῆς τόν ἀνάξιον ταύτης
μηδέ βδελύξῃ με, Θεέ, καί μή ἐγκαταλίπῃς.
Τά σπλάγχνα σου προβάλλομαι, τό ἔλεος προτείνω
καί τήν φιλανθρωπίαν σου μεσῖτίν σοι προσφέρω.
(301) Οὐκ ἔκαμον, οὐκ ἔπραξα δικαιοσύνης ἔργα,
οὐδέποτε ἐτήρησα μίαν τῶν ἐντολῶν σου,
ἀλλά ἀσώτως ἅπαντα τόν βίον μου μετῆλθον,
πλήν αὐτός οὐ παρεῖδές με, ἀλλά ζητήσας εὗρες
πλανώμενον, ἐπέστρεψας ἐκ τῆς ὁδοῦ τῆς πλάνης
καί ἐπ᾿ ἀχράντους ὤμους σου φωτί τῆς χάριτός σου
ἐπανεβίβασας, Χριστέ, ἐβάστασας, οἰκτίρμον,
καί κόπου με οὐκ εἴασας ὅλως ἐπαισθανθῆναι,
ἀλλ᾿ ἐπαναπαυόμενον ὡς ἐν ὀχήματί με
κούφως ὁδεῦσαι δέδωκας τάς ὁδούς τάς τραχείας,
ἕως ἀποκατέστησας μάνδρᾳ τῶν σῶν προβάτων,
ἕως συνήνωσας τοῖς σοῖς καί κατέταξας δούλοις.
Κηρύττω σου τόν ἔλεον, ὑμνῶ τήν εὐσπλαγχνίαν,
εὐχαριστῶν θαυμάζω σου χρηστότητος τόν πλοῦτον˙
ἀνακληθείς δέ παρά σου, ὡς εἴρηται, Θεέ μου,
καί νῦν ὑπάρχων, ὡς δοκῶ, ὅλος δεδουλωμένος,
προσηλωμένος τῷ φωτί καί σοί κεκολλημένος,
κρατούμενος τῷ πόθῳ σου, δεδεμένος ἀγάπῃ,
ἐξαπορῶ, ἐκπλήττομαι καί γινώσκειν οὐκ ἔχω˙
πῶς ἄρα θλῖψις ἅπτεται ψυχῆς μου τῆς ἀθλίας,
πῶς λύπη ἐπεισέρχεται, πῶς ὅλον με ταράττει,
πῶς με τῆς σῆς ἀποστερεῖ γλυκύτητος, Θεέ μου,
καί τῆς χαρᾶς χωρίζει με ἡ τῶν γηΐνων θλῖψις;
Τί με τοσοῦτον πταίσαντα καί ἐξημαρτηκότα
ἤ τί σε παροργίσαντα ἐπί πλεῖον, Χριστέ μου,
καταλιμπάνεις, ἀγαθέ, τοῦ λυπεῖσθαι μειζόνως
ὑπέρ τό πρῴην, ὅτε ἦν ἐμπαθής ἡ ψυχή μου;
Εἰπέ καί δίδαξόν με νῦν κριμάτων σου τό βάθος,
εἰπέ καί μή βδελύξῃ με ἀναξίως λαλοῦντα,
ὁ πάλαι συνεσιαθείς ἁμαρτωλοῖς καί πόρναις
(302) καί συνδειπνήσας, Δέσποτα, ἀσώτοις καί τελώναις.
Πρός ταῦτα ὁ Δεσπότης μοι ἀπεκρίθη καί εἶπεν˙
Ἐγώ ἀπό τοῦ κόσμου σε ὡς νήπιον βαστάσας
ἐν ταῖς ἀγκάλαις ἔφερον - πάντως ὅ λέγω οἶδας -.
Ἐγώ καί ἐσπαργάνουν σε ὅλον μέλεσι πᾶσι
καί γάλακτι ἐξέτρεφον ὑπέρ βρῶσιν καί πόσιν
- ἄφραστα γάρ τά κατ᾿ ἐμέ, ἀνερμήνευτα πάντῃ - ,
παιδαγωγῷ τε δέδωκα - τίνα ὅν λέγω οἶδας -
καί ὡς παιδίον σε μικρόν αὐξάνοντα καθ᾿ ὥραν
ἐξυπηρέτησε καλῶς, ἀνέθρεψεν ἀξίως.
Πρόσηβος ἤδη γέγονας, καί δή καί νεανίσκος˙
οὐκ ἀγνοεῖς δέ καί αὐτός ἀεί σύν σοί με ὄντα
καί συναυξάνοντα ἐν σοί καί περισκέποντά σε,
ἕως πάσας διήμειψας καλῶς τάς ἡλικίας.
Νῦν οὖν οὐχί ἐνήλικος, ἀνήρ δέ μᾶλλον ὄντως
γενόμενος καί τέλειος πρός γῆρας ἤδη κλίνας,
πῶς βούλει, ὥσπερ νήπιος, νῦν ἀγκαλοφορεῖσθαι,
πῶς αἰτεῖς σπαργανοῦσθαί σε καί βαστάζεσθαι πάλιν;
Πῶς γάλακτι ἐκτρέφεσθαι ὑπό παιδαγωγῷ τε
εἶναί σε; Οὐκ ἐρυθριᾷς ταῦτα λέγειν, εἰπέ μοι;
Ἀνήρ ὑπάρχων ἄλλοις σύ ὑπηρέτει καί τρέφε
καί τά πρός αὔξησιν αὐτῶν ἐπιτήδευε πάντα.
Πρός τούς ἐχθρούς ἀνθίστασο καί πληττόμενος πλῆττε.
Οἶδας ἐχθρούς οὕς λέγω σοι, δαιμόνων παρατάξεις.
Λαμβάνων κροῦε ἀφειδῶς, πίπτων πάλιν ἐγείρου,
τοῖς πεμπομένοις βέλεσι βάλλειν αὖθις μή φείσῃ
τούς βάλλοντας καί κατά σοῦ ταῦτα μηχανωμένους,
ἀλλά ἀνελπιστίᾳ σε τιτρώσκοντες ἐκεῖνοι
ἐλπίδι τιτρωσκέσθωσαν ἐκ σοῦ ἐκπεμπομένῃ,
ὀργῇ δέ σε πυγμίζοντες καί θυμῷ συνωθοῦντες
ὑπό πρᾳότητος τῆς σῆς ῥαπιζέσθωσαν ὄψεις,
ἔξωθεν ἐκβαλλέσθωσαν, πόρρω τῆς σῆς οἰκίας.
(303) Μή γάρ, ὡς εἶπον, νήπιον ἤ παιδίον τυγχάνεις,
μή γάρ ἀδυναμίᾳ σοι ψυχῆς καί νῦν ὑπάρχει,
μή γάρ ἐξασθενῇ σου νοῦς ἄρτι πρός ἀντιστάσεις;
Οἶδας καί φεύγειν τούς ἐχθρούς καί νικᾶν αὐτούς πάλιν
καί πολεμῶν γάρ ἔχεις με συνεργόν καί προστάτην
καί φεύγων σκέπην κραταιάν, ὀχυράν κέκτησαί με˙
καί λυπεῖ σε τῶν ἐν γῇ, ποῖον τούτων, εἰπέ μοι;
Χρυσίον ἤ ἀργύριον ἤ λίθοι τῶν τιμίων;
Καί τίς ἐμοῦ λαμπρότερος ἤ τίς ἐκλάμπων πλέον
ἤ ποῖος λίθος, ὡς ἐγώ, ἀτίμητος εἰς ἅπαν;
Χωρίων δέ σε στέρησις ἤ ἔνδεια τοῦ σίτου
εἴτε τοῦ οἴνου ἔκλειψις ἐκταράσσουσιν ὅλως;
Καί τίς ἄλλος παράδεισος οἷος ἐγώ τυγχάνει
ἤ γῆ τῶν κάτω καί ῥευστῶν ὡς ἡ γῆ τῶν πραέων;
Ποῖος δέ ἄρτος ἕτοιμος ἤ οἶνος ἐν τῷ κόσμῳ
οἷα ἡ χάρις ἡ ἐμή, οἷον Πνεῦμα τό Θεῖον,
οἷος ὁ ἄρτος τῆς ζωῆς, ὅνπερ ἐγώ παρέχω,
τό σῶμα καί τό αἷμά μου, τοῖς καθαρᾷ καρδίᾳ
καί πίστει ἀδιστάκτῳ με μετά φόβου καί τρόμου
ἐσθίουσι καί πίνουσι νοερῶς αἰσθητῶς τε;
Ποία τρυφή, ποία χαρά, ποία δόξα, εἰπέ μοι,
μείζων ὑπάρχει ἐπί γῆς, ὡς ἐμέ μόνον βλέπειν,
ἐμέ ὡς ἐν αἰνίγματι ἐνοπτρίζεσθαι μόνον,
ἐμοῦ τῆς δόξης καθορᾶν τήν ἀπαυγήν καί μόνην
καί δι᾿ αὐτῆς διδάσκεσθαι ταῦτα καί πλείω τούτων
ἀκριβῶς, ὅτι Θεός κτίστης ἐγώ τῶν πάντων,
εἰδέναι καί κατανοεῖν, ὅτι μοι κατηλλάγη
ἄνθρωπος καθεζόμενος ἐν λάκκῳ κατωτάτῳ,
ἀμέσως τε προσομιλεῖ φίλος ὥσπερ πρός φίλον
(304) μισθίου τάξιν ὑπερβάς καί δουλείας τόν φόβον,
ἀκαματί δουλεύων μοι, ἀγάπῃ θεραπεύων,
ὑπακοῇ τῶν ἐντολῶν προσοικειούμενός μοι.
Οὐ λέγω τῶν μισθωτικῶς ἐμοί ἐκδουλευόντων
οὐδέ τῶν πάλιν δουλικῶς ἐμοί προσερχομένων,
ἀλλά τῶν φίλων καί γνωστῶν καί υἱῶν μου τάς πράξεις˙
αἵτινες καί πεφύκασιν αὗται, γράφε συντόμως.
Τό πάντων εὐτελέστερον ἡγεῖσθαι τῶν ἐν κόσμῳ
οὐ μόνον τῶν συνασκητῶν καί κοσμικῶν ἀνθρώπων,
ἀλλά γε καί τῶν ἐθνικῶν ἑαυτόν ὄντως χείρω˙
τό ἔκπτωσιν λογίζεσθαι ζωῆς τῆς αἰωνίου
μιᾶς παράβασιν μικράν ἐντολῆς ἐλαχίστης˙
τό τά παιδία τά μικρά ὥσπερ τελείους ἄνδρας
καθορᾶν τε καί προσκυνεῖν καθάπερ τούς ἐνδόξους˙
τό τοῖς τυφλοῖς ὡσαύτως δέ τήν τιμήν ἀπονέμειν
ὡς ἀνωθεν ὁρῶντός μου πάντων ἀνθρώπων πράξεις
καί ταῦτα δι᾿ἐμέ ποιεῖν, ἅπερ καί πάλιν γράφε.
Τό μή ἔχειν κατά τινος ὅλως ἐν τῇ καρδίᾳ
μέχρι ψιλῆς κινήσεως ἤ μικρᾶς ὑπονοίας˙
τό εὔχεσθαι ἀπό ψυχῆς μετά πόνου καρδίας
ἐκ συμπαθείας τούς εἰς σέ ἁμαρτάνοντας πάντας,
ὡσαύτως καί τούς εἰς ἐμέ τά τοιαῦτα τολμῶντας,
μετά δακρύων ἐξαιτῶν ἐπιστροφήν τήν τούτων˙
τό εὐλογεῖν μεθ᾿ ἅμα δέ τούς σέ καταρωμένους
καί ἐπαινεῖν τούς φθόνῳ σέ ἀεί λοιδορουμένους
καί τούς ἐπηρεάζοντας ὡς εὐεργέτας ἔχειν,
τούς δέ μή καθυπείκοντας μήθ᾿ ὑπακούοντάς σου,
ὡς ὅλως ἀρνουμένους με τόν ἑαυτῶν Δεσπότην,
θρηνεῖν καί κλαίειν συνεχῶς˙ οὕς νουθετῶν μή παύσῃ.
Ὁ γάρ ὑμᾶς δεχόμενος ἐμέ δέχεται, εἶπον,
καί ὁ ἀκούων δέ ὑμῶν πάντως ἐμοῦ ἀκούει˙
(305) ὁ δέ μή τρόμῳ τούς ὑμῶν λόγους καί παραινέσεις
δεχόμενος καί ἐκπληρῶν αὐτούς μέχρι θανάτου,
οὐ μή μου κοινωνήσειε δόξης τῆς αἰωνίου,
οὐ μή καταγήσεται σύν τῷ ἐσταυρωμένῳ,
ἐμοί τῷ ὑπακούσαντι Πατρί μέχρι θανάτου,
οὐ μή σταθῇ ἐκ δεξιῶν, οὐ μή συγκληρονόμος
τῶν σταυρωσάντων ἑαυτούς γένηται ὁ τοιοῦτος.
Λοιπόν μή παύσῃ νουθετῶν, λοιπόν μή παύσῃ κλαίων,
λοιπόν μή παύσῃ τήν αὐτῶν ἐκζητῶν σωτηρίαν,
ἵνα εἰ ὑπακούσωσι καί εἰ ἐπιστραφῶσιν,
ἕξεις αὐτούς ὡς ἀδελφούς, κερδήσεις τά σά μέλη
καί προσαγάγεις μοι αὐτούς ὑπηκόους γνησίους,
ἵνα κἀγώ εἰσδέξωμαι διά σοῦ καί δοξάσω
καί τῷ ἐμῷ σύν σοί Πατρί προσενέγκω ὡς δῶρα.
Εἰ δέ μή ἀπαρνήσονται θελήματα οἰκεῖα,
εἰ μή καταφρονήσουσι ψυχῶν αὐτῶν, ὡς εἶπον,
εἰ μή νεκροί γνήσονται θελήμασιν οἰκείοις
καί σοῦ ἐν τῷ θελήματι ζήσονται ἐν τῷ βίῳ
διά τοῦ σοῦ τό θέλημα τό ἐμόν ἐκπληροῦντες,
οὐκ ἀπολέσεις σου μισθόν, οὐ στερηθήσῃ τούτου,
ἀλλά διπλοῦν σοι ἀνθ᾿ ἁπλοῦ τοῦτον ἐγώ παρέξω,
ὅτι καί μή εἰσακουόμενος οὐκ ἀπέστης τοῦ λέγειν,
ἀλλά καί μᾶλλον ἐμισοῦ καί μᾶλλον ἀπεστρέφου
καί ἐβδελύσσου παρ᾿ αὐτῶν, ὡς ἐγώ ἐμισήθην
ποτέ καί νῦν δέ δι᾿ αὐτῶν καί τῶν τούτοις ὁμοίων.
Διά τοιούτων βούλομαι ἔργων με θεραπεύειν,
διά τοιούτων σπούδαζε καί τῶν τούτοις ὁμοίων
εὐαρεστεῖν μοι˙ τούτοις γάρ ἐπευφραίνομαι λίαν.
Μή προτιμήσῃς τό ἀργεῖν μηδέ προκρίνῃς ὅλως
ὑπέρ ψυχῆς ὠφέλειαν ἄλλο τι τῶν ἐν κόσμῳ.
(306) Τί γάρ ὠφεληθήσεται ὁ κερδαίνων τόν κόσμον
ἤ ὁ τούς ὄντας ἐν αὐτῷ παιδεύων ἤ διδάσκων
ἤ καί ὁ σῴζων ἅπαντας, εἰ μή καὐτός σωθείη;
Τίς οὖν ὑπάρχει, εἴτε πῶς ἄλλους σώσας οὐ σώσει
τήν ἑαυτόῦ ὁ ἄθλιος ψυχήν, ἀλλ᾿ ἀπολέσει;
Ὁ παραλύων ἐντολήν ἐμήν Δεσπότου πάντων
καί οἱονεί καταπατῶν καί δι᾿ αὐτῆς ἐκβαίνων
καί παραβαίνων νόμους μου, ὑπερπηδῶν προστάξεις
καί τῆς αὐλῆς τῶν ἐντολῶν καί φραγμοῦ τούτων ἔξω
γενόμενος, εἰ σώσειε κόσμον καί τούς ἐν κόσμῳ,
ξένος ἐμοῦ καί τῶν ἐμῶν πόρρω προβάτων ἔσται,
καί μάλιστα ὡς τόν φραγμόν τῆς αὐλῆς καταλύσας
καί τοῖς προβάτοις ἔξοδον, οὐκ ἐκ τῆς θύρας μόνης,
καί εἴσοδον τήν ἄδικον παρασχών τοῖς θηρίοις,
δίκην ὑποίσει ἄρρητον ὑπέρ ὄλων προβάτων
καί διχοτομηθήσεται καί πυρί καί ταρτάρῳ
καί τῶν σκωλήκων ἔσται κατάβρωμα ὁ τάλας.
Τοῦτο γάρ εἶπεν ὁ Πατήρ δι᾿ Υἱοῦ καί τό Πνεῦμα
ἐλάλησεν, ὅπερ ἐστί τό στόμα τοῦ Δεσπότου˙
ἄγγελοι προσευφήμησαν φωναῖς ἀκαταπαύστοις,
οἱ δίκαιοι προσέπεσον ἀκούσαντες καί εἶπον˙
Ἀδέκαστος ἡ κρίσις σου, ἀνύποπτος ἡ ψῆφος,
ἀπροσπαθῶς γάρ ἔκρινας, ὦ Θεέ πανοικτίρμον!
Πῶς γάρ ὁ μή τό ἑαυτόῦ θέλημα καταλείψας
καί τοῦ ἐκπροσωποῦντός σε, ὡς τόν σόν τοῦ Δεσπότου,
ἐν προτιμήσει θέμενος καί φυλάξας ἀτρώτως,
ὡς αὐτός σύ ἐτήρησας τοῦ σοῦ Πατρός, οἰκτίρμον,
συγκληρονόμος σου ὀφθῇ συγκοινωνός τε ὅλως,
καί μάλιστα συνθέμενος τοῦτο μέχρι θανάτου,
τό μή ποιῆσαι θέλημα ἔν τινι τό οἰκεῖον,
(307) μή προστεθῆναι αἵματι, μή σάρκα προτιμῆσαι,
ὅπερ ἐστί συγγένεια, σύνδεσμος φυσικός τε,
στοργή συνδοῦσα τούς ἐν γῇ πρός τά ἀπαρνηθέντα
καί ἐπιστρέφουσα αὐτούς ὅλους εἰς τά ὀπίσω;
Οἱ μάρτυρες ἐβόησαν˙ Κρίσις δικαία ὄντως!
Ὡς γάρ ὁ πρός μαρτύριον ἑαυτόν δούς προθύμως
εἶτα ἐλθόντας συγγενεῖς, γυναῖκάς τε καί παῖδας,
ταῦτα σύν πένθει λέγοντας˙ Οὐκ ἐλεεῖς σά τέκνα
οὐδέ οἰκτείρεις, ἄσπλαγχνε, γυναικός σου χηρείαν;
Οὐδέ πτωχείᾳ τῇ αὐτῶν συμπαθῶς ἐπικάμπτῃ
οὐδέ ἀπώλειαν αὐτῶν ἐννοεῖς καί οἰκτείρεις,
ἀλλά ἀφίεις ὀρφανά, ξένα, πτωχά, καί χήραν
τήν σήν γυναῖκα, καί σαυτόν προτιμᾷς σῶσαι μόνον;
Καί πῶς οὐχ ὡς φονεύς μᾶλλον μέλλεις κατακριθῆναι,
ὅτι κατέλιπες ἡμᾶς εἰς ἀπώλειαν πάντας
καί σῶσαι μόνην σου ζητεῖς τήν ψυχήν; Οὐκ ὀφείλει
ὅλως αὐτῶν κἄν πρός βραχύ τῆς φωνῆς εἰσακοῦσαι,
ὅλως πρός θρήνους τούς αὐτῶν τήν ἀκοήν προσκλῖναι
καί εἴτε δώροις τά δεσμά καί εἱρκτήν ἀποδράσαι,
ἤ ἀπαρνήσει σου, Χριστέ, τούτων ἀπολυθῆναι,
ἀλά ὡς ἤδη τεθνηκώς ἐμμένειν ταῖς βασάνοις,
ἐγκαρτερεῖν ταῖς φυλακαῖς, λιμῷ τε καί τῷ δίψει,
μή μνημονεύσας τῶν αὐτοῦ πραγμάτων ἤ χρημάτων
μήτε ἐκτός τῆς φυλακῆς τήν ἑαυτόῦ ἐάσας,
εἰ δυνατόν, διάνοιαν κἄν πρός βραχύ γενέσθαι,
ἀλλ᾿ ἐν αὐτῇ σε καθορᾶν, Δέσποτα τῶν ἁπάντων,
καί τῇ πρός σέ ἀπασχολῶν θεωρίᾳ τάς φρένας,
μέχρι θανάτου καρτερεῖν τῷ σῷ πόθῳ καί μόνῳ,
καί οὔτε τούς ἐκκλίνοντας βλέπειν ὅλως ὀφείλει,
οὐδέ τούς ἀρνουμένους σε καί στρεφομένους πάλιν
ἐπί τόν πρῴην ἔμε τον, ἐπί τάς πρῴην πράξεις,
(308) ἐπί μερίμνας τῶν ἐν γῇ καί γυναικός καί τέκνων,
μηδέ προφάσει οἱᾳοῦν ἐν ἐκείνοις δεσμεῖσθαι˙
οὐκέτι γάρ τῆς ἑαυτοῦ ψυχῆς ἐξουσιάζει˙
- διό πολλοί τῶν φυλακῶν παρά σοῦ ἀνοιγέντων
καί τῶν δεσμῶν τοῦ σώματος εἰς ἅπαν ἀνεθέντων,
οὐχ εἵλοντο οἱ δοῦλοί σου ὅλως ἔξω γενέσθαι
οὐδέ φυγεῖν, ἀλλ᾿ ἔμειναν ὡς δεδεμένοι ὄντες -˙
οὕτως οὖν, Σῶτερ, καί οἱ νῦν τυγχάνοντες ἐν κόσμῳ
καί κόσμον ἀπαρνούμενοι, συγγενεῖς ὁμοῦ πάντας,
φίλους, ἑταίρους καί πάντα πράγμα τά ἐν κόσμῳ,
καί τά θελήματα αὐτῶν πρό γε τούτων ἁπάντων,
οὐκέτι ὅλως ἑαυτῶν ἔχουσιν ἐξουσίαν,
ἀλλ᾿ εἰ καί μή κωλύωνται ὑπό τῶν ἡγουμένων,
τήν συνταγήν ὀφείλουσι σοί τηρεῖν τῷ Δεσπότῃ.
Οὐ γάρ ἀνθρώποις ἔφασαν, ἀλλά Θεῷ, φυλάξαι
ὑπακοήν καί δούλωσιν, ἡγουμένοις καί πᾶσι
τοῖς μετ᾿ αὐτῶν ἐν τῇ μονῇ ἀδελφοῖς συνασκοῦσι.
Νῆσον οὖν ὥσπερ μονήν μέσον θαλάσσης οὖσαν
ὀφείλουσί γε κατοικεῖν καί ἅπαντα τόν κόσμον
αὐτοῖς εἰς ἅπαν ἄβατον νομίζειν καθεστάναι,
ἅτε μεγάλου χάσματος ἐστηριγμένου κύκλῳ
τῆς ἑαυτῶν πάσης μονῆς, ὡς μή τούς ἐν τῷ κόσμῳ
διέρχεσθαι πρός τήν μονήν μήτε τούς ἐν τῇ νήσῳ
διαπερᾶν πρός τούς ἐκεῖ καί προσπαθῶς προσβλέπειν,
μηδ᾿ ἐν καρδίᾳ ἤ νοΐ τήν τούτων στρέφειν μνήμην,
ἀλλ᾿ ὡς νεκροί ὀφείλουσι πρός νεκρούς διακεῖσθαι
ἀνεπαισθήτως πρός αὐτούς ἔχοντες τῇ αἰσθήσει,
καί γίνονται ὡς ἀληθῶς ἐθελόθυτοι ἄρνες.
Πρός ταῦτα τά πανάγια ῥήματα τῶν μαρτύρων,
τοῦ πόθου πλήρη καί στοργῆς μεστά πρός τόν Δεσπότην,
ἀκούσαντα τά Χερουβίμ ὕμνησαν καί ἐν φόβῳ˙
Δόξα σοι, εἶπον, βασιλεῦ, δόξα σοι, πανοικτίρμον,
(309) ὁ δείξας μάρτυρας ἐν γῇ τῶν τυραννούντων δίχα,
μόνῳ τῷ πόθῳ τῷ εἰς σέ μαρτυροῦντας καθ᾿ ὥραν!
Ναί, εἶπε πάλιν ὁ Πατήρ δι᾿ Υἱοῦ καί τό Πνεῦμα
ἔλεξεν˙ Ὄντως, οἱ Θεόν ἐκ καρδίας φιλοῦντες
καί τῇ ἀγάπῃ τῇ αὐτοῦ μόνῃ προσκαρτεροῦντες
καί τῷ ἰδίῳ θνῄσκοντες θελήματι καθ᾿ ὥραν,
οὗτοι καί φίλοι γνήσιοι, οὗτοι συγκληρονόμοι,
οὗτοι καί μάρτυρές εἰσι τῇ προαιρέσει μόνῃ,
χωρίς ξεσμῶν, ἀναρτισμῶν, ἐσχαρῶν καί λεβήτων
καί κατακαίοντος πυρός καί ξιφῶν τῶν τεμνόντων.
Πρός ταῦτα ὑπερκόσμιαι ὁμοῦ ἅπασαι τάξεις
ἠλάλαξαν˙ Δικαία σου ἡ κρίσις, πανοικτίρμον,
γραφήτω, σφραγισθήτω τε νῦν καί εἰς τούς αἰῶνας!
Ἀμήν.

*** 

ΜΒ'.
Ὅτι οἱ τῷ Θεῷ ἀπ᾿ ἐντεῦθεν ἤδη διά τῆς τοῦ Ἁγίου Πνεύματος μετουσίας ἑνωθέντες, ἐκδημοῦντες τοῦ βίου εἰς αἰῶνας αὐτῷ ἐκεῖθεν συνέσονται˙ εἰ δ᾿ οὖν, ἀλλά τό ἀνάπαλιν τοῖς ἄλλως ἔχουσιν ἐνταῦθα τότε γενήσεται. (310)

 
Ἀρχή τοῦ βίου τέλος μοι καί τό τέλος ἀρχή μοι.
Τό ὅθεν ἥκω, ἀγνοῶ, τό ποῦ εἰμι, οὐκ οἶδα,
καί ποῦ αὖθις ἀφίξομαι, οὐ γινώσκω, ὁ τάλας.
Γεννῶμαι γῆ ἀπό τῆς γῆς, ἀπό σώματος σῶμα,
ἀπό φθαρτοῦ πάντως φθαρτός, καί θνητός ὅλως πέλων
μικρόν ἐν γῇ χρονοτριβῶ ζῶν ἐν σαρκί καί θνῄσκω
καί βίου ἄλλου ἄρχομαι μεταβαίνων ἐκ τούτου.
Ἐῶ τό σῶμα ἐν τῇ γῇ ἀναστήσεσθαι μέλλον
καί ἀτελεύτητον ζωήν ζήσεσθαι εἰς αἰῶνας.
Νῦν οὖν ἐπίβλεψον, Θεέ, νῦν σπλαγχνίθητι, μόνε,
νῦν με ἐλέησον! Ἰδού, ἐξέλιπεν ἰσχύς μου,
εἰς γῆρας, Σῶτερ, ἤγγισα, εἰς πρόπυλα θανάτου.
Ἄρχων τοῦ κόσμου ἔρχεται ἀναζητῆσαι θέλων
τά ἔργα καί τάς πράξεις μου, τάς αἰσχράς καί βεβήλους˙
οἱ δήμιοι παρίστανται ἀπηνῶς με ὁρῶντες
καί πρόσταγμα ἐκδέχονται λαβεῖν καί κατασπάσαι
εἰς ᾅδου, Σῶτερ, βάραθρον ψυχήν μου τήν ἀθλίαν.
Σύ οὖν ὁ φύσει εὔσπλαγχνος, ὁ φιλάνθρωπος μόνος,
ὁ πανοικτίρμων Κύριος, ἐλέησόν με τότε
καί μή μνησικακήσῃς μοι, μή με ἐγκαταλίπῃς,
(311) μή δώσῃς χώραν κατ᾿ ἐμοῦ ἐχθρῷ μου τῷ δολίῳ,
τῷ καθ᾿ ἑκάστην ὥραν μοι προσεπαπειλουμένῳ,
ὠρυομένῳ κατ᾿ ἐμοῦ, τρίζοντι τούς ὀδόντας
καί˙ Ποῦ θαρρεῖς, μοι λέγοντι, πῶς δέ διαφυγεῖν μου
ἐλπίζεις χεῖρας, ὅτι με καταλιπών προσῆλθες
Χριστῷ κἀμοῦ τάς ἐντολάς ἄρτι παρελογίσω;
Ἀλλ᾿ οὐκ ἐκφύγεις οὐδαμῶς˙ ποῦ γάρ καί ἀπελεύσῃ;
Οὐ διαδράσαι πώποτε ὅλως ἐμέ ἰσχύσεις,
τόν τόν Ἀδάμ ἐξάξαντα καί Εὔαν παραδείσου,
τόν καί τόν Κάϊν ἀδελφοῦ ποιήσαντα φονέα,
τόν ἐπί τοῦ κατακλυσμοῦ πάντας ὁμοῦ τῇ πλάνῃ
καί τῷ θανάτῳ τῷ φρικτῷ περιπεσεῖν ἀθλίως
εἰς τέλος δελεάσαντα ταῖς ἐμαῖς ἐξαπάταις,
τόν τόν Δαβίδ πλανήσαντα πρός μοιχείαν καί φόνον,
τόν ἄραντα πρός ἅπαντας πόλεμον τούς ἁγίους
καί πολλούς θανατώσαντα, σύ με πῶς διαδράσαι
ὅλως θαρρεῖς καί προσδοκᾷς, ὁ ἀσθενής εἰς ἅπαν;
Ταῦτα ἀκούων, Δέσποτα καί Θεέ μ ου καί κτίστα,
δημιουργέ μου καί κριτά, ὁ ἔχων ἐξουσίαν
ψυχῆς ἐμῆς καί σώματος ὡς ἀμφοτέρων πλάστης,
φρίττω καί ὅλος δέδοικα, ὅλος τρέμω ὁ τάλας.
Προβάλλεται καί λέγει μοι ὁ δόλιος, Χριστέ μου,
ὅτι˙ Ἰδού, οὐκ ἀγρυπνεῖς, ἰδού, οὐκ ἐγκρατεύῃ,
ἰδού, εὐχήν οὐκ κέκτησαι, οὐ ποιεῖς προσκυνήσεις,
κόπους οὐκ ἐπιδείκνυσαι, οἵους πάλαι ἀπήρξω,
καί διά ταῦτα μόνα σε τοῦ Χριστοῦ σε χωρίσω
καί μετ᾿ ἐμοῦ σε λήψομαι ἐν πυρί τῷ ἀσβέστῳ.
Ἐγώ οὖν, οἶδας, Δέσποτα, ὡς οὐδέποτε ἔργοις
ἐπίστευσα ἤ πράξεσι ψυχῆς μου σωτηρίαν,
ἀλλά τῷ σῷ, φιλάνθρωπε, προσέδραμον ἐλέει
θαρρήσας, ὅτι σώσεις με δωρεάν, πανοικτίρμον,
(312) καί ἐλεήσεις ὡς Θεός καθώς ποτε τήν πόρνην
καί ὡς τόν ἄσωτον υἱόν, τό Ἥμαρτον! εἰπόντα.
Οὕτω πιστεύσας ἔδραμον, οὕτω θαρρήσας ἦλθον,
οὕτως ἐλπίσας, Δέσποτα, πρός σέ παρεγενόμην˙
καί νῦν μή ἐγκαυχήσηται κατ᾿ ἐμοῦ, τοῦ σοῦ δούλου,
μή εἴπῃ˙ Ποῦ σου ὁ Χριστός, ποῦ σου ὁ ἀντιλήπτωρ;
Οὐχί ἐκεῖνος σέ αὐτός παρέδωσε χερσί μου;
Εἰ γάρ καί ἀπατήσῃ με καί αἰχμάλωτον λάβῃ,
οὐ μή τῇ προαιρέσει μου οὐδέ τῇ ῥαθυμίᾳ
τοῦτο προσεπιγράψηται, τῇ δέ ἐγκαταλείψει
σῇ τό πᾶν ἀναθέμενος τά τοιαῦτα ἐρεῖ μοι˙
Ἴδε, εἰς ὅν ἐθάρρησας, ἴδε, εἰς ὅν προςῆλθες,
ἴδε, ὅν οἴου σε φιλεῖν, ὅν οἴου ἀγαπᾶν σε
καί ἀδελφόν καί φίλον σε, υἱόν καί κληρονόμον
ἐνεκαυχῶ κεκτῆσθαί σε, πῶς ἐγκατέλιπέ σε,
εἰς τάς ἐμάς τε, τοῦ ἐχθροῦ, χεῖρας ἐξέδοτό σε
καί αἴφνης ἀπεστράφη σε, αἴφνης ἐμίσησέ σε;
Μή οὖν ἀκοῦσαι ταῦτά με, Σῶτερ, ἐγκαταλείψῃς,
μή ὄνειδος γενήσεσθαι σοῦ ἐάσῃς, Θεέ μου,
μή Βασιλεῦ, μή Κύριε, ὁ τοῦ σκότους με πάλαι
καί τῶν χειρῶν καί φάρυγγος ἐκείνου με ἐξάξας
καί τῷ φωτί ἐλεύθερον τῷ σῷ με παραστήσας.
Σέ γάρ ὁρῶν τιτρώσκομαι τά ἐντός τῆς καρδίας
καί βλέπειν οὐκ ἰσχύω σε καί μή βλέπειν οὐ φέρω˙
ἀπρόσιτον τό κάλλος σου, ἀμίμητον τό εἶδος,
ἀσύγκριτος ἡ δόξα σου, καί τίς ποτέ σε εἶδεν
ἤ τίς ἰδεῖν σε δυνηθῇ ὅλον, σέ, τόν Θεόν μου;
Τό πᾶν γάρ ποῖος ὀφθαλμός κατιδεῖν ἐξισχύσει;
Τόν ὄντα δέ ὑπέρ τό πᾶν ποῖος νοῦς καταλάβῃ,
περιλαβεῖν τε δυνηθῇ ἤ ἐκτανθῆναι ὅλος
πρός ὅλον καί θεάσασθαι τόν συνοχέα πάντων,
τόν πάντων ἔξω καί τό πᾶν καί τά πάντα πληροῦντα
(313) καί ἔξω πάλιν τόν αὐτόν ὅλον ὄντα ἀφράστως;
Ὅμως ὡς ἥλιον ὁρῶ καί ὡς ἄστρον σε βλέπω,
καί ἐν τῷ κόλπῳ φέρω σε, καθάπερ μαργαρίτην,
καί ὡς λαμπάδα βλέπω σε σκεύους ἡμμένην ἔνδον.
Ὅτι δέ οὐ πλατύνεσαι, ὅτι μή ὅλον φῶς με
ἀποτελεῖς καί δείκνυσαι ὅλος μοι, οἷος, ὅσος
ὑπάρχεις, ὅλως οὐ δοκῶ ἔχειν σε τήν ζωήν μου,
ἀλλά θρηνῶ ὥς τις πτωχός γεγονώς ἐκ πλουσίων
καί ἐξ ἐνδόξων ἄτιμος καί μή ἔχων ἐλπίδα.
Τοῦτο οὖν βλέπων ὁ ἐχθρός λέγει μοι˙ Σύ οὐ σῴζῃ˙
καί γάρ ἰδού, ἐκπέπτωκας, ἠστόχησας ἐλπίδων,
ὅτι οὐκ ἔχεις πρός Θεόν ὡς πάλαι παρρησίαν.
Πρός ὅν οὐ βλόγον φθέγγομαι, οὐκ ἀξιῶ, Θεέ μου,
ἀλλ᾿ ἐμφυσῶ, καί ἄφαντος εὐθύς ἀποτελεῖται.
Οὕτως αἰτοῦμαι, Δέσποτα, οὕτως παρακαλῶ σου
τήν εὐσπλαγχνίαν δώρησαι καί τότε μοι, Σωτήρ μου,
ὅτε ψυχή ἐξέλθῃ μου τοῦ σώματος, ἰσχύσαι
μόνῳ τῷ ἐμφυσήματι ἅπαντας καταισχύναι
τούς κατ᾿ ἐμοῦ, τοῦ δούλου σου, μέλλοντας ἐπιτρέχειν,
καί διαβῆναι ἀβλαβῆ φρουρούμενον φωτί σου
τοῦ Πνεύματος καί ἔμπροσθεν στῆναι τοῦ βήματός σου,
ἔχοντι χάριν σου, Χριστέ, συνοῦσάν μοι τήν θείαν,
σκέπουσαν, ἀκαταίσχυντον δεικνύουσάν με ὅλον.
Τίς γάρ τολμήσειεν ἄρα ἄμπροσθέν σου ὀφθῆναι,
εἰ μή αὐτήν ἐνδέδυται, εἰ μή αὐτήν ἐντός γε
κατέχει καί φωτίζεται ὑπ᾿ αὐτῆς; Πῶς τήν δόξαν
τήν ἄστεκτον θεάσασθαι δυνηθῇ πᾶς τις ὅλως;
Δόξαν Θεοῦ γάρ ἄνθρωπος, φύσιν θεότητός τε
φύσις ἀνθρώπου ταπεινή πῶς κατιδεῖν ἰσχύσει;
Ἔστι Θεός γάρ ἄκτιστος, ἡμεῖς κτιστοί δέ πάντες,
ἐκεῖνος πέλει ἄφθαρτος, ἡμεῖς φθαρτοί καί κόνις,
ἐκεῖνος πνεῦμα πέφυκεν, ὑπέρ ἅπαν δέ πνεῦμα
(314) ὡς ποιητής πνευμάτων τε καί Δεσπότης ὑπάρχων,
ἡμεῖς σάρκες χοϊκαί καί γεώδης οὐσία,
ἐκεῖνος πάντων ποιητής, ἄναρχος ἄληπτός τε,
ἡμεῖς σκώληκες ὁμοῦ καί βόρβορος καί τέφρα˙
καί τίς ἰσχύσει ἐξ ἡμῶν τοῦτον ποτέ ἰδέσθαι
ἐξ οἰκείας δυνάμεως ἤ ἐνεργείας ὅλως,
εἰ μή αὐτός ἐκπέμψειε Πνεῦμα αὐτοῦ τό Θεῖον
καί δι᾿ αὐτοῦ τῷ ἀσθενεῖ τῆς φύσεως παράσχῃ
ῥώμην, ἰσχύν καί δύναμιν καί ἱκανόν ποιήσῃ
τόν ἄνθρωπον τοῦ κατιδεῖν δόξαν αὐτοῦ τήν θείαν;
Ἄλλως γάρ οὐ θεάσεται οὐδέ ἰδεῖν ἰσχύσει
ἀνθρώπων τις τόν Κύριον ἐρχόμενον ἐν δόξῃ,
καί οὕτως χωρισθήσονται ἄδικοι τῶν δικαίων
καί σκότει καλυφθήσονται ἁμαρτωλοί καί πάντες
ὅσοι μή ἕξουσι τό φῶς ἐν αὐτοῖς ἀπ᾿ ἐντεῦθεν.
Οἱ συνημμένοι δέ αὐτῷ ἐκ τῶν ὧδε καί τότε
μυστικῶς συναφθήσονται τῷ Θεῷ καί γνησίως
καί τῆς αὐτοῦ ὑπάρξουσι μετουσίας ἀχώριστοι˙
οἱ δ᾿ ἀπελθόντες τοῦ φωτός αὐτοῦ κεχωρισμένοι
πῶς τότε ἑνωθήσονται ἤ κατά ποῖον τρόπον,
μαθεῖν παρ᾿ ὑμῶν βούλομαι, εἴτε ὑμᾶς διδάξαι˙
Θεός γέγονεν ἄνθρωπος, ἡνώθη τε ἀνθρώποις,
μετέσχεν ἀνθρωπότητος καί μετέδωκε πᾶσι
τοῖς εἰς αὐτόν πιστεύουσι καί τήν πίστιν ἐξ ἔργων
δεικνύουσι θεότητος αὐτοῦ τῇ μετουσίᾳ.
Τούτους οὖν εἶπε σῴζεσθαι μόνους τούς μετασχόντας
ἐκείνου τῆς θεότητος, καθώς αὐτός μετέσχε
τῆς ἡμετέρας φύσεως, ὁ ποιητής τῶν πάντων,
Παῦλος ὡς μαρτύρεται Χριστοῦ τήν ἐκκλησίαν
ἕν γενήσεσθαι σῶμά γε δεσποτικόν καί θεῖον,
ἄσπιλον, ἄμωμον ὁμοῦ, ῥυτίδος πάσης δίχα˙
(315) οἵτινες ἄν εἶεν οἱ πιστοί, κεφαλή ὁ Χριστός δέ.
Εἰ τοῦτο τοίνυν ἔσεται οὕτως, ὥσπερ καί ἔστι,
τίς ἄρα τότε τολμήσει ῥυπαρός αὐτοῦ προσψαῦσαι
ἤ τίς προσκολληθήσεται ἀνάξιος τυγχάνων;
Εἰ γάρ καί νῦν ἐκβάλλονται τῆς ἐκκλησίας ἔξω
καί μετασχεῖν κωλύονται ἁμαρτωλοί εἰς ἅπαν,
μᾶλλον δέ καί τῆς τῶν θείων θέας ἀποστεροῦνται
οἱ μή πέλοντες ἅγιοι, πῶς οἴμοι τότε ἄρα
τῷ παναμώμῳ σώματι τοῦ Θεοῦ ἑνωθῶσι
καί μέλη γένωνται Χριστοῦ ἐσπιλωμένοι ὄντες;
Οὐκ ἔστι τοῦτο, ἀδελφοί, οὐ γενήσεται ὅλως!
Οἱ δέ τοῦ θείου σώματος ἤγουν τῆς ἀκκλησίας
καί τοῦ χοροῦ τῶν ἐκλεκτῶν χωριζόμενοι, λέγε,
ποῦ ἄρα ἀπελεύσονται, εἰς ποίαν βασιλείαν,
εἰς ποῖον τόπον, φράσον μοι, ἐλπίζουσι σκηνῶσαι;
Πάντως γάρ καί παράδεισος, ὁ Ἀβραάμ τε κόλπος
καί πᾶς τόπος ἀνέσεως τῶν σῳζομένων ἔστιν˙
οἱ δέ σῳζόμενοί εἰσιν ἅγιοι πάντως πάντες,
ὡς πᾶσα θεία μαρτυρεῖ γραφή καί ἐκδιδάσκει.
Πολλαί γάρ καί μοναί εἰσιν, ἀλλ᾿ ἐντός τοῦ νυμφῶνος˙
καθάπερ γάρ εἷς οὐρανός καί ἐν αὐτῷ ἀστέρες
ἀλλήλων διαφέροντες ἐν τιμῇ τε καί δόξῃ,
οὕτω καί εἷς νυμφών ἐστι καί μία βασιλεία,
ἀλλά γάρ καί παράδεισος καί πόλις ἡ ἁγία
καί πᾶς τόπος ἀνέσεως ὁ Θεός ἐστι μόνος.
Ὡς γάρ οὐκ ἔχει ἄνεσιν ἄνθρωπος ἐν τῷ βίῳ,
ὁ μή μένων ἐν τῷ Θεῷ καί Θεός ἐν αὐτῷ δέ,
οὕτω καί μετά θάνατον ἐκτός ἐκείνου μόνου,
οἴμαι, οὐκ ἔσται ἄνεσις, οὐ τόπος ἄνευ λύπης,
οὐ στεναγμοῦ, οὐ θλίψεως ὅλως ἀπηλλαγμένος.
Σπουδάσωμεν οὖν, ἀδελφοί, σπουδάσωμεν πρό τέλους
(316) προσκολληθῆναι τῷ Θεῷ, τῷ ποιητῇ τῶν πάντων,
τῷ κατελθόντι δι᾿ ἡμᾶς ἐπί γῆς τούς ἀθλίους,
τῷ κλίναντι τούς οὐρανούς καί λαθόντι ἀγγέλους
καί ἐν γαστρί σκηνώσαντι τῆς ἁγίας Παρθένου
καί σαρκωθέντι ἐξ αὐτῆς ἀτρέπτως, ἀνεκφράστως
καί προελθόντι εἰς ἡμῶν ἁπάντων σωτηρίαν.
Ἡ σωτηρία δέ ἡμῶν αὕτη πάντως ὑπάρχει,
καθώς πολλάκις εἴπομεν καί νῦν αὖθις ἐροῦμεν,
οὐχί ἡμεῖς ἐξ ἑαυτῶν, ἀλλά τό θεῖον στόμα
ἐπέφανε τό μέγα φῶς τοῦ μέλλοντος αἰῶνος.
Ἡ βασιλεία οὐρανῶν ἐπί τῆς γῆς κατῆλθε,
μᾶλλον δέ ὁ παμβασιλεύς τῶν ἄνω καί τῶν κάτω
ἐλήλυθεν, ἠθέλησεν ὑμῖν ὁμοιωθῆναι,
ἵν᾿ ἐξ αὐτοῦ ὡς ἐκ φωτός πάντες μεταλαβόντες
φῶτα δειχθῶμεν δεύτερα, ὅμοιά γε τοῦ πρώτου,
καί βασιλείας οὐρανῶν κοινωνοί καί τῆς δόξης
συμμέτοχοι ὑπάρξωμεν ὁμοῦ καί κληρονόμοι
τῶν αἰωνίων ἀγαθῶν, ὧν οὐδείς ποτε εἶδε.
Ταῦτα δ᾿ εἰσίν, ὡς πείθομαι καί πιστεύω καί λέγω,
Πατήρ, Υἱός καί Ἅγιον Πνεῦμα, Τριάς Ἁγία,
τοῦτο πηγή τῶν ἀγαθῶν, τοῦτο ζωή τῶν ὄντων,
τοῦτο τρυφή καί ἄνεσις, τοῦτο στολή καί δόξα,
τοῦτοσ χαρά ἀνέκφραστος καί σωτηρία πάντων
τῶν μετασχόντων τῆς αὐτοῦ ἐλλάμψεως ἀρρήτου
καί κοινωνίαν μετ᾿ αὐτοῦ ἐχόντων ἐν αἰσθήσει.
Ἀκούσατε˙ Σωτήρ καί γάρ διά τοῦτο καλεῖται,
ὅτι πᾶσιν, οἷς ἑνωθῇ, σωτηρίαν παρέχει,
ἡ σωτηρία δέ ἐστιν κακῶν μέν πάντων λύσις,
καλῶν δέ πάντων ἐν ταὐτῷ εὕρεσις αἰωνία,
ἀπό θανάτου μέν ζωήν, ἀπό δέ σκότους φάος,
ἀπό δουλείας τῶν παθῶν καί πράξεων αἰσχίστων
ἐλευθερίαν παντελῆ πᾶσι χαριζομένη
(317) τοῖς ἑνωθεῖσι τῷ Χριστῷ καί Σωτῆρι τῶν ὅλων.
Οἵ καί τότε πᾶσαν μέν χαράν ἀναφαίρετον κτῶνται,
πᾶσάν γε ἀγαλλίασιν καί πᾶσαν εὐφροσύνην,
οἱ δέ κἄν ὅλως πέλοντες τούτου κεχωρισμένοι
καί μή ζητήσαντες αὐτόν ἤ τούτῳ ἑνωθέντες
μηδέ δουλείας τῶν παθῶν καί θανάτου ῥυσθέντες,
κἄν βασιλεῖς, κἄν ἄρχοντες εἰσί, κἄν μεγιστᾶνες,
κἄν τρυφᾶν κἄν εὐφραίνεσθαι κἄν ἀπόλαυσιν ἔχειν
οἴονται καί νομίζουσιν ἐν ἀγαθοῖς ὑπάρχειν,
ἀλλ᾿ οὐδέποτε κτήσονται τοιαύτην εὐφροσύνην,
οἵαν οἱ δοῦλοι τοῦ Χριστοῦ, οἱ ἐλεύθεροι ἐκ πάντων
ἀτόπων ἐπιθυμιῶν, ἡδονῶν τε καί δόξης
ἔχουσιν ἀνεκλάλητον, ἄφραστον οὖσαν πάντῃ,
ἥν οὐδείς ποτε γνώσεται, οὐ μάθῃ, οὐ κατίδῃ
τῶν μή γνωσίως καί θερμῶς τῷ Χριστῷ κολληθέντων,
ἀνακραθέντων τε αὐτῷ ἐν ἑνώσει ἀρρήτῳ,
ᾧ πρέπει δόξα καί τιμή, αἶνος καί ἅπας ὕμνος
ὑπό πάσης τῆς κτίσεως καί πνοῆς εἰς αἰῶνας,
ἀμήν.

*** 

ΜΓ'.
Ὅτι κρεῖσσον τό καλῶς ποιμαίνεσθαι ἤ τούς μή βουλομένους ποιμαίνειν˙ οὐδέ γάρ ἔσται κέρδος τῷ ἄλλους μέν σπουδάζοντι σῶσαι, ἑαυτόν δέ διά τῆς ἐκείνων ἀπολέσαντι προστασίας. (318)

Εἰπέ, Χριστέ, τῷ δούλῳ σου, εἰπέ, τό φῶς τοῦ κόσμου,
εἰπέ, ἡ γνῶσις τοῦ παντός, εἰπέ, λόγε, σοφία,
ἡ πάντα προγινώσκουσα, ἡ πάντα προειδυῖα
καί τά ἡμῖν συμφέροντα διδάσκουσα ἀφθόνως,
εἰπέ καί δίδαξον κἀμέ ὁδούς σωτηριώδεις
τῶν θελημάτων σου, Σωτήρ, καί θείων προσταγμάτων.
Εἰπέ καί μή παρίδῃς με, μή κρύψῃς, ὦ Θεέ μου,
ἐξ ἀναξίου δούλου σου τό θεῖον θέλημά σου.
Τί κρεῖσσον ἔστι παρά σοῦ, ποῖον εὐάρεστόν σοι
ἀπό τῶν δύο, φράσον μοι, ὦ φιλάνθρωπε Σῶτερ˙
τό ἐν μερίμνῃ εἶναί με τῶν τῆς μονῆς πραγμάτων
καί τῶν σωματικῶν χρειῶν τό ἀφθόνως φροντίζειν,
διεκδικεῖν τε ἅπαντα μετ᾿ ἔχθρας τε καί μάχης,
ἤ τό ἀεί προσκαρτερεῖν μόνῃ τῇ ἡσυχίᾳ
καί συντηρεῖν ἀθόλωτον τόν νοῦν καί τήν καρδίαν
καί δέχεσθαι τῆς χάριτος τῆς σῆς τάς λαμπηδόνας
καί καταυγάζεσθαι ἀεί τάς τῆς ψυχῆς αἰσθήσεις
καί θείους λόγους μυστικῶς ἐνηχεῖσθαι καί ἄλλους
διδάσκειν πρᾴως καί αὐτός διδάσκεσθαι ὡσαύτως˙
ὁ λέγω γάρ καί ἑαυτῷ τά λεγόμενα λέγει
(319) καί πρῶτος οὗτος τοῦ ποιεῖν πάντως ταῦτα ὀφείλει.
Ἐκ τούτων τοίνυν λέγε μοι, ὦ Θεέ μου καί πλάστα,
ποῖον ὑπάρχει κρεῖσσόν μοι, ποῖον ἐστί συμφέρον,
ποῖον δέ σοί εὐάρεστον καί τέλειον ὑπάρχει;
Ναί δή, μή κρύψῃς ἀπ᾿ ἐμοῦ, ὦ πανοικτίρμον Λόγε!
Ἄκουσον ὅπερ ἐρωτᾷς, γράψον ἅπερ ἀκούεις.
Ἐγώ Θεός προάναρχος, ἐγώ Δεσπότης φύσει,
τῶν οὐρανῶν τε Βασιλεύς καί τῶν καταχθονίων
καί πάντες μή βουλόμενοι ἐμοί δοῦλοι τελοῦσι.
Κτίστης τῶν πάντων γάρ ἐγώ καί Κριτής καί Δεσπότης
καί νῦν εἰμι καί ἔσομαι εἰς αἰῶνας αἰώνων˙
ἀλλ᾿ οὐ τόν μή βουλόμενον ποτέ καταναγκάζω,
αὐτεξούσιον θέλω δέ, αὐτοπροαίρετόν γε
τήν τε δουλείαν γίνεσθαι, τόν φόβον ἐνεργεῖσθαι
καί τήν ἀγάπην δείκνυσθαι παρά τῶν ὑπηκόων.
Τοιούτους γάρ τούς δούλους μου ἐπιποθῶ τοῦ εἶναι,
τούς δ᾿ ἄλλους οὔπω ἔγνωκα οὐδ᾿ ὑπ᾿ αὐτῶν ἐγνώσθην˙
διό σκληρόν με λέγουσιν, ἀσυμπαθῆ καλοῦσιν,
ἄδικον ὀνομάζουσι τά τοῦ ἀδίκου τέκνα.
Οἱ οὖν ἐμέ ὑβρίζοντες ἐμέ τε λοιδοροῦντες,
ἐμέ κατονειδίζοντες, σοί πῶς ὑποταγῶσιν
ἤ πῶς σε καταδέξονται διδάσκαλον, εἰπέ μοι;
Οἱ λύκοι δέ ποιμένα σε πῶς ἄρα λογιοῦνται
ἤ πῶς ἀκολουθήσουσι φωνῇ σου θῆρες ὄντες;
Ἔξελθε, φύγε καί γενοῦ ἐκ μέσου τῶν τοιούτων,
καί σεαυτόν εἰ σώσειας, σεαυτόν δ᾿ ἀπολέσεις,
τί σοι τοῦ κόσμου ὄφελος τοῦ διά σοῦ σωθέντος;
Οὐ βούλομαι ποιμαίνειν σε τινά τῶν μή θελόντων.
Ὅρα, ὅτι ἐφύλαξα τοῦτο κἀγώ ἐν κόσμῳ˙
(320) τῶν βουλομένων γάρ ἐγώ καί ποιμήν καί δεσπότης,
τῶν δ᾿ ἄλλων κτίστης μέν εἰμι καί Θεός κατά φύσιν,
οὐ μήν δέ πέλω βασιλεύς, οὐκ ἀρχηγός εἰς ἅπαν
τῶν μή ἀράντων τόν σταυρόν κἀμοί ἀκολουθούντων˙
τοῦ ἐναντίου γάρ εἰσι τέκνα, δοῦλοι καί σκεύη.
Βλέπε καί θρήνει δι᾿ αὐτούς, εἰ δυνατόν, καθ᾿ ὥραν.
Ἐκ σκότους γάρ καλούμενοι πρός ἀνέσπερον φέγγος,
ἐκ τοῦ θανάτου πρός ζωήν, εἰς οὐρανούς ἐξ ᾅδου,
ἐκ τῶν προσκαίρων καί φθαρτῶν πρός αἰώνιον δόξαν,
ὀργίζονται καί μαίνονται κατά τῶν διδασκάλων
καί κατ᾿ αὐτῶν συρράπτουσιν ἐπιβουλάς παντοίας
καί προαιροῦνται τοῦ θανεῖν ἤ σκότους ἀποστῆναι
καί τῶν τοῦ σκότους πράξεων, κἀμοί ἀκολουθῆσαι.
Τούτους, εἰπέ, πῶς ποιμανεῖς, πῶς τούτων προηγήσῃ,
πῶς ὁδηγήσεις, λέγε μοι, πρός πῦρ αὐτομολοῦντας,
προστιθεμένους τῷ ἐχθρῷ καί σύν αὐτῷ προθύμως
τά ἐναντία τῶν ἐμῶν προσταγμάτων ποιοῦντας;
Πῶς ποιμανεῖς ὡς πρόβατα, πὼς εἰσάξεις, εἰπέ μοι,
τῶν ἐντολῶν μου πρός νομάς, πρός ὕδωρ θελημάτων
ἐμῶν ἐξάξεις δέ αὐτούς, πρός νοητά τε ὄρη
θεωριῶν τῶν μυστικῶν, δόξης μου τῆς ἀρρήτου,
δι᾿ ἧς οἱ ταύτην βλέποντες καταφρονοῦσι δόξης
τῆς κάτω καί τῶν αἰσθητῶν πάντων ἀμνημονοῦσι
καί ὡς σκιάν καί ὡς καπνόν ταῦτα πάντα ἡγοῦνται;
Εἰπέ, πῶς τόν ἀντίδικον συνήγορόν σου κτήσῃ,
πῶς τόν πολέμιον ἐχθρόν φίλον σου πείσεις εἶναι;
Εὐκόλως γάρ οἱ φίλοι μέν ἐχθροί γίνονται μᾶλλον
μικράν εὑρόντες πρόφασιν, οἱ ἐχθροί δέ δυσκόλως
γενέσθαι φίλοι δύνανται κἄν εὐεργετηθῶσι,
κἄν δωρεῶν μετάσχωσιν ὑψηλῶν καί μεγάλων˙
(321) ἐγκεκριμμένον ἔχουσι τόν ἰόν ἐν καρδίᾳ,
ὅνπερ καιροῦ δραξάμενοι ἐξεμοῦσιν ἀθρόως
καί εὐεργέτας τούς αὐτῶν ἀνηλεῶς, ἀπλάγχνως
ἀποκτεῖναι οὐ φρίττουσιν, ὤ μανίας ἐσχάτης!
Οὗτοι τοῦ Κάϊν μιμηταί, οὗτοι τοῦ Λάμεχ χείρους,
οὗτοι Σαούλ, ὁμότροποι, μιμηταί τῶν Ἑβραίων
καί τοῦ Ἰούδα ζηλωταί, ἀγχόνης κληρονόμοι.
Τούτων ἡγεῖσθαι εἰ ζητεῖς, βλέπε ποῦ καταντήσεις.
Οὐ γάρ ἐπιστραφήσονται, ἔνθα ἄν σύ θελήσῃς,
ἀλλ᾿ ἐν ὁδῷ σε τῇ αὐτῶν ἀναγκάσουσι βαίνειν
καί πρῶτον εἰς ἀπώλειαν ἐμπεσεῖν πρό ἐκείνων
καί κατωτέρω κατελθεῖν εἰς πυθμένα τοῦ ᾅδου
ὡς ἐπακολουθοῦντάς σοι ἔχων πάντως κἀκείνους.
Εἰ δέ μή βουληθῇς αὐτοῖς ὅλως ὁμοιωθῆναι,
συναπαχθῆναί τε αὐτῶν ταῖς βουλαῖς μή θελήσῃς
μηδέ ταῖς πράξεσιν αὐτῶν ταῖς κακαῖς κοινωνῆσαι,
στάσιν, μάχην καί πόλεμον ἀκατάλλακτον ἕξεις.
Ὑφ᾿ ὧν τί σοι γενήσεται, τί δέ συμβήσεταί σοι,
τί κερδανεῖς τε; Ἄκουσον, καί λέξω σοι συντόμως˙
πρό πάντων εἶναι δοῦλός μου ὅλως οὐκ ἐξισχύσεις,
ἐμόν γάρ δοῦλον μάχεσθαι οὐ βούλομαι παράπαν.
Μῖσός τε κτήσονται πρός σέ ἄσχετον καί πρός φόνον
ὁρμήσουσι τόν κατά σοῦ φανερῶς καί λαθραίως,
καί τοῦ ἐκείνων κρίματος σύ δώσεις τάς εὐθύνας.
Οὐδέν γάρ ὁ σός θάνατος ὠφελήσει τούς ἄλλους,
καθώς ὑπῆρξεν ὁ ἐμός θάνατος ζωή κόσμου,
ἀλλά κἀκείνοις αἴτιος τοῦ κρίματος γενήσῃ
καί σύ ἀπαρρησίασατος ἐξέλθεις ἐκ τοῦ βίου.
Κρεῖσσον τοίνυν ποιμαίνεσθαι καί μή ποιμαίνειν ὅλως
τοιούτους, ἀλλά μάλιστα τῶν ἰδίων φροντίζειν
καί εὔχεσθαι ὑπέρ αὐτῶν καί ἁπάντων ἀνθρώπων
(322) τοῦ ἐπιστρέψαι καί ἐλθεῖν εἰς ἐπίγνωσιν πάντας,
διδάσκειν τε καί κατηχεῖν τούτων τούς βουλομένους.
Μή ἀναγκάζῃς δέ αὐτούς ποιεῖν ἅπερ διδάσκεις,
ἀλλά τούς λόγους τούς ἐμούς λέγε καί παρακάλει
φυλαττειν τούτους ὡς ζωῆς αἰωνίου προξένους.
Αὐτοί δ᾿ οἵ λόγοι στήσονται, ὅταν ἔλθω τοῦ κρῖναι,
καί τούτων πάντων ἕκαστον κρινοῦσι κατ᾿ ἀξίαν,
καί σύ μενεῖς ἀνεύθυνος, ἀκατάκριτος πάντῃ,
ὅτι οὐκ ἔκρυψας ἐμῶν ἀργύριον λογίων,
ἀλλ᾿ ὅσον εἴληφας αὐτός, κατεβάλου τοῖς πᾶσι.
Τοῦτο ἐμοί ἀποδεκτόν, τοῦτο τῶν ἀποστόλων
καί μαθητῶν μου γέγονε κατά τάς ἐντολάς μου
ἔργον, κηρύξαι με Θεόν εἰς τόν σύμπαντα κόσμον
καί τά ἐμά θελήματα καί τά προστάγματά μου
διδάξαι καί καταλιπεῖν ἐγγράφως τοῖς ἀνθρώποις.
Οὕτως καί σύ ἀγώνισαι ποιῆσαι καί διδάξαι,
τούς δέ μή θέλοντας ἐμῶν λόγων ὅλως ἀκούειν
λέγε, ὡς εἶπον καί ἐγώ πρός τούς τότε εἰπόντας
ὅτι˙ Σκληρός ὁ λόγος σου καί τίς αὐτοῦ ἀκούειν
δυνήσεται; Καί ἔφην γε˙ Εἰ μή θέλετε οὕτως,
ὑπάγετε, ὡς βούλεσθε, ἕκαστος καί ποιεῖτε˙
τῇ ἐξουσίᾳ τῇ αὐτῶν τό πᾶν καί προαιρέσει
καταλιπών τόν θάνατον ἤ τήν ζωήν ἑλέσθαι.
Οὐδείς γάρ γέγονέ ποτε καλός ἀπροαιρέτως,
οὐδέ πιστός ὁ ἄπιστος καί μή θέλων ὑπάρξει,
οὐδέ φιλόθεός ποτε ὁ φιλόκοσμος ἔσται,
οὐκ ἀβουλήτως ὁ σκαιός μεταστρέψει τήν γνώμην
τήν ἑαυτοῦ καί ἀγαθός γενήσεται εἰς ἅπαν˙
οὐδείς γάρ γέγονε κακός φύσει, ἀλλά προθέσει˙
οὕτω καί πάλιν ἐκ κακοῦ καί πονηροῦ προθέσει
(323) καί γνώμῃ καλός καί ἀγαθός, εἰ θέλει,
γενήσεται, μή θέλων δέ οὐδαμῶς τοῦτο ἔσται.
Οὐδείς μή θέλων ἀρετήν κατώρθωσεν ἐν κόσμῳ,
οὐδείς μή θέλων σῴζεται˙ πλέον τούτου μή ζήτει,
σπούδασον σῶσαι δέ σαὐτόν καί τούς ἀκούοντάς σου,
εἰ ἄρα εὕροις ἐπί γῆς ἄνθρωπον τοῦ ἀκούειν
ἔχοντα ὦτα καί τῶν σῶν ἐπακούοντα λόγων.
Οὕτως ποιήσω, Δέσποτα, καθώς προσέταξάς μοι,
ἀλλά τήν σήν βοήθειαν, ἀλλά τήν σήν μοι χάριν
τῷ ἀναξίῳ δώρησαι δούλῳ σου, ὦ Θεέ μου,
ἵνα ἀεί δοξάζω σε καί ἀνυμνῶ σόν κράτος
ἀκαταπαύστοις ἐν φωναῖς εἰς αἰῶνας αἰώνων,
ἀμήν.

***

ΜΔ'.
Τί ἐστι τό κατ᾿ εἰκόνα, καί πῶς εἰκότως νοεῖται ὡς τοῦ πρωτοτύπου εἰκών ὁ ἄνθρωπος˙ καί ὅτι ὁ τούς ἐχθρούς ὡς εὐεργέτας φιλῶν μιμητής ἐστι τοῦ Θεοῦ, Πνεύματος δέ Ἁγίου ἐντεῦθεν μέτοχος γεγονώς θέσει θεός καί χάριτι γίνεται, μόνοις ἐκείνοις γνωριζόμενος, τοῖς ὑπό τοῦ Ἁγίου Πνεύματος ἐνεργουμένοις. (324)

 
Δόξα, αἶνος, ὕμνος, χάρις
τῷ τήν κτίσιν ἐξ οὐκ ὄντων
εἰς τό εἶναι λόγῳ μόνῳ
καί θελήματι οἰκείῳ
ἅπασαν παραγαγόντι
Θεῷ πάντων, ἐν Τριάδι
ὑποστάσεων, μιᾷ τε
ἀχωρίστοις καί ἀτμήτοις,
μία φύσις, μία δόξα,
μία δύναμις ὑπάρχει,
θέλημά τε ἕν ὡσαύτως.
Αὕτη μόνη κτίσις πάντων,
αὕτη ἐκ πηλοῦ με ὅλον
πλάσασα, ψυχήν τε δοῦσα
(325) ἔθηκεν ἐπί τῆς γῆς με,
δέδωκε τό φῶς τε βλέπειν
καί ὁρᾶν ἐν τούτῳ πάντα
τόνδε τόν αἰσθητόν κόσμον,
ἥλιον, σελήνην λέγω,
τούς ἀστέρας οὐρανόν τε,
γῆν καί θάλασσαν καί πάντα
τά ἐν μέσῳ τούτων ὄντα.
Δέδωκε, καί νοῦν καί λόγον˙
ἀλλά πρόσεχε τῷ λόγῳ!
Κατ᾿ εἰκόνα οὖν τοῦ Λόγου
δέδοται ἡμῖν ὁ λόγος˙
λογικοί γάρ ἐκ τοῦ Λόγου
τοῦ ἀνάρχου, τοῦ ἀκτίστου,
τοῦ ἀλήπτου, τοῦ Θεοῦ μου.
Ὄντως κατ᾿ εἰκόνα ἔστιν
ἡ ψυχή παντός ἀνθρώπου
λογική εἰκών τοῦ Λόγου.
- Πῶς, εἰπέ μοι, δίδαξόν με.
- Ἄκουσον αὐτοῦ τοῦ Λόγου˙
ὁ Θεός ἐκ Θεοῦ Θεός Λόγος,
συναΐδιός τε ἔστι
τῷ Πατρί καί τῷ Πνεύματι.
Οὕτως οὖν καί ἡ ψυχή μου
κατ᾿ εἰκόνα τούτου ἔστι,
νοῦν γάρ ἔχουσα καί λόγον
φέρει ταῦτα κατ᾿ οὐσίαν
ἄτμητα ἀσύγχυτά τε,
ὁμοούσια ὡσαύτως,
ἕν τά τρία ἡνωμένως,
ἀλλά καί διῃρημένως.
Πάντοτε καί ἥνωνταί γε
(326) καί εἰσί μεμερισμένα˙
ἥνωνται γάρ ἀσυγχύτως
καί μερίζονται ἀτμήτως.
Ἕν ἐκ τούτων εἰ καθέλῃς,
συγκαθεῖλες πάντως πάντα˙
ψυχή γάρ ἄνους, ἄλογος,
ἴσον ἔσται τῶν ἀλόγων˙
ἄνευ δέ ψυχῆς οὐκ ἔστι
νοῦν ἤ λόγον ὑφεστάναι.
Οὕτως οὖν ἐκ τῆς εἰκόνος
τό πρωτότυπον ἐννόει!
Ἄνευ Πνεύματος οὐκ ἔστι
οὐ Πατήρ, οὐ Λόγος τούτου˙
πνεῦμα ὁ Πατήρ δέ ἔστι,
καί Υἱός ὁ τούτου, πνεῦμα,
εἰ καί σάρκα ἐνεδύθη,
καί Θεός τό Πνεῦμα πάλιν˙
ἕν γάρ φύσει καί οὐσίᾳ
τά ἀμφότερα τελοῦσιν,
ὥσπερ νοῦς, ψυχή καί λόγος.
Ἀλλ᾿ ὁ μέν Πατήρ τόν Λόγον
ἀπεγέννησεν ἀρρήτως.
Ὥσπερ νοῦς ἐκ τῆς ψυχῆς μου,
μᾶλλον δέ ἐν τῇ ψυχῇ μου,
οὕτως ἐκ Πατρός τό πνεῦμα,
μᾶλλον δ᾿ ἐν Πατρί καί μένει
καί προέρχεται ἀφράστως.
Ὥσπερ πάλιν δέ ὁ νοῦς μου
πάντοτε γεννᾷ τόν λόγον
καί προφέρει καί ἐκπέμπει
καί γνωστόν ποιεῖ τοῖς πᾶσιν,
οὐ χωρίζεται δέ τούτου,
(327) ἀλλά καί γεννᾷ τόν λόγον
καί ἐντός αὐτόν κατέχει,
οὕτω νόει τόν Πατέρα,
ὅτι ἔτεκε τόν Λόγον,
ὅτι τίκτει ἀενάως,
οὐ χωρίζεται δέ ὅλως
τοῦ Υἱοῦ Πατήρ ὁ τούτου,
ἀλλ᾿ ἐν τῷ Υἱῷ ὁρᾶται,
καί Υἱός ἐν τούτῳ μένει.
Ταύτην ἀκριβῆ εἰκόνα,
εἰ καί ἀμυδρά τυγχάνει,
καθυπέδειξεν ὁ λόγος,
ἥν οὐδέποτε θεάσῃ,
οὐδ᾿ οὐ μή κατανοήσῃς,
εἰ μή πρότερον καθάρῃς,
εί μή πρότερον ἐκπλύνῃς
τῆς εἰκόνος σου τόν ῥύπον,
εἰ μή κεχωσμένην οὖσαν
ἐν τοῖς πάθεσιν ἐξάξῃς,
ἀποσμήξῃς τε τελείως,
ἀποδύσῃς τε ὡσαύτως
καί λευκάνῃς ὡς χιόνα.
Ὅταν ταῦτα δέ ποιήσῃς
καί καλῶς σαυτόν καθάρῃς
καί εἰκών τελεία γένῃ,
τό πρωτότυπον οὐκ ὄψῃ,
οὐδ᾿ οὐ μή κατανοήσῃς,
εἰ μή ἀποκαλυφθῇ σοι
διά Πνεύματος Ἁγίου.
Πάντα γάρ Πνεῦμα διδάσκει
ἐν φωτί λάμψαν ἀρρήτῳ,
(328) νοερῶς τά νοητά σοι
ἅπαντα καθυποδείξει,
ὅσον δύνασαι καί βλέπειν,
ὅσον ἐφικτόν ἀνθρώπῳ,
κατά τήν ἀναλογίαν
ψυχικῆς καθάρσεώς σου,
καί Θεῷ ὁμοιωθήσῃ
ἔργων ἀκριβεῖ μιμήσει,
σωφροσύνης καί ἀνδρείας,
ἀλλά καί φιλανθρωπίας,
πειρασμῶν ὑπομονῇ τε
καί τῇ πρός ἐχθρούς ἀγάπῃ.
Τοῦτο γάρ φιλανθρωπίᾳ,
τό ἐχθρούς εὐεργετεῖν σε
καί φιλεῖν αὐτούς ὡς φίλους,
ὡς γνησίους εὐεργέτας,
εὔχεσθαί τε ὑπέρ πάντων
τῶν σοί ἐπηρεαζόντων,
ἴσην τε πρός πάντας ἔχειν
ἀγαθούς καί πονηρούς τε
ἐνδιάθετον ἀγάπην,
ὑπέρ πάντων δέ τιθέναι
τήν ψυχήν σου καθ᾿ ἑκάστην,
ὑπέρ σωτηρίας λέγω,
καί τοῦ ἕνα που σωθῆναι
ἤ καί πάντας, εἰ οἷόν τε.
Ταῦτα μιμητήν Δεσπότου
ἀπεργάσονταί σε, τέκνον,
καί εἰκόνα ἀληθῆ σε
ἀποδείξουσι τοῦ κτίστου,
μιμητήν τε κατά πάντα
(329) τελειότητος τῆς θείας.
Ὁ δέ κτίστης τότε - πρόσχες,
ὅπερ μέλλω σοι ἐκφράσαι! -
Θεῖον ἀποστείλει Πνεῦμα˙
οὐ ψυχήν σοι λέγω ἄλλην,
οἵαν ἔσχες, ἀλλά Πνεῦμα,
τό ἐκ τοῦ Θεοῦ σοι λέγω,
καί ἐμπνεύει καί οἰκήσει
καί οὐσιωδῶς σκηνώσει
καί φωτίσει καί λαμπρύνει
καί ἀναχωνεύσει ὅλον,
τόν φθαρτόν τε ἀφθαρτίσει
καί ἀνανεώσει αὖθις
τόν παλαιωθέντα οἶκον,
οἶκον τῆς ψυχῆς σου λέγω.
Ταύτῃ δέ συναφθαρτίσει
καί τό σῶμα ὅλον ὅλως
καί θεόν σε κατά χάριν
ὅμοιον τοῦ πρωτοτύπου
ἀπεργάσεται, ὤ θαῦμα,
ὤ μυστήριον τό πᾶσιν
ἄγνωστον τοῖς ἐμπαθέσιν,
ἄγνωστον τοῖς φιλοκόσμοις,
ἄγνωστον τοῖς φιλοδόξοις,
ἄγνωστον ὑπερηφάνοις,
ἄγνωστον ὄντως ὀργίλοις,
ἄγνωστον καί μνησικάκοις,
ἄγνωστον τοῖς φιλασάρκοις,
ἄγνωστον τοῖς φιλαργύροις,
ἄγνωστον τοῖς φθονεροῖς τε,
ἄγνωστον πᾶσι λοιδόροις,
ἄγνωστον ὑποκριταῖς γε,
ἄγνωστον καί γαστριμάργοις,
ἄγνωστον τοῖς λαθροφάγοις
(330) καί μεθύσοις τε καί πόρνοις˙
ἄγνωστον τοῖς ἀργολόγοις,
ἄγνωστον τοῖς αἰσχρολόγοις,
ἄγνωστον καί τοῖς ῥαθύμοις,
ἄγνωστον τοῖς ἀμελοῦσι
τῆς καθ᾿ ὥραν μετανοίας,
ἄγνωστον τοῖς μή πενθοῦσιν
ἀενάως καθ᾿ ἑκάστην
ἄγνωστον ἀνυποτάκτοις,
ἄγνωστον τοῖς ἀντιλόγοις,
ἄγνωστον ἰδιορρύθμοις,
ἄγνωστον τοῖς οἰομένοις
εἶναί τι, μηδέν δέ οὖσιν,
ἄγνωστον τοῖς καυχωμένοις,
ἀλλά μή καί τερπομένοις
ἐπί σώματος μεγέθει
ἤ δυνάμει εἴτε κάλλει
ἤ χαρίσματι ἑτέρῳ
οἱῳδήποτέ σοι λέγω˙
ἄγνωστον τοῖς μή καρδίαν
καθαράν προσκτησαμένοις,
ἄγνωστον τοῖς μή αἰτοῦσιν
ἐν θερμότητι καρδίας
τοῦ λαβεῖν τό Θεῖον Πνεῦμα,
ἄγνωστον τοῖς ἀπιστοῦσιν
ὅτι δίδοται καί ἄρτι
τοῖς ζητοῦσι Πνεῦμα Θεῖον.
Ἀπιστία γάρ ἀπείργει
καί διώκει Πνεῦμα Θεῖον˙
ἀπιστῶν τις οὐκ αἰτεῖται,
μή αἰτῶν οὐδέ λαμβάνει,
μή λαβών νεκρός ὑπάρχει.
(331) Τόν νεκρόν δέ τίς μή κλαύσει,
ὅτι ζῆν δοκεῖ νεκρός ὤν;
Οἱ νεκροί νεκρούς οὐδέπω
οὔτ᾿ ἰδεῖν οὔτε θρηνῆσαι
ὅλως δύνανται˙ οἱ ζῶντες
τούτους βλέποντες πενθοῦσι.
Θαῦμα γάρ ὁρῶσι ξένον,
ζῶντας τούς νενεκρωμένους,
ἀλλά καί περιπατοῦντας,
τούς τυφλούς βλέπειν δοκοῦντας
καί κωφούς δέ ὄντως ὄντας
καί ἀκούειν οἰομένους˙
ζῶσι γάρ καί καθορῶσι
καί ἀκούουσιν ὡς κτήνη,
ὡς ἀνόητοι νοοῦσιν
ἐν αἰσθήσει ἀναισθήτῳ,
ἐν ζωῇ νενεκρωμένη.
Ἔστι γάρ καί ζῆν μή ζῶντα,
ἔστι βλέποντα μή βλέπειν
μηδ᾿ ἀκούοντα ἀκούειν.
Πῶς, εἰπέ μοι; Λέξω τάχος˙
ὅσοι ζῶσι κατά σάρκα,
ὅσοι βλέπουσι τά τῇδε
καί ὠσί σαρκίνοις μόνοις
θείων λόγων ἀκροῶνται,
οὗτοι κατά πνεῦμα πάντες
κωφοί, τυφλοί καί νεκροί γε.
Οὐδέ γάρ ἐκ Θεοῦ γεγέννηνται
ὅλως, ἵνα καί ζῶσί γε,
ἀλλ᾿ οὐδ᾿ ἔλαβον τό Πνεῦμα
οὐδ᾿ ἀνέβλεψαν τάς κόρας,
(332) οὐ κατεῖδον φῶς τό θεῖον˙
τούτου δέ μή γνεομένου
ἔμειναν κωφοί εἰς ἅπαν.
Οἱ τοιοῦτοι δέ, εἰπέ μοι,
πῶς Χριστιανοί κληθῶσιν;
Ἄκουε τοῦ θείου Παύλου
ταῦτά σοι σαφῶς δηλοῦντος,
μᾶλλον δέ Χριστοῦ λαλοῦντος˙
Ἄνθρωπος ἐκ γῆς ὁ πρῶτος
χοϊκός ἐκτίσθη πάντως,
ἄνθρωπος ὁ δεύτερος δέ
ἐκ τῶν οὐρανῶν κατῆλθε.
Πρόσεχε τοῖς λεγομένοις˙
οἷος οὖν ὁ πρῶτος πέλει
χοϊκός καί οἱ ἐκ τούτου
πάντες χοϊκοί γεννῶνται˙
οἷος δέ Χριστός ὑπάρχει
ἐπουράνιος Δεσπότης,
ἐπουράνιοι καί πάντες
οἱ αὐτῷ πεπιστευκότες,
ἄνωθεν δέ γεννηθέντες,
βαπτισθέντες δέ ὡσαύτως
Πνεύματι τῷ Παναγίῳ˙
οἷον ἔστι τό γεννῆσαν
Θεός ὄντως, ἐξ αὐτοῦ τε
οἱ γεννώμενοι τοιοῦτοι
ἐκ Θεοῦ θεοί θετοί γε
καί υἱοί ὑψίστου πάντες,
ὥς φησι τό θεῖον στόμα.
Ἤκουσας Θεοῦ τούς λόγους,
ἤκουσας πῶς ἐκ τῶν ἄλλων
(333) τούς πιστούς ἀναχωρίζει,
πῶς σημεῖον γνώρισμά τε
δέδωκε τοῖς αὐτοῦ δούλοις,
ἵνα μή πλανῶνται λόγοις
ἀλλοτρίων διδασκάλων;
Ἐκ τῆς γῆς, φησίν, ὁ πρῶτος,
ὅτι χοϊκός ἐκτίσθη,
ὁ δεύτερος ἄνθρωπος δέ,
τῶν ἁπάντων ὁ Δεσπότης,
ἐκ τῶν οὐρανῶν κατῆλθε.
Θάνατον πᾶσιν ὁ πρῶτος
προεξένησεν ἀνθρώποις
καί φθοράν τῇ παραβάσει˙
ὁ δέ δεύτερος τῷ κόσμῳ
ἐδωρήσατο καί νῦν δέ 
ἅπασι πιστοῖς παρέχει
φῶς, ζωήν καί ἀφθαρσίαν.
Ἤκουσας, ἅπερ σοι λέγει
ὁ τῶν οὐρανίων μύστης;
ἤκουσας Χριστοῦ λαλοῦντος
δι᾿ αὐτοῦ καί τούς ἀνθρώπους
ἐκδιδάσκοντος ὁποῖοι
οἱ αὐτῷ πεπιστευκότες
καί τήν πίστιν ἐκ τῶν ἔργων
ἐνδεικνύμενοι τελοῦσι;
Μή οὖν ἀμφίβαλλε λοιπόν˙
εἰ Χριστιανός ὑπάρχεις,
οἷος ὁ Χριστός ὑπάρχει
ἐπουράνιος, τοιοῦτος
καί αὐτός ὀφείλεις εἶναι˙
μή ὑπάρχων δέ τοιοῦτος,
(334) πῶς Χριστιανός κληθήσῃ;
Εἰ γάρ οἷος ὁ Δεσπότης
ἐπουράνιος ὑπάρχει,
καί τοιούτους εἶναι λέγει
τούς αὐτῷ πεπιστευκότας
πάντως γε ἐπουρανίους,
ὅσοι κοσμικά φρονοῦσι,
ὅσοι κατά σάκρα ζῶσιν,
οὐκ εἰσί τοῦ ἐκ τῶν ἄνω
κατελθόντος Θεοῦ Λόγου,
ἀλλά τοῦ ἐκ γῆς πλασθέντος
χοϊκοῦ ἀνθρώπου πάντως.
Οὕτω φρόνει, οὕτως ἔχε,
οὕτω πίστευε, καί ζήτει
ἵνα γένησαι τοιοῦτος
ἐπουράνιος, ὡς εἶπεν
ὁ ἐξ οὐρανῶν φοιτήσας
καίδιδούς ζωήν τῷ κόσμῳ.
Οὗτος ἔστι καί ὁ ἄρτος,
ὁ ἐκεῖθεν καταβαίνων,
ὅν οἱ τρώγοντες οὐδ᾿ ὅλως \
θάνατόν ποτε ὁρῶσιν˙
ἐπουράνιοι γάρ ὄντες
εἰς ἀεί ἔσονται πάντως
τήν φθοράν ἀποδυθέντες,
ἀφθαρσίαν δ᾿ ἐνδυθέντες,
θάνατον ἀποβαλόντες
καί ζωῇ προσκολληθέντες.
Ἀθάνατοι γάρ, ἄφθαρτοι
γίνονται καί διά τοῦτο
ἐπουράνιοι καλοῦνται.
(335) Τίς γάρ ἀπό τοῦ αἰῶνος
ἐχρημάτισε τοιοῦτος,
τῶν Ἀδάμ υἱῶν σοι λέγω,
πρίν ἐξ οὐρανοῦ κατέλθῃ
ὁ Δεσπότης τῶν ἁπάντων
οὐρανίων, ἐπιγείων;
Οὗτος ἔλαβε τήν σάρκα
τήν ἡμῶν καί Πνεῦμα Θεῖον
δέδωκε, καθώς πολλάκις
εἴπομεν, καί τοῦτο πάντα
ὡς Θεός ἡμῖν παρέχει.
Ποῖα πάντα; Ἅ πολλάκις ὑμῖν εἶπον,
ἀλλά καί τά νῦν ἐξείπω.
Γίνεται ὡς κολυμβήθρα
θεία φωτοειδεστάτη,
πάντας συμπεριλαμβάνει
τούς ἀξίους, οὕς ἐφεύροι
ἔνδοθεν, καί πῶς ἐξείπω, πῶς ἐκφράσω
τά γινόμενα ἀξίως;
Δός μοι λόγον, ὁ ψυχήν μοι
χαρισάμενος Θεός μου.
Θεός ὄν τό Θεῖον Πνεῦμα,
οὕς ἐντός αὐτοῦ ἄν λάβῃ,
ἀναπλάττει τούτους ὅλως,
ἐξανακαινίζει τούτους,
καινουργεῖ τε παραδόξως.
Πῶς καί τίνα γε τόν τρόπον
οὐ μεταλαμβάνει ὅλως
τοῦ ἐκείνων αὐτό ῥύπου;
Ὡς οὐδέ τό πῦρ μετέχει
τῆς σιδήρου μελανίας,
μεταδίδωσι δ᾿ ἐκείνῳ
πάντα τά αὐτῷ προσόντα,
•  οὕτω καί τό Θεῖον Πνεῦμα
ἄφθαρτον ὄν ἀφθαρσίαν
καί ἀθάνατον ὑπάρχον
δίδωσιν ἀθανασίαν,
φῶς τε ἄδυτον τυχάνον
φῶς ἀποτελεῖ τούς πάντας
ἐν οἷσπερ κατασκηνώσει,
καί ζωήν αὐτοῖς παρέχει.
Ὡς Χριστοῦ ὁμοφυές τε,
ὁμοούσιον ὡσαύτως
καί ὁμόδοξον ὑπάρχον
καί συνηνωμένον πέλον,
τούτους τοῦ Χριστοῦ ὁμοίους
ἀπεργάζεται εἰς ἅπαν.
Οὐ φθονεῖ γάρ ὁ Δεσπότης
ἴσους ἑαυτῷ ὀφθῆναι
τούς βροτούς χάριτι θείᾳ,
οὐδ᾿ ἀπαξιοῖ γενέσθαι
ὁμοίους αὐτῷ τούς δούλους,
ἀλλά τέρπεται καί χαίρει
καθορῶν ἡμᾶς τοιούτους
ἐξ ἀνθρώπων γεγονότας
κατά χάριν, ὡς ἐκεῖνος
πέφυκε καί ἔστι φύσει.
Εὐεργέτης γάρ ὑπάρχων
βούλεται ἡμᾶς τοιούτους
εἶναι, οἷος καί ἐκεῖνος.
Εἰ γάρ μή τοιοῦτοι ὦμεν
ὅμοιοι ἐν ἀκριβείᾳ,
πῶς ἐσόμεθα ἐκείνῳ
ἡνωμένοι, καθώς εἶπε,
πῶς δέ ἐν αὐτῷ μενοῦμεν,
•  μή ὑπάρχοντες τοιοῦτοι,
πῶς δ᾿ αὐτός ἐν ἡμῖν μείνῃ
οὖσι τούτου ἀνομοίοις;
Τοῦτο οὖν σαφῶς εἰδότε
σπεύσατε λαβεῖν τό Πνεῦμα
τό ἐκ τοῦ Θεοῦ καί Θεῖον,
ἵνα γένησθε τοιοῦτοι,
οἵους ἔδειξεν ὁ λόγος,
ἐπουράνιοι καί θεῖοι,
ὅσους εἶπεν ὁ Δεσπότης,
ἵνα καί τῆς βασιλείας
γένησθε τῆς οὐρανίου
κληρονόμοι εἰς αἰῶνας.
Εἰ δέ μή τοιοῦτοι ἦτε
ἤ γένησεσθε ἐνταῦθα
ἐπουράνιοι, ὡς εἶπον,
πῶς τούς οὐρανούς οἰκῆσαι
ὅλως οἴεσθε σύν τούτῳ;
πῶς δέ καί εἰς βασιλείαν
μετά τῶν ἐπουρανίων
εἰσελθεῖν καί βασιλεῦσαι
καί συνέσεσθαι τῷ πάντων
Βασιλεῖ τε καί Δεσπότῃ;
Δράμετε σπουδῇ οὖν πάντες,
ἵνα καταξιωθῶμεν
ἔνθοθεν τῆς βασιλείας
τῆς τῶν οὐρανῶν γενέσθαι
καί Χριστῷ συμβασιλεῦσαι,
τῷ Δεσπότῃ τῶν ἁπάντων,
ᾧ πρέπει πᾶσα δόξα
σύν Πατρί καί Πνεύματί τε
εἰς αἰῶνας τῶν αἰώνων,
ἀμήν.

***

ΜΕ'.
Περί θεολογίας ἀκριβεστάτης˙ καί ὅτι ὁ μή ὁρῶν τό φῶς τῆς τοῦ Θεοῦ δόξης χείρων τυγχάνει τυφλῶν. (338)


Ὦ φιλοικτίρμον Θεέ μου, ποιητά μου,
λάμψον πλεῖόν μοι τό ἀπρόσιτον φῶς σου,
ἵνα μου χαρᾶς ἐμπλήσῃς τήν καρδίαν.
Ναί, μή ὀργισθῇς, ναί, μή ἐγκαταλίπῃς,
ἀλλά αὔγασον ψυχήν μου τῷ φωτί σου˙
τό γάρ φῶς σου σύ, ὁ Θεός μου, τυγχάνεις.
Εἰ γάρ κέκλησαι πολλοῖς καί διαφόροις
τοῖς ὀνόμασιν, ἀλλ᾿ ἕν αὐτός ὑπάρχεις˙
τοῦτο δέ τό ἕν ἄγνωστον πάσῃ φύσει
καί ἀόρατον καί ἄφραστον τυγχάνει,
ὅ παραδεικνύμενον πάντα καλεῖται.
Τοῦτο οὖν τό ἕν τρισυπόστατος φύσις,
μία θεότης, μία τε βασιλεία,
μία δύναμις, ἕν ἡ Τριάς γάρ πέλει.
Τριάς μία γάρ ὁ Θεός μου, οὐ τρία,
τρία ὅμως δέ τό ἕν καθ᾿ ὑποστάσεις,
ὁμοφυεῖς ἀλλήλαις οὔσας τῇ φύσει,
ὁμοδυνάμους ὅλως, ὁμοουσίους,
ἀσυγχύτως μέν ὑπέρ νοῦν ἡνωμένας,
ἀδιαιρέτως δ᾿ αὖθις διαιρουμένας,
εἰς ἕν τά τρία καί τό ἕν γε εἰς τρία.
Εἷς γάρ ἐστιν ὁ ποιήσας τά πάντα
Ἰησοῦς Χριστός σύν Πατρί τῷ ἀνάρχῳ,
•  συνανάρχῳ τε Πνεύματι τῷ Ἁγίῳ.
Ἕν οὖν ἡ Τριάς ἀμερίστως εἰς ἅπαν,
ἐν τῷ ἑνί τά τρία δέ, ἐν τοῖς τρισί τό ἕν δέ,
μᾶλλον δέ ἕν τά τρία μοι καί τό ἕν τρία πάλιν˙
νόει, προσκύνει, πίστευε νῦν καί εἰς τούς αἰῶνας.
Τό ἕν γάρ τοῦτο φαντασθέν, λάμψαν καί καταυγάσαν,
μεταληφθέν, μεταδοθέν πᾶν ἀγαθόν ὑπάρχει˙
διό οὐχ ἕν, ἀλά πολλά καί παρ᾿ ἡμῖν καλεῖται˙
φῶς καί εἰρήνη καί χαρά, ζωή, τροφή καί πόσις,
ἔνδυμα, περιβόλαιον, σκηνή καί θεῖος οἶκος,
ἀνατολή, ἀνάστασις, ἀνάπαυσις λουτρόν τε,
πῦρ, ὕδωρ, ποταμός, πηγή ζωῆς καί ῥεῖθρον,
ἄρτος καί οἶνος, ἡ καινή τῶν πιστῶν καρυκεία,
ἡ πανδαισία, ἡ τρυφή ἥν μυστικῶς τρυφῶμεν,
ἥλιος ὄντως ἄδυτος ἄστρον ἀειλαμπές τε,
λαμπάς ἐντός ἐκλάμπουσα τῆς ψυχικῆς οἰκίας.
Τοῦτο τό ἕν πολλά ἐστι καθαιροῦν τε καί κτίζον,
τοῦτο τό ἕν τά σύμπαντα παρήγαγε τῷ λόγῳ
καί πνεύματι δυνάμεως συνέχει ταῦτα πάντα.
Τοῦτο τό ἕν τόν οὐρανόν καί τήν γῆν ἐκ μή ὄντων
παρήγαγεν, οὐσίωσε, συνέστησεν ἀρρήτως,
τοῦτο τό ἕν τόν ἥλιον, σελήνην καί τά ἄστρα
θελήματι πεποίηκε, θαῦμα καινόν καί ξένον.
Τοῦτο τό ἕν τετράποδα, ἑρπετά καίθηρία
καί πετεινά παντοδαπά καί ἐνάλια πάντα
τῇ προστάξει παρήγαγε, καθώς ὁρῶνται πάντα.
Ἔσχατον δέ ἐποίησεν ἐμέ ὡς βασιλέα
καί πάντα ταῦτα δέδωκεν ἐμοί πρός θεραπείαν
ὡς δοῦλα καί τήν χρείαν μοι δουλικῶς ἐκπληροῦντα.
Πάντα οὖν τούτου τοῦ ἑνός Θεοῦ τῶν ὅλων, λέγω,
τό πρόσταγμα ἐφύλαξε καί εἰσέτι φυλάττει,
κἀγώ μόνος, ὁ ἄθλιος, ἀχάριστος ἐδείχθην,
•  ἀγνώμων καί ἀνήκοος Θεοῦ, τοῦ πλάσαντός με
καί ταῦτα πάντα τά καλά ἀφθόνως παρασχόντος,
τήν ἐντολήν τε παραβάς ἀχρεῖος ἐγενόμην
καί χείρων πάντων τῶν κτηνῶν ἀπεφάνθην, ὁ τάλας,
καί παρετράπην τῆς ὁσοῦ τῆς εὐθείας καί θείας
καί τῆς δοθείσης δόξης μοι ἐκπέπτωκα ἀθλίως
καί ἐξεδύθην τήν στολήν τήν φωτεινήν καί θείαν,
καί ἐν τῷ σκότει γεγονώς νῦν ἐν τῷ σκότει κεῖμαι,
καί ἀγνοῶ ὅτι φωτός εἰμί ἐστερημένος,
καί˙ Ἴδε, λέγω, ἥλιος τήν ἡμέραν φωτίζει,
καί βλέπω τοῦτον˙ τῆς νυκτός ἐλθούσης πάλιν δύνει,
κἀγώ ἀνάπτω μοι κηρούς καί λαμπάδα καί βλέπω.
Καί τί τῶν πάντων ἔχει μου ἀνθρώπων πλέον ἄλλος;
Οὔτως γάρ πάντως βλέπουσιν ἄνθρωποι ἐν τῷ κόσμῳ
καί τούτου πλέον οὐδαμῶς καθορᾷ τις ἀνθρώπων.
Ταῦτα οὖν λέγων ψεύδομαι καί ἐμαυτόν ἐμπαίζω
καί ἐμαυτόν, Σῶτερ, πλανῶ κατ᾿ ἐμαυτόν κομπάζων,
μή θέλων γνῶναι ἐμαυτόν, ὅτι τυφλός τυγχάνω,
μή θέλων κοπιάσαι τε, μή θέλων ἀναβλέψαι,
μή θέλων ὁ κατάκριτος τήν τύφλωσίν μου γνῶναι.
Λέγω δέ˙ Τίς ἑώρακε Θεόν, τό φῶς τοῦ κόσμου;
Καί τοῦτο λέγων, Δέσποτα, ἀναισθητῶ εἰς ἅπαν
μή συνιείς ὅτι κακῶς λογίζομαι καί λέγω.
Ὁ γάρ τό φῶς σου μή ὁρῶν, καί βλέπειν ὅλως λέγων,
μᾶλλον δέ καί ἀδύνατον λέγων ὑπάρχειν τοῦτο,
τό κατιδεῖν σου, Δέσποτα, τό φῶς τῆς θείας δόξης,
πάσας ἀρνεῖται τάς γραφάς προφητῶν, ἀποστόλων,
τούς σούς τε λόγους, Ἰησοῦ, καί τήν οἰκονομίαν.
Εἰ γάρ ἐξ ὕψους ἔλαμψας, ἐπέφανας ἐν σκότει
καί παρεγένου, εὔσπλαγχνε, ἐν κόσμῳ μετ᾿ ἀνθρώπων,
(341) ἀναστραφῆναι καθ᾿ ἡμᾶς θελήσας φιλανθρώπως
καί φῶς τοῦ κόσμου σευτόν ἀψευδῶς ἔφης εἶναι,
ἡμεῖς δέ οὐχ ὁρῶμέν σε, οὐχί τυφλοί εἰς ἅπαν,
τυφλῶν τε ἀθλιώτεροι τυγχάνομεν, Χριστέ μου;
Ναί, ὄντως, ναί, ὡς ἀληθῶς καί νεκροί καί τυφλοί τε
ὑπάρχομεν μή βλέποντες σέ ζωοποιόν φάος.
Τόν ἥλιον τόν αἰσθητόν οἱ τυφλοί οὐχ ὁρῶσιν,
ἀλλά καί ζῶσι, Δέσποτα, καί ὁπωσοῦν κινοῦνται˙
οὐ γάρ ζωήν χαρίζεται, ἀλλά τό βλέπειν μόνον.
Σύ δέ ὑπάρχων ἅπαντα τά καλά, ἀεί δίδως
ταῦτα τοῖς δούλοις σου τοῖς βλέπουσι τό φῶς σου,
ὡς ὤν ζωή καί τήν ζωήν παρέχεις σύν τοῖς ἄλλοις
ἅπασι, λέγω, τοῖς καλοῖς, ἅπερ αὐτός τυγχάνεις.
Ὁ ἔχων σε ὡς ἀληθῶς ἔχει ἐν σοί τά πάντα.
Μή στερηθῶ σου, Δέσποτα, μή στερηθῶ σου, κτίστα,
μή στερηθῶ σου, εὔσπλαγχνε, ὁ ταπεινός καί ξένος˙
ξένος γάρ, ὡς εὐδόκησας, καί πάροικος ἐνταῦθα
οὐ προαιρέσει γέγονα, οὐ θελήσει μου ξένος,
ἀλλά τῇ χάριτι τῇ σῇ ἐμαυτόν ἔγνων ξένον
τῶν ὁρωμένων νοερῶς ἐλλαμφθείς τῷ φωτί σου
καί γνούς ὅτι πρός ἄϋλον καί ἀόρατον κόσμον
μετάγεις, κατοικίζεις τε τό ἀνθρώπινον φῦλον,
μερίζεις τε καί διαιρεῖς ἀξίους κατοικίας
ἑκάστῳ, ὡς ἐφύλαξεν, Σωτήρ, τάς ἐντολάς σου.
Διά τοῦτο οὖν δέομαι σύν σοί με κατατάξαι,
εἰ καί πολλά ἐξήμαρτον ὑπέρ πάντας ἀνθρώπους
καί ἄξιος κολάσεως εἰμί καί τιμωρίας,
ἀλλά με ἱκετεύοντα δέξαι ὡς τόν τελώνην
καί ὡς τήν πόρνην, Δέσποτα, εἰ καί μή ἴσως κλαίω,
εἰ μή ὁμοίως πόδας σου ταῖς θριξί μου ἐκμάσσω,
εἰ μή στενάζω καί θρηνῶ, Χριστέ, παραπλησίως˙
(342) ἀλλά ἐκβλύζεις ἔλεος καί βρύεις εὐσπλαγχνίαν,
πηγάζεις ἀγαθότητα, δι᾿ ὧν ἐλέησόν με.
Ναί, ὁ παγείς τάς χεῖράς σου, ναί, ὁ παγείς τούς πόδας
ἐν τῷ σταυρῷ καί λογχευθείς τήν πλευράν, πανοικτίρμον,
ἐλέησον καί ῥῦσαί με πυρός τοῦ αἰωνίου,
καλῶς καταξιώσας με ἐντεῦθέν σοι δουλεῦσαι,
ἀκαταγνώστως τότε δέ στῆναι ἐνώπιόν σου
καί προσδεχθῆναι ἔνδοθεν τοῦ νυμφῶνός σου, Σῶτερ,
ἔνθα συνευφρανθήσομαι σοί, τῷ καλῷ Δεσπότῃ,
ἀνεκλαλήτῳ χαρᾷ εἰς πάντας τούς αἰῶνας,
ἀμήν.
 
Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω στοιχεία. Για τους όρους προστασίας δεδομένων δείτε εδώ.