ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ   ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου |Διακονία | Εορτολόγιο | Πολυμέσα

 

πίσω


Ύμνοι επιστολαί

Ο πίναξ των θείων ερώτων

Ευχή μυστική

Α' - Ε'

ΣΤ' - Ι'

ΙΑ' - ΙΕ'

ΙΣΤ' - Κ'

ΚΑ' - ΚΕ'

ΚΣΤ' - Λ

ΛΑ' - ΛΕ'

ΛΣΤ' - Μ

ΜΑ' - ΜΕ

ΜΣΤ' - Ν'

ΝΑ' - ΝΕ'

ΝΣΤ' - ΝΗ'

Επιστολή Α'

Επιστολή Β'

Επιστολή προς Στέφανο Νικομηδείας

Επιστολή προς Νικήτα Σταθάτο

  ΛΑ'. Περί θεολογίας καί ὅτι ἀνεξερεύνητος ἡ θεία φύσις καί πάντῃ τοῖς ἀνθρώποις ἀκατανόητος. (257)


Κύριε, ὁ Θεός ἡμῶν, Πάτερ, Υἱέ καί Πνεῦμα,
σύ τῇ μορφῇ ἀνείδεος, παγκαλής δέ τῇ θέᾳ,
τῷ ἀμηχάνῳ κάλλει σου ἀμαυρῶν πᾶσαν θέαν,
ὡραῖος ὑπέρ ὅρασιν ὑπέρκεισαι γάρ πάντων.
Ἄποσος ἐν ποσότητι, ὁρώμενος, οἷς βούλει,
οὐσία ὑπερούσιος, ἄγνωστος καί ἀγγέλοις˙
ὅτι γάρ ἦς, γινώσκοντες ἐκ τῶν ἐνεργειῶν σου,
ἐπεί αὑτόν ὠνόμασας Θεόν, τόν ὄντως ὄντα,
τοῦτο οὐσίαν λέγομεν, ὑπόστασιν καλοῦμεν˙
τό γάρ μή ὄν ἀνούσιον ὄν ἀνυπόστατον πέλει,
καί διά τοῦτο τολμηρῶς ἐνούσιον καλοῦμεν,
ἐνυπόστατον λέγομεν, ὅν οὐδείς ποτε εἶδε,
τόν τρισυπόστατον Θεόν, ἀρχήν ἄναρχον μίαν.
Ἄλλως δέ πῶς τολμήσωμεν οὐσίαν σε καλέσαι
ἤ ὑποστάσεις ἐπί σοῦ τρεῖς μεριστάς δοξάσαι;
Ὁποίαν δέ καί ἕνωσιν ὅλως τίς ἐννοήσει,
εἰ ὁ Πατήρ γάρ ἐν σοί καί σύν ἐν τῷ Πατρί σου
καί ἐξ αὐτοῦ τό Ἅγιοιν προέρχεταί σου Πνεῦμα
καί σύ αὐτός, ὁ Κύριος, τό Πνεῦμά σου ὑπάρχεις,
τό δέ Πνεῦμα ὁ Κύριος κέκλησαι καί Θεός μου
καί ὁ Πατήρ σου Πνεῦμα δέ καί ἔστι καί καλεῖται;
(258) Οὐδείς δέ εἶδε σέ ποτέ ἀγγέλων ἤ ἀνθρώπων,
οὐ ταῦτα ἐθεάσατο, οὐ τόν τρόπον ἐπέγνω.
Πῶς εἴπῃ, πῶς δέ φθέγξοιτο, πῶς χωρισμόν τολμήσῃ
ἤ ἕνωσιν ἤ σύγχυσιν ἤ μίξιν ἤ καί κρᾶσιν,
τό ἕν δέ τρία προσειπεῖν, ἕν πῶς δέ τά τρία;
Διά τοῦτο οὖν, Δέσποτα, ἐξ ὧν εἶπας πιστεύει,
ἐξ ὧν ἐδίδαξας ὑμνεῖ πᾶς πιστός σου τό κράτος,
ἐπεί πάντα τά κατά σέ ἀκατάληπτα πάντῃ,
ἄγνωστα καί ἀνέκφορα τοῖς ὑπό σοῦ κτισθεῖσι.
Καί γάρ ἀκατανόητος ἐστίν ἡ ὕπαρξίς σου,
ὅτι πέφυκας ἄκτιστος, ἐγέννησας δ᾿ ὡσαύτως˙
καί πῶς κτιστός νοήσει σου τῆς ὑπάρξεως τρόπον
ἤ τῆς γεννήσεως τοῦ σοῦ Υἱοῦ, Θεοῦ καί Λόγου,
εἴτε τῆς ἐκπορεύσεως Πνεύματός σου τοῦ Θείου,
ἵνα καί ἕνωσίν σου γνῷ καί χωρισμόν κατίδοι
καί ἀκριβῶς οὐσίας σου τό εἶδος καταμάθοι;
Οὐδείς οὐδέπω εἶδέ σου τούτων τι, ὧνπερ εἶπον.
Οὐ γάρ ἐνδέχεται Θεόν ἄλλον φύσει γενέσθαι,
ἵνα φύσεως τῆς σῆς ἐρευνῆσαι ἰσχύσῃ
οὐσίαν, εἶδος καί μορφήν, ὑπόστασιν ὡσαύτως,
ἀλλ᾿ εἶ αὐτός ἐν σεαυτῷ, μόνος Τριάς Θεός εἶ,
μόνος γινώσκων σευτόν, Υἱόν σου καί τό Πνεῦμα
καί ὑπ᾿ αὐτῶν ὡς συμφυῶν γινωσκόμενος μόνων.
Οἱ δ᾿ ἄλλοι - ὥσπερ αἰσθητοῦ ἡλίου τάς ἀκτῖνας
καί οὗτοι καλῶς βλέποντες καί τηλαυγῶς ὁρῶντες
ἔνδον οἴκου καθήμενοι εἰσιούσας ὁρῶσιν,
ἐκεῖνοι δέ τόν ἥλιον ὅλως οὐ καθορῶσιν -
οὕτω τῆς δόξης σου τό φῶς, οὕτω τάς λαμπηδόνας,
καί ταύτας ἐν αἰνίγματι νοΐ κεκαθαρμένῳ,
οἱ ἐκ ψυχῆς ζητοῦντές σε βλέπειν καταξιοῦνται˙
σέ δέ, ὁποῖος, ποταπός τῇ οὐσίᾳ τυγχάνεις
(259) ἤ πῶς ἅπαξ ἐγέννησας καί γεννᾷς ἀεννάως
καί οὐ χωρίζῃ τοῦ ἐκ σοῦ γεννωμένου, ἀλλ᾿ ἔστιν
ὅλος ἐν σοί, ὅλος πληρῶν θεότητι τά πάντα,
ὅλος γε μένεις ἐν αὐτῷ τῷ Υἱῷ ὁ Πατήρ δέ
καί σοῦ ἐκπορευόμενον ἔχεις τό Θεῖον Πνεῦμα,
πάντα γινῶσκον καί πληροῦν, Θεός ὄν κατ᾿ οὐσίαν
καί σοῦ μή χωριζόμενον, ἐκ σοῦ γάρ καί πηγάζει.
Σύ εἶ πηγή τῶν ἀγαθῶν, πᾶν δ᾿ ἀγαθόν Υἱός σου,
νέμων διά τοῦ Πνεύματος αὐτά πᾶσιν ἀξίως,
εὐσπλάγχνως, φιλανθρώπως τε ἀγγέλοις καί ἀνθρώποις.
Οὐδείς ἀγγέλων εἶδέ σου, οὐδείς ποτε ἀνθρώπων
τήν ὕπαρξιν ἤ ἔγνωκε, καί γάρ ἄκτιστος πέλεις.
Πάντα δέ σύ παρήγαγες˙ δύναται σε γινώσκειν,
ὅπως ἐκ σοῦ προέρχεται τό Πνεῦμά σου τό Θεῖον
καί οὐ γεννᾷς ὅλως ποτέ, ἅπαξ πάντως γεννήσας,
οὐδέ πηγάζων κένωσιν ἤ μείωσιν ὑπέστης;
Μένεις γάρ ὑπερπλήρης,
ὑπέρ τό πᾶν ἀνελλιπής, ὅλος ἐν ὅλῳ κόσμῳ,
τῷ ὁρατῷ, τῷ νοητῷ, καί ἔξω αὖθις τούτων,
προσθήκην μή δεχόμενος, μηδ᾿ ἔλλειψιν εἰς ἅπαν
καί εἶ ὅλος ἀκίνητος μένων πάντοτε οὕτως.
Ταῖς ἐνεργείαις οὖν ἀεί ἀεικίνητος πέλεις,
ἔχεις καί γάρ ἀέναον, ὁ Πατήρ, ἐργασίαν˙
ἐργάζεται καί ὁ σός Υἱός πάντων τήν σωτηρίαν
καί προνοεῖ καί τελειοῖ καί συνέχει καί τρέφει,
ζαωοποιεῖ, ζωογονεῖ ἐν Πνεύματι Ἁγίῳ.
Ὅσα γάρ βλέπει ὁ Υἱός τόν Πατέρα ποιοῦντα,
ταῦτα ὁμοίως καί αὐτός ἐκτελεῖ, καθώς εἶπεν.
Οὕτως ἀκίνητός τε ὤν, ἀεικίνητός τε πως,
οὔτε κινῇ, οὐχ ἵστασαι, οὔτε καθήσαι πάλιν,
(260) ἀλλά ἀεί καθήμενος ἀεί ἵστασαι ὅλος˙
ἱστάμενος δέ αὖθις, ἀεί κινεῖσαι ὅλος,
μή μεθιστάμενός ποτε˙ ποῦ γάρ καί ἀπελεύσῃ;
Τό πᾶν, ὡς εἴρηται, πληρῶν ὑπέρ τό πᾶν δέ πέλων
πρός ποῖον ἄλλον μεταβῇς ἤ τόπον ἤ καί χῶρον;
Ἀλλ᾿ οὐδέ ἵστασαι, καί γάρ ἀσώματος ὑπάρχεις,
ἁπλοῦς πληρῶν τά σύμπαντα, ἀσχημάτιστος πάντῃ,
ἄϋλος, ἀπερίγραπτος, ἄληπτος ὅλος ἦσθα˙
καί πῶς καθῆσθαι εἴπωμεν, πῶς πάλιν ἵστασθαί σε,
πῶς δέ καθῆσθαι φήσωμεν ἤ ἐν ποίῳ σε θρόνῳ,
τόν τῇ χειρί κατέχοντα οὐρανόν καί τήν γῆν δέ,
τά ὑπό γῆν τε ἅπαντα ἰσχύϋ σῇ κρατοῦντα;
Ποῖος θρόνος χωρήσειεν ἤ ποταπή οἰκία,
ἤ πῶς ἤ ποῦ ἐνίδρυται ἤ ποίοις θεμελίοις,
ποίοις δέ στύλοις αἴρεται, τίς ὅλως ἐννοήσει;
Ἀβάλε τοῖς ἀνθρώποις γε καί πάςῃ κτιστῇ φύσει,
τῇ τά τοιαῦτα ἐρευνᾶν περί Θεοῦ τολμώσῃ,
πρίν ἐλλαμφθῇ, πρίν φωτισθῇ, πρίν κατίδῃ τά θεῖα
καί θεωρός γενήσεται τῶν Χριστοῦ μυστηρίων,
ἅ οὔτε Παῦλος κατιδών ἴσχυσεν ὅλως φράσαι,
οὔτε Ἠλίας πρότερον, οὔτε Μωσῆς ὁ μέγας,
ἀλλά τάς ἐντολάς Θεοῦ καί θελήματα μόνα
κατηξιώθη καί αὐτός μαθεῖν καί ἄλλοις φράσαι.
Περί αὐτοῦ δέ τοῦ Θεοῦ πλέον οὐδέν ἀκοῦσαι
κατηξιώθη, μαθεῖν ἤ ὅλως διδαχθῆναι,
εἰ μή ὅτι ὁ ὤν ἐστι Θεός πάντων καί κτίστης,
δημιουργός καί συνοχεύς πάντων τῶν παραχθέντων.
Ἡμεῖς δέ οἱ πανάθλιοι, οἱ σκότει καθειργμένοι
καί σκότος ὅλως πέλοντες ἡδονῶν ἀπολαύσει
καί ἀγνοοῦντες ἑαυτούς, ὅπου καί πῶς κρατοῦνται,
οἱ τεθαμμένοι πάθεσιν, οἱ τυφλοί καί νεκροί τε
(261) τόν ὄντα ὄντως ἄναρχον, ἄκτιστον, Θεόν μόνον,
ἀθάνατον ὑπάρχοντα, ἀόρατον τοῖς πᾶσιν
ἐξερευνῶντες λέγομεν ὡς ἀκριβῶς εἰδότες
περί Θεοῦ, οἱ τοῦ Θεοῦ ὄντες κεχωρισμένοι.
Εἰ γάρ δή καί ἥνωντο αὐτῷ, οὐκ ἄν ποτε ἐτόλμων
περί αὐτοῦ λαλῆσαι βλέποντες, ὅτι πάντα
ἄφραστα, ἀκατάληπτα πέλουσι τά ἐκείνου˙
οὐ μόνον τά ἐκείνου δέ, ἀλλά καί τῶν ἐκείνου
ἔργων τά πλείω ἄγνωστα ὑπάρχουσι τοῖς πᾶσι.
Τίς γάρ καί ἑρμηνεύσειε, πῶς ἐξ ἀρχῆς με πλάττει,
ποίαις χερσί τόν χοῦν λαβών ὁ ἀσώματος πάντῃ
στόμα μή ἔχων ὡς ἡμεῖς πῶς ἐνεφύσησέ μοι
καί εἰς ψυχήν ἀθάνατον πῶς ἄρα γέγονέ μοι;
Ἀπό πηλοῦ δέ, λέγε μοι, πῶς ὀστᾶ, πῶς δέ νεῦρα,
πῶς κρέας, πῶς δέ φλέβες μοι, πῶς δερματίς, πῶς τρίχες,
πῶς ὀφθαλμοί, πῶς ὦτα δέ, πῶς χείλεα, πῶς γλῶσσα,
πῶς ὄργανα φωνητικά, ὀδόντως τε στερρότης,
ἔναρθρον λόγον πνεύματι τρανῶς ἀποτελοῦσιν;
Ἀπό ξηρᾶς δέ καί ὑγρᾶς, θερμῆς καί ψυχρᾶς ὕλης
ζῴόν με ἀπετέλεσε μίξει ἐναντίων;
Πῶς οὖν δεσμεῖται νοῦς σαρκί, πῶς σάρξ δέ τῷ ἀΰλῳ
νοΐ συνανακέκραται ἀμίκτως, ἀσυγχύτως,
ἀφύρτως τε νοῦς καί ψυχή προσφέρουσι τόν λόγον
τόν ἐνδιάθετον λαῷ, καί μένουσιν ὡσαύτως
ἄτμητα, ἀναλλοίωτα, ἀσύγχυτα εἰς ἅπαν;
Ταῦτ᾿ οὖν εἰδότες, ἀδελφοί, ἀνερμήνευτα εἶναι
καί πᾶσιν ἀκατάληπτα τά καθ᾿ ἡμᾶς ὑπάρχειν
πῶς τόν ἡμᾶς ποιήσαντα τοιούτους ἐκ μή ὄντων
ἐξερευνᾶν οὐ φρίττομεν ἤ ἐννοεῖν ἤ λέγειν
τά ὑπέρ λόγον, ὑπέρ νοῦν τόν ἡμέτερον ὄντα;
Κτίσματα ὄντες δέ λοιπόν φοβήθητε τόν κτίστην
καί τάς ἐκείνου ἐντολάς μόνας ἐξερευνᾶτε,
(262) τηρεῖν δέ ταύτας σπεύσατε ὑμῶν πάσῃ δυνάμει,
εἰ βούλοισθε καί τῆς ζωῆς κληρονόμοι γενέσθαι.
Εἰ δέ καταφρονήσετε τῶν αὐτοῦ προσταγμάτων
καί τά θελήματα αὐτοῦ παρίδετε, ὡς εἶπε,
καί ἀπειθήσετε αὐτῷ ἐν ἑνί πάντως λόγῳ,
οὐ δόξα, οὐκ ἀξίωμα, οὐ πλοῦτος ἐκ τοῦ κόσμου,
ἀλλ᾿ οὐδ᾿ ἡ γνῶσις ἡ μωρά τῶν ἔξω μαθημάτων,
οὐ σύνταξις, οὐ σύνθεσις καλλιεπείας λόγων,
οὐδ᾿ ἄλλο τι τῶν ἐπί γῆς πραγμάτων ἤ χρημάτων
ὠφέλειαν τήν οἱανοῦν παρέξουσί γε τότε,
ὅτε κρινεῖ τά σύμπαντα καί πάντας ὁ Θεός μου.
Ἀλλ᾿ ὁ παροφθείς λόγος παρ᾿ ἡμῶν τοῦ Δεσπότου
στήσεται κατά πρόσωπον ἑνός ἑκάστου τότε
καί ἕκαστον κατακρινεῖ μή φυλάξαντα τοῦτον.
Οὐκ ἔστι λόγος γάρ ἀργός, ἀλλά ζῶν Θεοῦ λόγος
ζῶντος καί διαμένοντος εἰς αἰῶνας αἰώνων.
Λοιπόν, ἡ κρίσις ἔσεται οὕτως, καθώς καί εἶπον,
ὁμοῦ τε καί τῆς ἐντολῆς, οἴμοι, προσυπαντώσης,
ἐλγχούσης τόν ἄπιστον ἤ πιστόν πάντως ὄντα,
πειθήνιον ἤ ἀπειθῆ τοῖς λόγοις τοῦ Δεσπότου,
γενόμενον ἐπιμελῶς ἤ καί ἀμεληθέντα,
καί οὕτως χωρισθήσονται οἱ ἄδικοι δικαίων,
οἱ ἀπειθεῖς τῶν τῷ Χριστῷ πάντως ὑπακουσάντων,
τῶν φιλοθέων οἱ νῦν ἀγαπῶντες τόν κόσμον
καί τῶν εὐσπλάγχνων ἄσπαγχνοι καί τῶν ἐλεημόνων
ἀνελεήμονες ὁμοῦ, καί στήσονται οἱ πάντες
γυμνοί καί πλούτου καί τιμῆς καί ἀρχῆς, ἧς ἐν κόσμῳ
ἀπήλαυσαν, καί ἑαυτούς, οἴμοι, κατακρινοῦσιν.
Αὐτικατάκριτοι αὐτῶν γενόμενοι τοῖς ἔργοις
(263) ἀκούσονται δ᾿˙ Ἀπέλθετε, μικροί τε καί μεγάλοι,
μή πειθαρχήσαντες ἐμοί, Δεσπότῃ φιλανθρώπῳ!
Ἧς, Δέσποτα, ῥυσθείημεν δικαίας καταδίκης
καί τῆς μερίδος τύχοιμεν τῶν προβάτων σου, Λόγε,
δωρεάν, ὡς μή ἔχοντες ἐλπίδα σωτηρίας. 
ἐξ ἔργων, οἱ κατάκριτοι νῦν καί εἰς τούς αἰῶνας.

***
 

ΛΒ'. Ὅτι οἱ ἔνδοξοι τῆς γῆς καί σοβαροί τῷ πλούτῳ περί τήν σκιάν τῶν ὁρωμένων πλανῶνται, οἱ δέ γε τῶν παρόντων καταφρονήσαντες ἐν ἀπλανεῖ μεθέξει τοῦ Θείου γίνονται Πνεύματος. (264)
 
Ὑπό πιστῶν με, Δέσποτα, λοιδορούμενον βλέπων
ὡς ὑπάρχοντα πλάνον τε καί προπεπλανημένον,
ὅτι τό Πνεῦμα λέγοιμι, τῇ σῇ φιλανθρωπίᾳ
καί τοῦ πατρός μου ταῖς εὐχαῖς, τό Ἅγιον λαβεῖν με,
ἐλέησον καί χάρισαι λόγον, γνῶσιν σοφίαν,
ἵνα οἱ πάντες γνώσωνται οἱ ἀντικείμενοί μοι,
ὅτι τό σόν ἐντός ἐμοῦ λαλεῖ Πνεῦμα τό Θεῖον.
Δός μοι εἰπεῖν, ὡς εἴρηκας, δός κἀμοί, ὡς ὑπέσχου,
οἷς ἀντειπεῖν οὐδείς αὐτῶν ἤ ἀντιστῆναι, Σῶτερ,
ἰσχύσει˙ σύ γάρ εἶ δοτήρ τῶν ἀγαθῶν ἁπάντων.
Ἐγώ, Χριστέ, κἄν λέγωσι πλανᾶσθαί με, σόν δοῦλον,
οὐδέποτε πεισθήσομαι βλέπων σε, τόν Θεόν μου,
καί καθορῶν τό ἄχραντον πρόσωπόν σου καί θεῖον
καί ἐξ αὐτοῦ δεχόμενος ἐλλάμψεις σου τάς θείας,
λαμπόμενος ἐν πνεύματι νοερούς ὀφθαλμούς μου.
Ἀλλά μή δῴης, ὦ Θεέ, ἅπαντας πλανηθῆναι
τούς νῦν εἰς σέ πιστεύοντας πλάνην τήν ὀλεθρίαν
τοῦ μή πιστεύειν, ὅτι σύ πάντας καί νῦν φωτίζεις
ἐλλάμπων τῆς θεότητος ἀκτῖσι σου τῆς θείας.
Σύ γάρ πολύς ἐν οἰκτιρμοῖς, ἡμεῖς ἐν ἁμαρτίαις˙
σύ φῶς οἰκεῖς ἀπρόσιτον, σκότος ἡμεῖς δέ πάντες˙
(265) σύ ἔξω εἶ τῆς κτίσεως καί ἡμεῖς ἐν τῇ κτίσει.
Οἱ πλείους δέ τῶν ἐξ ἡμῶν καί τῆς κτίσεως ἔξω
ἐν τῇ αἰσθήσει πέλουσιν ὅλως ἀναισθητοῦντες
καί παρά φύσιν ὄντες δέ ἔξω εἰσίν τῶν πάντων,
οἵ βέποντες οὐ βλέπουσιν, ὁρῶντες οὐχ ὁρῶσιν
οὐδέ Θεοῦ θαυμάσια ἐν νοερᾷ αἰοσθήσει
καταλαβεῖν ἰσχύουσιν, ἀλλ᾿ εἰσί ἔξω κόσμου,
μᾶλλον δ᾿ ἐν κόσμῳ ὡς νεκροί εἰσί καί πρό θανάτου
καί πρό ἐξόδου κάτοχοι ἐν ᾅδῃ κατωτάτῳ.
Οὗτοι οὖν ὄντως πέλουσιν, οὕς ἡ γραφή γε λέγει,
οἱ ἔνδοξοι, οἱ πλούσιοι, οἱ σοβαροί τοῖς πᾶσιν,
οἱ καί δοκοῦντες εἶναί τι ἐκ τῶν τοιούτων ὅλως,
μή συνιδεῖν ἰσχύοντες τήν ἑαυτῶν αἰσχύνην˙
κἄν γάρ σοφίαν κέκτηνται ἐν ἑαυτοῖς τοῦ κόσμου,
δόξαν τε ὡς ἱμάτιον, οἴησιν τήν ματαίαν
ὥσπερ σκηνήν δομήσαντες φρεσί πεπλανημέναις
καί τήν μέν ἐνδυσάμενοι, τήν δέ ἐγκατοικοῦντες,
ὡς ἐν πυθμένι κάθηνται ἐν ᾅδου κατωτάτου
καί ἀγνοοῦσι τόν Θεόν, ἀγνοοῦσι τόν κόσμον
καί τά ἐν κόσμῳ ἅπαντα ποιήματα τοῦ κτίστου.
Τίς γάρ τόν κτίστην γνώσεται, πρίν ἤ τήν κτίσιν ἴδοι
ἐν λόγῳ οἷα λογικός, ἐν νοΐ νοερῶς δέ,
καί ἐν αἰσθήσει νοερᾷ νοερῶς κατοπτεύων;
Τίς δέ; ὁ καθορῶν πνευματικῶς διά Πνεύματος Θείου
μυστικῶς ἐλλαμπόμενος, ὁδηγούμενος θ᾿ ἅμα,
πρός γνῶσιν τήν τοῦ ποιητοῦ ἀμυδρῶς πως ἀνέλθοι.
Οὕτω γάρ καθαιρόμενος τρανοτέραν τήν γνῶσιν
λαβεῖν ἀξιωθήσεται, ὡς γραφή πᾶσα λέγει.
Οἱ ἐμπαθεῖς, ὡς ἔφην δέ, ἀπόνοιαν ἐκεῖνοι
φοροῦντες ὡς ἱμάτιον, τήν οἴησιν ὡς δόξαν
(266) ἐνδεδυμένοι τέρπονται καί γελῶσι τούς ἄλλους
καί παίζουσιν ἐν ταῖς σκιαῖς τόν τῶν σκυλάκων τρόπον.
Κάρυον εἰ προσρίψειας καί κροτήσειε τρέχον,
ἐπιπηδῶσι, δράσσονται, περιχαίνουσι τοῦτο
καί σύν αὐτῷ κυλίονται καί συσκιρτῶσιν ἅμα˙
κἄν φραγελλίου σύρῃ τις πρό ποδῶν τό σχοινίον
συστρέφονται καί πίπτουσι καί πόδας εἰς ἀέρα
ἐκτείνουσι καί πρόξενοι γέλωτος τοῖς ὁρῶσιν
ἀνθρώποις ἐπί τῇ αὐτῶν γίνονται πτώσει πᾶσιν.
Οὕτως οὖν καί οὗτοι δαίμονας τέρπουσιν ἀναισθήτως
ἐν ταῖς οἰκείαις πράξεσι καί ἤθεσιν ὡσαύτως˙
οἱ γοῦν τοιοῦτοι, λέγε μοι ἐρωτῶντι, ὡς ἔχεις,
πῶς τά Θεοῦ μυστήρια διηγήσονται ἄλλοις;
Πῶς δέ τό φῶς τῆς γνώσεως φωτισθῶσι κἄν ὅλως
καί ἄλλοις μεταδώσουσιν, εἴτε κρίσιν εὐθεῖαν
ἐν διακρίσει ἀληθεῖ ἐξάξουσι δικαίως,
οἱ σκότος ὡς ἱμάτιον ὄντες ἐνδεδυμένοι,
ἐν αἰσθήσει ἀναίσθητοι, ζωῆς νεκροί ἐν μέσῳ;
Ἀλλ᾿, ὦ ὑμεῖς φιλόθεοι, ἀκούσατε ῥημάτων
ἀληθινῶν καί θαυμαστῶν, ὧν τό στόμα Κυρίου
καί προλαβόν ἐλάλησε καί νῦν λαλεῖ τοῖς πᾶσιν.
Εἰ μή δόξαν ἀπώσεσθε, εἰ μή ῥίψετε πλοῦτον,
εἰ μή ματαίαν οἴησιν ἐκδύσεσθε εἰς ἅπαν,
εἰ μή τῶν πάντων γένησθε ἔσχατοι ἐν τοῖς ἔργοις
καί ἐν αὐτοῖς τοῖς λογισμοῖς, μᾶλλον δέ ταῖς ἐννοίαις
ἐσχάτους πάντων ἑαυτούς νομίζετε ὑπάρχειν,
οὐκ ἄν δακρύων ὀχετούς, οὐ κάθαρσιν σαρκός τε
κτήσησθε ἤ θεάσησθε πῶς ἐνεργοῦνται ταῦτα.
Λοιπόν, θρηνεῖτε ἑαυτούς, λοιπόν, μετανοεῖτε,
λοιπόν, θερμά προχέετε δάκρυα καθ᾿ ἡμέραν,
ἵν᾿ ὀφθαλμούς ἐκπλύνητε νοερούς τῆς καρδίας,
(267) ἵνα τό φῶς θεάσησθε τό λάμψαν ἐν τῷ κόσμῳ,
ὅ λάμπον κράζει καί βοᾷ˙ Τό φῶς ἐγώ τοῦ κόσμου
ἤμην, εἰμί καί ἔσομαι καί θέλω καθορᾶσθαι.
Εἰς τοῦτο γάρ ἐλήλυθα σωματικῶς ἐν κόσμῳ,
διπλοῦς ὁ εἷς γενόμενος καί μείνας εἰς ὡσαύτως,
ἵνα Θεόν με ὁρατόν οἱ πιστῶς προσκυνοῦντες
καί τάς ἐμάς φυλάσσοντες ἐντολάς ἀοράτως
ἐλλάμπονται καί νοερῶς μυούμενοι τήν δόξαν
θεότητός μου τῆς φρικτῆς, σαρκός τε προσληφθείσης
καί τό διπλοῦν τῶν φύσεων μυστικῶς καθορῶντες
ὡς ἕνα με τότε Θεόν ἀδιστάκτως ὑμνοῦσιν.
Ἄλλως οὐκ ἔνι γάρ καλῶς ἐμήν οἰκονομίαν,
ἐμήν τε συγκατάβασιν ἐπιγνῶναι καί φρῖξαι
καί προσκυνῆσαι ὡς Θεόν τόν ἐν μορφῇ ἀνθρώπου
γενόμενόν με καί Θεόν μείναντα ἀνεκφράστως˙
δύο τό ἕν, ἀμέριστα ὑποστάσει, οὐ φύσει,
εἷς οὖν Θεός ἐγώ εἰμι, τέλειος ἄνθρωπός τε,
ὁλοτελής, ὁλόκληρος, σάρξ, ψυχή, νοῦς καί λόγος˙
ἄνθρωπος ὅλος καί Θεός ἐν δυσί ταῖς οὐσίαις,
διπλοῦς ὡσαύτως φύσεσι, διπλαῖς ταῖς ἐνεργείαις,
διπλαῖς καί ταῖς θελήσεσιν ἐν μιᾷ ὑποστάσει,
Θεός ὁμοῦ καί ἄνθρωπος, εἷς εἰμι τῆς Τριάδος.
Οἱ οὕτω με πιστεύσαντες εἶναι καί ἐπιγνόντες
ἐν τῷ καθάραι ἑαυτούς σπουδῇ καί μετανοίᾳ
καί δυνηθέντες κατιδεῖν ἐν καθαρᾷ καρδίᾳ
καί μυηθῆναι νοερῶς ἐμήν οἰκονομίαν,
αὐτοί με ἀγαπήσουσιν ἐξ ὅλης τῆς καρδίας,
αὐτοί δέ καί φυλάξονται πάσας τάς ἐντολάς μου
καταπλαγέντες τήν ἐμήν ἄπειρον εὐσπλαγχνίαν,
αὐτοί μοι καί συνέσονται καί κοινωνοί τῆς δόξης,
τῆς τοῦ Πατρός μου ἔσονται εἰς αἰῶνας αἰώνων˙
ἀμήν.

***

ΛΓ'. Περί θεολογίας˙ καί ὅτι οἱ τό κατ᾿ εἰκόνα φυλάξαντες τάς πονηράς δυνάμεις τοῦ ἄρχοντος τοῦ σκότους καταπατοῦσιν, οἱ δ᾿ ἄλλοι, οἷς ἐμπαθής ὁ βίος, ὑπ᾿ αὐτοῦ κρατοῦνται καί βασιλεύονται. (268)
 
Φῶς ὁ Πατήρ, φῶς ὁ Υἱός, φῶς τό Ἅγιον Πνεῦμα.
Βλέπε τί λέγεις, ἀδελφέ, βλέπε μή παρασφάλῃς!
Ἕν γάρ τά τρία φῶς εἰσιν, ἕν, οὐ κεχωρισμένον,
ἀλλ᾿ ἡνωμένον ἐν τρισί προσώποις ἀσυγχύτως.
Θεός γάρ ἀδιαίρετος ὅλως ἐστί τῇ φύσει,
καί τῇ οὐσίᾳ ἀληθῶς ὑπέρ πᾶσαν οὐσίαν˙
οὐ τῇ δυνάμει τέμνεται, οὐ τῇ μορφῇ, οὐ δόξῃ,
οὐ τῇ ἰδέᾳ, ὅλος γάρ ἁπλοῦν φῶς καθορᾶται.
Ἐν τούτοις ἕν τά πρόσωπα, ἕν αἱ τρεῖς ὑποστάσεις˙
τά τρία γάρ ἐν τῷ ἑνί, ἕν τά τριά δέ μᾶλλον,
τά τρία μία δύναμις, τά τρία μία δόξα,
τά τρία μία φύσις γε, οὐσία καί θεότης.
Αὐτά καί φῶς τό ἕν εἰσιν, ὅ φωτίζει τόν κόσμον,
οὐχί τόν κόσμον, ἄπαγε, τόν ὁρώμενον τοῦτον
•  οὐδέ γάρ ἔγνωκεν αὐτόν, οὐδέ δύναται γνῶναι
ὁ κόσμος ὁ ὁρώμενος οὐδ᾿ οἱ τοῦ κόσμου φίλοι˙
ὁ γάρ τόν κόσμον ἀγαπῶν ἐχθρός Θεοῦ τυγχάνει -,
ἀλλ᾿ ὅν αὐτός πεποίηκεν ἄνθρωπον κατ᾿ εἰκόνα
αὐτοῦ καί καθ᾿ ὁμοίωσιν, κόσμον ἡμεῖς καλοῦμεν,
(269) ὅτι κοσμεῖται ἀρεταῖς, ἄρχει τῶν ἐπιγείων,
καθώς ἐκεῖνος τοῦ παντός ἔχει τήν ἐξουσίαν,
καί βασιλεύει τῶν παθῶν τοῦτο τό κατ᾿ εἰκόνα
καί ὑποτάσσει δαίμονας δημιουργούς κακίας,
καταπατεῖ τόν δράκοντα, τόν ἀρχαῖον, τόν μέγαν,
ὥσπερ στρουθίον εὐτελές˙ καί πῶς; Ἄκουσον, τέκνον!
Ὁ ἄρχων οὗτος ὁ πεσών τοῦ φωτός τῇ στερήσει
ἐν σκότει γέγονεν εὐθύς καί ἔστι μετά πάντων
τῶν σύν αὐτῷ ἐξ οὐρανοῦ πεσόντων ἐν τῷ σκότει
καί βασιλεύει ἐν αὐτῷ, τῷ σκότει, πάντων λέγω,
τῶν κρατουμένων ἐν αὐτῷ δαιμόνων καί ἀνθρώπων.
Πᾶσα ψυχή μή βλέπουσα φῶς τῆς ζωῆς τό λάμπον
ἔν τε ἡμέρᾳ καί νυκτί ὑπ᾿ αὐτοῦ τιμωρεῖται,
τιτρώσκεται, δαμάζεται, ἄγεται καί δεσμεῖται
καί βέλεσι τῶν ἡδονῶν κεντᾶται καθ᾿ ἡμέραν.
Εἰ καί δοκεῖ ἀνθίστασθαι, εἰ καί δοκεῖ μή πίπτειν,
ἀλλ᾿ οὖν ἱδρῶτι σύν πολλῷ, κόπῳ, πόνῳ καί μόχθῳ
ἔχει ἀεί τόν πόλεμον ἀκατάλλακτον τούτου.
Ψυχή δέ πᾶσα ἡ τό φῶς καθορῶσα τό θεῖον,
ὅθεν ἐκεῖνος πέπτωκε, καταφρονεῖ ἐκείνου
καί λαμπομένη παρ᾿ αὐτοῦ φωτός τοῦ ἀπροσίτου
καταπατεῖ τόν ἄρχοντα τοῦ σκότους ὥσπερ φύλλα
καταπεσόντα ἐπί γῆν ἀφ᾿ ὑψηλοῦ τοῦ δένδρου.
Ἐν σκότει γάρ τήν δύναμιν ἔχει καί ἐξουσίαν,
ἐν τῷ φωτί δέ γίνεται πτῶμα νεκρόν εἰς ἅπαν.
Φῶς δέ ἀκούων, πρόσεχε ὁποῖον φῶς σοι λέγω,
μή ὑπολάβῃς λέγειν με τό φῶς τό τοῦ ἡλίου!
Καί γάρ ὁρᾷς ἐν τῷ φωτί τούτου πολλούς ἀνθρώπους
ἐξαμαρτόντας ὡς ἐγώ, δεινῶς μαστιζομένους,
πίπτοντας καί ἀφρίζοντας μεσούσης τῆς ἡμέρας,
καί ἀοράτως πάσχοντας ἐκ πονηρῶν πνευμάτων,
(270) καί τοῦ ἡλίου λαμποντος οὐδέν ἐκ τούτου πλέον
ἐγγίνεται τό ὄφελος τοῖς δαίμοσιν ἐκδότοις.
τοίνυν οὐ λέγω σοι τό φῶς τοῦ αἰσθητοῦ ἡλίου,
οὐ τῆς ἡμέρας, ἄπαγε, οὐ λυχνιαῖον ὅλως,
οὐ τῶν ἀστέρων τῶν πολλῶν, οὐδέ σελήνης φάος,
οὐκ ἄλλου ὅλως ὁρατοῦ ἀπαύγασμα φωτός σοι
παραδηλῶν ἐνέργειαν τοιαύτην ὅλως ἔχειν.
Τά αἰσθητά τούς αἰσθητούς ὀφθαλμούς καί γάρ μόνους
φωτίζουσι καί λάμπουσι φῶτα καί βλέπειν μόνον
παρέχουσι τά αἰσθητά, τά νοητά οὐ μέντοι.
Πάντες οὖν, ὅσοι βλέπουσι τά αἰσθητά καί μόνον,
τυφλοί εἰσι τά νοερά ὄμματα τῆς καρδίας.
Τά νοερά οὖν ὄμματα τῆς νεορᾶς καρδίας
καί νοερῷ φωτίζεσθαι ὀφείλουσι φωτί γε.
Εἰ γάρ ὁ ἔχων σώματος τάς κόρας ἐσβεσμένας
ὅλος ὑπάρχει σκοτεινός, ἀγνοῶν ποῦ ὑπάρχει,
πόςῳ γε μᾶλλον ὁ ψυχῆς ἔχων τυφλόν τό ὄμμα
ἐσκοτισμένος ἔσεται, καί σώματι καί πράξει
μικροῦ νενεκρωμένος δέ καί πνεύματι ὑπάρξει;
Νόησον τοίνυν ἀκριβῶς, ὁποῖον φῶς σοι λέγω!
Οὐ λέγω σοι τήν πίστιν γάρ, οὐ λέγω τήν τῶν ἔργων
πρᾶξιν οὐδέ μετάνοιαν οὐδέ νηστείαν πάντως,
ἀκτημοσύνην οὐδαμῶς, οὐ σοφίαν, οὐ γνῶσιν,
ἀλλ᾿ οὐδέ τό διδάσκειν˙ τούτων γάρ οὐδέν ἐστιν,
οὐ φῶς οὐδέ ἀπαύγασμα φωτός, οὗπέρ σοι λέγω,
οὐδέ γε ἡ εὐλάβεια ἡ ἔξωθεν, οὐ σχῆμα
τό ταπεινόν καί εὐτελές˙ πάντα γάρ ταῦτα πράξεις
καί ἐντολῶν ἐκπλήρωσις, εἴ γε καλῶς τελοῦνται
καί ἐκπληροῦνται, ὡς αὐτός ἐντέλλεται ὁ κτίστης.
Τά δάκρυα κατά πολλούς ἐκχέονται τούς τρόπους
καί ἤ ἐπωφελῆ εἰσιν ἤ καί βλάπτουσι μᾶλλον˙
τέως αὐτά καθ᾿ ἑαυτά ἀνόνητα εἰς ἅπαν.
(271) ἡ δ᾿ ἀγρυπνία μοναχῶν οὐκ ἔστι πάντως μόνων,
ἀλλά καί τοῦ κοινοῦ λαοῦ ἔργοις ἀσχολουμένων,
καί ἀγρυπνοῦσι πλείονα ὑφαίνουσαι γυναῖκες,
χρυσοχόοι τε καί χαλκεῖς ἤ μονασταί οἱ πλεῖστοι,
καί διά τοῦτο λέγομεν ὅτι τούτων ἁπάντων
τῶν ἐναρέτων πράξεων οὐδέν φάος καλεῖται.
Ὅπου καί συναγόμεναι εἰς ἕν αἱ πᾶσαι πράξεις
καί ἀρεταί ἀνελλιπῶς φῶς οὐκ εἰσί τό θεῖον,
διΐστανται γάρ ἐξ αὐτοῦ πᾶσαι πράξεις ἀνθρώπων,
καί αὗται μέν αἱ παρ᾿ ἡμῶν ἐκπληρούμεναι πράξεις
τό καθ᾿ ἡμᾶς πρός τούς λοιπούς ζῶντας ἐν πονηρίᾳ
φῶς λέγονται πρός τά καλά κἀκείνους ὁδηγοῦσαι
καί, ὅπερ ἔστιν ἐν ἐμοί σκότος καί ἐκτυφλοῖ με,
φῶς τῷ πλησίον γίνεται καί τοῖς ὁρῶσι λάμπει.
Καί ἵνα μή παράδοξα ὑποπτευθῶ σοι λέγειν,
ἄκουσον, καί λαλήσω σοι αἰνίγματος τήν λύσιν˙
νηστεύω ἴσως διά σέ, ἵνα φανῶ νηστεύων,
καί τοῦτο κέντρον μέν ἐμοῦ τοῖς ὀφθαλμοῖς ὑπάρχει
καί ὡς δοκός ἐμπέπηκται μέσον ἐν τούτοις πάντως˙
σύ δέ φωτίζῃ βλέπων με, εἰ μή με κατακρίνῃς,
ἀλλ᾿ εἶ μεμφόμενος σαυτόν ὡς γαστρίμαργον πάντως˙
πρός γάρ ἐγκράτειαν γαστρός καθοδηγῇ ἐκ τούτου
καί τῆς τρυφῆς ὑπερορᾷν προφανῶς ἐκμανθάνεις.
Πάλιν ἐγώ ἐνδέδυμαι εὐτελῆ καί ῥακώδη
καί μονοχίτων ἐν παντί περιπατῶν νομίζω
δόξαν ἐκ τῶν ὁρώντων με καί ἔπαινον θηρᾶσθαι
καί ὡς ἀπόστολος αὐτοῖς ἄλλος νέος ὁρᾶσθαι,
καί τοῦτο γίνεται ἐμοί πάσης αἴτιον βλάβης
καί σκότος ὄντως καί παχύ νέφος ἐν τῇ ψυχῇ μου˙
τούς δέ ὁρῶντάς με λαούς φωτίζει καί διδάσκει
ὑπερφρονεῖν καλλωπισμοῦ, ὑπερφρονεῖν καί πλούτου
καί εὐτελοῦς ἀντέχεσθαι καί τραχείας ἐσθῆτος,
(272) ὅπερ καί ἔστιν ἀληθῶς ἔνδυμα ἀποστόλων.
Οὕτως καί πᾶσαι αἱ λοιπαί τῶν ἀρετῶν γε πράξεις
πράξεις εἰσίν ἐκτός φωτός, ἔργα ἀκτῖνος δίχα,
ὁμοῦ γάρ συναγόμεναι πᾶσαι, ὥσπερ προεῖπον,
καί εἰς τό ἕν γινόμεναι αἱ ἐνάρετοι πράξεις,
εἴπερ καί ἔστι δυνατόν ἐν ἀνθρώπῳ γενέσθαι,
λαμπάδι ἐξωμοίωνται φωτός ἐστερημένῃ.
Ὡς γάρ οὐκ ἔστι λέγεσθαι πῦρ τούς καρβῶνας μόνους,
ἀλλ᾿ οὐδέ πάλιν ἄνθρακας οὐδέ φλόγα τά ξύλα,
οὕτως οὐ πίστις ἅπασα, οὐκ ἔργα οὐδέ πράξεις,
οὐκ ἐντολῶν ἐκπλήρωσις πῦρ, φλόξ ἤ φῶς τό θεῖον
εἰσίν ἄξια λέγεσθαι, οὐ γάρ εἰσι τῷ ὄντι,
ἀλλ᾿ ὅτι δέξασθαι τό πῦρ, τῷ φωτί τε ἐγγίσαι
καί ἀναφθῆναι δύναται ἀπορρήτῳ ἑνώσει,
τοῦτο ὑπάρχει ἀρετῶν ἔπαινός τε καί κλέος.
Καί διά τοῦτο ἄσκησις πᾶσα καί πᾶσαι πράξεις
ἐπιτελοῦνται παρ᾿ ἡμῶν, ἵνα φωτός τοῦ θείου
ὥσπερ λαμπάς μετάσχωμεν, ὡς ἕν κηρίον πάσας
προβαλλομένης τῆς ψυχῆς φωτί τῷ ἀπροσίτῳ˙
μᾶλλον δέ ὥσπερ πάπυρος ἐμβάπτεται κηρίῳ,
οὕτω ψυχή ταῖς ἀρεταῖς ἁπάσαις πιανθεῖσα
ὅλη ἀνάψει ἐξ αὐτοῦ, ὅσον ὁρᾶν ἰσχύσει,
ὅσον ἐν οἴκῳ τε αὐτῆς εἰσαγαγεῖν χωρήσει,
καί τότε φωτιζόμεναι αἱ ἀρεταί ὡς θείῳ
φωτί συγκοινωνήσασαι φῶς καί αὐταί καλοῦνται,
μᾶλλον δ᾿ εἰσί καί αὗται φῶς φωτί συγκεκραμέναι,
περιαυγάζουσί τε φῶς ψυχήν αὐτήν καί σῶμα
καί λάμπουσί γε ἀληθῶς πρῶτον τῷ κεκτημένῳ
καί τότε πᾶσι τοῖς λοιποῖς τοῖς ἐν σκότει τοῦ βίου˙
οὕς φώτισον ἐν Πνεύματι, Χριστέ, τῷ Παναγίῳ
καί κληρονόμους ποίησον οὐρανῶν βασιλείας
μετά πάντων ἁγίων σου, νῦν καί εἰς τούς αἰῶνας˙
ἀμήν.

***

ΛΔ'. Ὅτι ἡ τοῦ Παναγίου Πνεύματος ἕνωσις πρός κεκαθαρμένας ψυχάς ἐν αἰσθήσει τρανῇ, ἤγουν ἐν ἐπιγνώσει γίνεται καί, ἐν αἷς ἄν γένηται, φωτοειδεῖς ὁμοίας ἑαυτόῦ καί φῶς αὐτάς ἀπεργάζεται. (273)
 
Διΐσταται τῶν ὁρατῶν ὁ ἀόρατος πάντως
καί τῶν κτισμάτων ὁ αὐτά πρῶτον κατασκευάσας
καί τῶν φθαρτῶν ὁ ἄφθαρτος, τό σκότος τοῦ φωτός τε,
καί μίξις τούτων γέγονε, ὅτε Θεός κατῆλθε.
Τά διεστῶτα τότε γάρ ἥνωσεν ὁ Σωτήρ μου,
ἀλλ᾿ οἱ τυφλοί τήν ἕνωσιν οὐκ εἶδον, οἱ νεκροί δέ
λέγουσι ταύτης αἴσθησιν μηδ᾿ ὅλως ἐσχηκέναι,
καί ζῆν καί βλέπειν οἴονται, ὤ μανίας ἐσχάτης,
καί ἀπιστοῦντες λέγουσιν˙ Οὐδείς τῇ πείρᾳ τοῦτο
ἔγνωκεν ἤ ἔπαθεν, οὐκ εἶδεν ἐν αἰσθήσει,
ἀλλ᾿ ἀκοῇ καί διδαχῇ λόγων γίνεται μόνων.
Ἀλλ᾿ ὦ Χριστέ μου, δίδαξον εἰπεῖν με τί πρός ταῦτα
καί τῆς ἀγνοίας τῆς πολλῆς καί ἀπιστίας τούτους
ἐκσπᾶσαι καί χαρίσασθαι ἰδεῖν σε, φῶς τοῦ κόσμου!
Ἀκούσατε καί σύνετε, πατέρες, θείους λόγους
καί γνώσεσθε τήν ἕνωσιν ἐν γνώσει γινομένην
καί ἐν αἰσθήσει ἐκ παντός καί πείρᾳ καί ὁράσει.
Θεός ἐστιν ἀόρατος, ὁρατοί δ᾿ ἡμεῖς πάντως˙
εἰ οὖν αὐτός τοῖς ὁρατοῖς θελήματι ἑνοῦται,
ἕνωσις ἄρα γίνεται ἀμφοτέρων ἐν γνώσει.
Εἰ δέ ἀγνώστως εἴποιας τοῦτο καί ἀναισθήτως,
(274) πάντως νεκρῶν ἡ ἕνωσις καί οὐ ζωῆς πρός ζῶντας.
Κτισμάτων κτίστης ὁ Θεός, κτιστοί δ᾿ ἡμεῖς ὡσαύτως˙
εἰ οὖν τῷ κτίσματι Θεός ὁ κτίσας συγκατέλθῃ
καί ἑνωθῇ καί γίνηται ὡς ὁ κτίστης τό κτίσμα,
αἴσθησιν ὄντως λάβοιεν ἀληθοῦς θεωρίας,
ὅτι τῷ κτίστῃ τό κτιστόν ἀπορρήτως ἡνώθη.
Εἰ δέ μή τοῦτο δώσομεν, ἀπόλωλεν ἡ πίστις
καί ἡ ἐλπίς ἠφάνισται τῶν μελλόντων εἰς ἅπαν,
ἀνάστασις οὐκ ἔσεται οὐδ᾿ ἡ καθόλου κρίσις.
Ἐπειδή καί τά κτίσματα, ὡς λέγεις, ἀναισθήτως
τῷ ποιητῇ ἑνούμεθα μηδέν γνωστῶς νοοῦντες,
καί κινδυνεύει γε Θεός κατά σέ, ὡς οὐκ ἔστι
ζωή οὐδέ ζωήν ἡμῖν ἑνούμενος παρέχει.
Πάλιν ὁ κτίστης ἄφθαρτος, τά κτίσματα φθαρτά δέ˙
καί γάρ οἱ ἁμαρτήσαντες οὐχί τό σῶμα μόνον,
ἀλλά καί τάς ψυχάς αὐτάς εἰς φθοράν παρεισῆξαν,
καί σώματι καί ψυχῇ κατά τόν λόγον τοῦτον
φθαρτοί ἐσμεν, ὡς τῇ φθορᾷ τοῦ νοητοῦ θανάτου
κρατηθέντες ὁμοῦ πάντες καί τῇ τῆς ἁμαρτίας.
Εἰ οὖν ὁ φύσει ἄφθαρτος ἑνωθῇ τῷ φθαρτῷ μοι,
ὄντως ἕν τούτων ἔσεται, ὧνπερ λέγει σοι μέλλω˙
ἤ γάρ ἐμέ μεταβαλεῖ καί ἄφθαρτον ποιήσει
ἤ πρός φθοράν μεταβληθῇ ὁ ἄφθαρτος˙ καί οὕτως
ἴσως ἐγώ οὐ γνώσομαι ἐκείνου πεπονθότος
καί γεγονότος ὡς ἐγώ˙ ἐγώ δ᾿ εἰ γένωμαί γε
ἄφθαρτος ὅλος ἐκ φθαρτοῦ κολληθείς τῷ ἀφθάρτῳ,
πῶς ἄν οὐκ αἰσθανθήσομαι, πῶς ἄν αὐτῇ τῇ πείρᾳ
οὐκ ἴδω οὐδέ γνώσομαι γεγονώς, ὅ οὐκ ἤμην;
Τό γάρ εἰπεῖν ὅτι Θεός ἑνούμενος ἀνθρώποις
οὐ μεταδίδωσιν αὐτοῖς τῆς θείας ἀφθαρσίας,
ἀλλά ἐκείνων τῇ φθορᾷ συγκατασπᾶται μᾶλλον,
(275) τοῦ ἀνωλέθρου ὄλεθρον ὁ λέγων δογματίζει
καί βλασφημεῖ καί τῆς ζωῆς αὐτός ὅλως ἐκπίπτει.
Εἰ δέ τοῦτο ἀδύνατον, δέξαι μᾶλλον τό ἄλλο
καί ἀφθαρσίας μετασχεῖν σπούδασον πρό τοῦ τέλους.
Τό φῶς ὑπάρχει ὁ Θεός, οἱ ἐν σκότει ἡμεῖς δέ,
ἤ ἀληθέστερον εἰπεῖν, ἡμεῖς αὐτοί τό σκότος˙
οὐδέ γάρ λάμψει ἀλλαχοῦ ὁ Θεός, μή πλανᾶσθε,
εἰ μή ἐν μόναις ταῖς ψυχαῖς, αἷς ἑνωθῇ πρό τέλους˙
τοῖς δ᾿ ἄλλοις, εἰ καί λάμψειεν οἱ κήρυκες, ὡς εἶπον,
ὡς πῦρ αὐτοῖς φανήσεται ἀπρόσιτον εἰς ἅπαν,
τό ἔργον δοκιμάσει τε, ὁποῖον τό ἑκάστου,
καί πάλιν χωρισθήσεται τούτων ὡς ἀναξίων,
ἐκεῖνοι δ᾿ ἀπολήψονται κόλασιν ἐπαξίαν.
Ὅμως ἐνταῦθα καί ἐκεῖ φῶς ψυχῶν αὐτός μόνος,
ἡμεῖς δέ σκότος τάς ψυχάς ἔχοντες ἀφωτίστους˙
εἰ οὖν τό φῶς τό τῶν ψυχῶν ἑνωθῇ τῇ ψυχῇ μου,
ἐκεῖνο συσβεσθήσεται καί γενήσεται σκότος
ἤ ἡ ψυχή μου ὡς τό φῶς ἔσεται φωτισθεῖσα.
Τό φῶς γάρ, ὅταν ἀναφθῇ, φεύγει εὐθύς τό σκότος,
καίτοι ἐστί τοῦ αἰσθητοῦ φωτός ἐκεῖνο ἔργον.
Εἰ δέ τό φῶς παραχθέν ἐνεργεῖ σοι τοιαῦτα
καί ὀφθαλμούς φωτίζει σου καί ψυχήν κατευφραίνει
καί, ἅ τό πρίν οὐκ ἔβλεπες, χαρίζεται ὁρᾶν σοι,
τί οὐ ποιήσει ἐν ψυχῇ λάμψας ὁ τούτου κτίστης,
ὁ «Γενηθήτω φῶς» εἰπών καί εὐθύς παρεισήχθη;
Τί δοκεῖ οὖν σοι, εἰ λάμψει νοερῶς ἐν καρδίᾳ
ἤ ἐν νοΐ ὡς ἀστραπή ἤ ὡς ἥλιος μέγας,
ἐμποιῆσαι δυνήσεται ψυχῇ τῇ ἐλλαμφθείσῃ;
Οὐχί φωτίσει ταύτην γε καί γνωρίσαι παρέξει
ἐν ἐπιγνώσει ἀκριβεῖ αὐτόν, ὅστις ὑπάρχει;
Ναί, ὄντως οὔτως γίνεται, οὕτως ἐπιτελεῖται,
(276) οὕτως ἀποκαλύπτεται τοῦ Πνεύματος ἡ χάρις
καί δι᾿ αὐτοῦ καί ἐν αὐτῷ ὁ Υἱός σύν Πατρί τε˙
καί τούτους βλέπει, ὥς ἐστι δυνατόν κατιδέσθαι,
καί τότε τά περί αὐτῶν ἐξ αὐτῶν ἀπορρήτως
διδάσκεται καί φθέγγεται καί πᾶσιν ἄλλοις γράφει
καί δόγματα θεοπρεπῆ ἐκτίθεται, ὡς πάντες
οἱ προλαβόντες ἅγιοι διδάσκουσι πατέρες˙
οὕτως γάρ ἐδογμάτισαν τό σύμβολον τό θεῖον,
τοιοῦτοί τε γενόμενοι, ὡς εἴπομεν, κἀκεῖνοι
μετά Θεοῦ τά τοῦ Θεοῦ ἐφθέγξαντο καί εἶπον.
Τίς γάρ ἐθεολόγησε τριαδικήν μονάδα
ἤ τίς αἱρέσεις ἔτρεψε μή γεγονώς τοιοῦτος
ἤ τίς ἐκλήθη ἅγιος μή μετασχών Ἁγίου
Πνεύματος; Οὐδείς πώποτε. Ὥς καί τό φῶς αἰσθήσει
τό νοητόν προσγίνεσθαι πέφυκεν, οἷς προσέσται.
Οἱ δ᾿ ἀναισθήτως λέγοντες τούτου μεταλαμβάνειν,
αὐτοί τῷ ὄντι ἑαυτούς καλοῦσιν ἀναισθήτους,
ἡμεῖς δέ καί νεκρούς ὄντας ζωῆς ἐστερημένους,
εἰ καί δοκοῦσιν ἔτι ζῆν, ὤ πλάνης, ὤ μανίας!
Ἀλλ᾿, ὦ φῶς, λάμψον εἰς αὐτούς, λάμψον, ὅπως ἰδόντες
πεισθῶσιν ὄντως ὅτι φῶς σύ ἀληθές ὑπάρχεις,
καί οἷς ἑνοῦσαι, ὥσπερ φῶς, ὁμοίους σοι ἐργάζῃ.
Λάμπω καθώς καί πάντοτε τῶν τυφλῶν πρό προσώπου,
ἀλλά ἰδεῖν οὐ βούλονται, καμμύουσι δέ μᾶλλον
καί ἀναβλέψαι πρός ἐμέ οὐ θέλουσιν, ὦ τέκνον.
Πρός δέ καί ἀποστρέφονται τάς ὄψεις ἀλλαχόθεν,
κἀγώ συμπεριστρέφομαι, τούτων ἔμπροσθεν στήκω,
κἀκεῖνοι πάλιν ἀλλαχοῦ ἐκπέμπουσι τό ὄμμα
καί ὅλως τοῦ προσώπου μου τό φῶς οὐ καθορῶσι.
Τούτων οἱ μέν καλύπτονται καλύμμασι τάς ὄψεις,
οἱ δέ καί ἔξω φεύγουσι μισήσαντές με πάντως.
(277) Τί οὖν τούτους ποιήσαιμι, ἀξαπορῶ εἰς ἅπαν˙
τό ἀβουλήτως γάρ αὐτούς καί βίᾳ τάχα σῶσαι,
καί τοῦτο θλῖψις δόξειε, μή θέλοντας σωθῆναι.
Τό γάρ καλόν θελήματι ἔσται καλόν τῷ ὄντι,
τό δ᾿ ἀβουλήτως ἀγαθόν οὐκ ἀγαθόν ὑπάρξει,
καί διά τοῦτο θέλοντας καί ὁρῶ καί ὁρῶμαι
καί βασιλείας τῆς ἐμῆς ποιῶ συγκληρονόμους,
τούς δέ μή θέλοντας ἐῶ θέλοντας ἐν τῷ κόσμῳ,
καί γίνονται κριταί αὐτοί ἑαυτῶν πρό τῆς δίκης,
ὅτι ἐμοῦ ἐκλάμποντος φωτός τοῦ ἀπροσίτου
αὐτοί τό σκότος ἑαυτόῖς προεξένησαν μόνοι,
φῶς ἰδεῖν μή θελήσαντες καί μείναντες ἐν σκότει.

***

ΛΕ'. Ὅτι πάντες οἱ ἅγιοι ἐλλαμπόμενοι αὐγάζονται καί τήν δόξαν τοῦ Θεοῦ καθορῶσιν, ὡς θεμιτόν ἀνθρωπίνῃ φύσει Θεόν ὁρᾶν. (278)
 
Βλέψον ἄνωθεν, Θεέ μου,
καί εὐδόκησον φανῆναι
καί πτωχῷ προσομιλῆσαι.
Ἀποκάλυψον τό φῶς σου
διανοίξας οὐρανούς μοι,
ἄνοιξον τόν νοῦν μου μᾶλλον,
εἴσελθε καί νῦν ἐντός μου.
Λάλησον, καθάπερ πάλαι,
διά ῥυπαρᾶς μου γλώσσης,
περί ὧν τινες λαλοῦσιν,
ὅτι νῦν οὐδείς ὑπάρχει,
ὅς Θεόν γνωστῶς κατεῖδεν,
οὐδέ γέγονε πρό τούτου
παρεκτός τῶν ἀποστόλων.
Ἀλλ᾿ οὐδέ αὐτούς ἐκείνους
λέγουσι τρανῶς ἰδέσθαι
τόν Θεόν σου καί Πατέρα,
ἀλλά ἄγνωστον τοῖς πᾶσιν,
ἀθεώρητον ὡσαύτως
δογματίζουσιν ὑπάρχειν,
(279) προβαλλόμενοι τό ῥῆμα
τοῦ ὑπερηγαπημένου
μαθητοῦ σου Ἰωάννου
λέγοντος˙ Θεόν οὐδέπω
ἑωράκει τις ἀνθρώπων.
Ναί, Χριστέ μου, λέξον τάχος,
ἵνα μή τοῖς ἀσυνέτοις
ἔγωγε δόξω ληρεῖν.
Γράφε, εἶπεν, ἅπερ λέγω,
γράφε καί μή κατοκνήσῃς.
Ἦ Θεός ἐγώ πρό πάντων
ἡμερῶν, ὡρῶν καί χρόνων,
ἀλλά καί αἰώνων πάντων
καί τῶν ὁρωμένων πάντων
νοουμένων τε κτισμάτων.
Ἤμην ὑπέρ νοῦν καί λόγον,
ὑπέρ ἔννοιάν τε πᾶσαν
μόνος μετά μόνου μόνος,
καί οὐδέν τῶν ὁρωμένων,
ἀλλ᾿ οὐδέ τῶν ἀοράτων
ἦν πρό τοῦ γενέσθαι ὄντως.
Μόνος ἄκτιστος ἐγώ
σύν Πατρί καί Πνεύματί μου
μόνος ἄναρχος ὑπάρχω
ἐξ ἀνάρχου τοῦ Πατρός μου˙
ἀγγέλων δέ οὐδείς οὐδέπω,
ἀλλ᾿ οὐδέ τῶν ἀρχαγγέλων,
οὐ τῶν ἄλλων τε ταγμάτων
εἶδέ μου ποτέ τήν φύσιν
οὐδ᾿ αὐτόν ἐμέ τόν κτίστην
ὅλον, οἷόσπερ τυγχάνω.
(280) Μόνην δέ ἀκτῖνα δόξης
καί ἀπόρροιαν φωτός μου
καθορῶσι καί θεοῦνται.
Ὡς γάρ ἔσοπτρον ἡλίου
τάς ἀκτῖνας δεδεγμένον
ἤ κρυστάλλινος ὡς λίθος
ἐλλαμφθείς ἐν μεσημβρίᾳ,
οὕτως δέχονται ἀκτῖνας
τῆς θεότητός μου πάντες.
Ὅλον δέ με κατιδέσθαι
οὔπω τις κατηξιώθη,
οὐκ ἀγγέλων, οὐκ ἄνθρώπων,
οὐ δυνάμεων ἁγίων.
Ἔξω γάρ εἰμι τῶν πάντων
καί ἀόρατος τοῖς πᾶσιν,
οὐ φθονῶν δέ τούτοις πάντως,
ὅπως μή με καθορῶσιν,
οὐδ᾿ ὡς ἀκαλλής ὑπάρχων
κρύπτομαι τοῦ μή φανῆναι,
ἀλλά ἄξιος οὐδείς μου
τῆς θεότητος εὑρέθη,
οὐδέ γέγονε τοῦ κτίστου
ἰσοδύναμον τό κτίσμα.
Τοῦτο γάρ οὐδέ συμφέρει˙
μικράν δ᾿ ὁρῶντες ἀπαυγήν
ὄντως εἶναί με μυοῦνται
καί γινώσκουσι Θεόν με
τόν αὐτούς παραγαγόντα,
καί ἐκπλήξει με καί φόβῳ
ἀνυμνοῦντες λειτουργοῦσιν.
Οὐκ ἐνδέχεται Θεόν γάρ
ἄλλον φύσει παραχθῆναι
(281) ἰσοδύναμον τοῦ κτίστου
οὐδ᾿ ὁμοφυῆ ἐκείνου,
οὐδέ δυνατόν γάρ ὅλως
ὁμοούσιον τοῦ κτίστου
τό κτιζόμενον γενέσθαι.
Τῷ ἀκτίστῳ τό κτιστόν γάρ
πῶς ποτε ἐξισωθείη;
Τοῦ ἀεί ὡσαύτως ὄντος
καί ἀνάρχου καί ἀκτίστου
τά κτιζόμενα ἐλάττω˙
καί γάρ εἶναι μαρτυρήσεις
καί τοσοῦτον διαφέρειν,
ὅσον ἅμαξα καί πρίων
τοῦ αὐτά τεκτηναμένου.
Πῶς οὖν ἅμαξα τόν ταύτην
τεκτηνάμενον ἐκμάθοι;
Πῶς δέ πρίων τόν κινοῦντα
ἐπιγνώσεται, εἰπέ μοι,
εἰ μή τούτοις δώσει γνῶσιν,
εἰ μή ὅρασιν ἐνθείη
ὁ αὐτά κατασκευάσας,
ὅ ἀδύνατον ὑπάρχει
τοῦτο πᾶσι τοῖς κτισθεῖσιν;
Οὐδείς ἀνθρώπων ὅλως οὖν,
οὐδείς καί τῶν ἀγγέλων
τοῦ διδόναι πνεῦμα ἄλλοις
ἔλαβε τήν ἐξουσίαν
ἤ ζωήν αὐτοῖς παρέχειν,
ὁ δέ Κύριος τῶν πάντων
ἔχων ἐξουσίαν μόνος,
μόνος ἔχων δυναστείαν,
(282) ὡς πηγή ζωῆς ὑπάρχων
ἔμψυχα παράγει ζῷα,
οἷα πάντως καί θελήσει,
καί χαρίζεται ἑκάστῳ
ὡς τεχνίτης, ὡς δεσπότης,
ὅσα βούλεται καί θέλει,
ᾧ ἡ δόξα καί τό κράτος
νῦν, ἀεί καί εἰς αἰῶνας τῶν αἰώνων,
ἀμήν.

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω: