ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ   ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου |Διακονία | Εορτολόγιο | Πολυμέσα

 

πίσω


Ύμνοι επιστολαί

Ο πίναξ των θείων ερώτων

Ευχή μυστική

Α' - Ε'

ΣΤ' - Ι'

ΙΑ' - ΙΕ'

ΙΣΤ' - Κ'

ΚΑ' - ΚΕ'

ΚΣΤ' - Λ

ΛΑ' - ΛΕ'

ΛΣΤ' - Μ

ΜΑ' - ΜΕ

ΜΣΤ' - Ν'

ΝΑ' - ΝΕ'

ΝΣΤ' - ΝΗ'

Επιστολή Α'

Επιστολή Β'

Επιστολή προς Στέφανο Νικομηδείας

Επιστολή προς Νικήτα Σταθάτο

Μστ'.
Ἐξομολόγησις εὐχῇ συνημμένη˙ καί περί συναφείας Πνεύματος Ἁγίου καί ἀπαθείας. (343)

 
Ἐμάκρυνα, φιλάνθρωπε, ηὐλίσθην ἐν ἐρήμῳ
καί ἀπεκρύβην ἀπό σοῦ, τοῦ γλυκέος Δεσπότου˙
ὑπό τήν νύκτα γεγονώς τῆς τοῦ βίου μερίμνης
πολλά ἐκεῖθεν δήγματα καί τραύματα ὑπέστην,
πολλάς πληγάς ἐπανελθών φέρω ἐν τῇ ψυχῇ μου
καί κράζω ἐν ὀδύνῃ μου καί πόνῳ τῆς καρδίας˙
Ἐλέησον, οἰκτείρησον ἐμέ τόν παραβάτην!
Ὦ ἰατρέ φιλόψυχε καί φιλοικτίρμον μόνε,
ὁ δωρεάν τούς ἀσθενεῖς καί τετραυματισμένους
ἰώμενος, ἰάτρευσον μώλωπας, τραύματά μου.
Στάλαξόν σου τό ἔλαιον τῆς χάριτος, Θεέ μου,
καί τάς πληγάς μου ἄλειψον, ἐξάλειψον τά ἕλκη,
συνούλωσον καί σύσφιγξον τά παραλελυμένα
μέλη μου καί ἀφάνισον τάς οὐλάς πάσας, Σῶτερ,
καί τέλεον ὑγίωσον ὅλον με ὡς τό πρῴην,
ὅτε οὐκ ἦν μοι μολυσμός, ὅτε οὐκ ἦν μοι μώλωψ,
οὐδέ πληγή φλεγμαίνουσα, οὐ κηλίς, ὦ Θεέ μου,
ἀλλά γαλήνη καί χαρά, εἰρήνη καί πρᾳότης,
ἁγία τε ταπείνωσις καί ἡ μακροθυμία,
ὑπομονῆς ὁ φωτισμός καί τῶν καλλίστων ἔργων˙
ὑπομονή καί δύναμις ἀήττητος εἰς ἅπαν.
(344) Ἐξ οὗ πολλή παράκλησις δακρύων καθ᾿ ἑκάστην,
ἐξ οὗ ἡ ἀγαλλίασις ἐν τῇ ἐμῇ καρδίᾳ,
ὥσπερ πηγή ἀνέβρυεν, ἔρρεεν ἀενάως
καί ῥεῖθρον ἦν μελισταγές, εὐφροσύνης τε πόμα,
διηνεκῶς στρεφόμενον ἐν στόματι νοός μου.
Ὅθεν ὑγιεία ἅπασα, ὅθεν ἡ καθαρότης,
ὅθεν ἡ ῥύψις τῶν παθῶν καί λογισμῶν ματαίων,
ὅθεν ἡ ἀστραπήμορφος ἀπάθεια συνῆν μοι
καί συνεγίνετο ἀεί – πνευματικῶς μοι νόει
ὁ ταῦτα διερχόμενος, μή μολυνθῇς ἀθλίως -
ἄφατον ἐμποιοῦσά μοι ἡδονήν συνουσίας
καί γάμου πόθον ἄπειρον, ἑνώσεως ἐνθέου,
ἐξ ἧς κἀγώ μεταλαβών ἀπαθής ἐγενόμην,
ἐκπυρωθείς τῇ ἡδονῇ, φλεχθείς αὐτῆς τῷ πόθῳ
καί τοῦ φωτός μετέσχηκα, ναί, καί φῶς ἐγενόμην,
πάθους παντός ἀνώτερος, ἐκτός κακίας πάσης.
Οὐ γάρ προσψαύει τῷ φωτί τῆς ἀπαθείας πάθος
ὡς οὐδ᾿ ἡλίῳ ἡ σκιά ἤ τῆς νυκτός τό σκότος.
Τοιοῦτος οὖν γενόμενος, τοιοῦτός τε ὑπάρχων
ὑπεχαυνώθην, Δέσποτα, ὡς ἐμαυτόν θαρρήσας,
μερίμνῃ ὑπεσύρην τε τῶν αἰσθητῶν πραγμάτων,
φροντίδι τε βιωτικῶν κατέπεσα, ὁ τάλας,
καί ψυχρανθείς ὡς σίδηρος μελανός ἐγενόμην
καί ἐγχρονίσας κείμενος ἰόν προσελαβόμην.
Καί διά τοῦτό σοι βοῶ πάλιν καθαρισθῆναι
αἰτούμενος, φιλάνθρωπε, καί εἰς τό πρῴην κάλλος
ἀνενεχθῆναι καί τοῦ σοῦ φωτός καταπολαῦσαι
νῦν τε καί ἀεί καί εἰς πάντας τούς αἰῶνας,
ἀμήν.

***

ΜΖ'.
Περί νοητοῦ παραδείσου τηλαυγῆς θεωρία˙ καί περί τοῦ ἐν αὐτῷ ξύλου ζωῆς. (345)

 
Εὐλογητός εἶ, Κύριε, εὐλογητός εἶ, μόνε,
εὐλογητός εἶ, εὔσπλαγχνε, ὑπερευλογημένε,
ὁ δούς ἐν τῇ καρδίᾳ μου τό φῶς τῶν ἐντολῶν σου
καί ἐμφυτεύσας ἐν ἐμοί τό τῆς ζωῆς σου ξύλον
καί δείξας με παράδεισον ἄλλον ἐν ὁρωμένοις,
ἐν αἰσθητοῖς μέν νοητόν, νοητόν δ᾿ ἐν αἰσθήσει.
Συνήνωσας γάρ τῇ ψυχῇ ἄλλον Πνεῦμά σου Θεῖον,
ὅπερ καί ἐνεσκήνωσας ἐν τοῖς ἐμοῖς ἐγκάτοις˙
τοῦτο τό ξύλον τῆς ζωῆς ὄντως ὑπάρχει μόνον,
τοῦτο, ἐν ᾗπερ φυτευθῇ γῇ εἴτ᾿ οὖν ψυχῇ ἀνθρώπου
καί ἐν καρδίᾳ ῥιζωθῇ, παράδεισον δεικνύει
ταύτην εὐθύς λαμπρότατον, πᾶσι κεκοσμημένον
φυτοῖς ὡραίοις δένδροις τε καί καρποῖς διαφόροις,
πεποικιλμένον ἄνθεσι καί μυριπνόοις κρίνοις.
Ταῦτα δ᾿ εἰσί ταπείνωσις καί χαρά καί εἰρήνη,
πρᾳότης καί συμπάθεια, πένθος, ὄμβροι δακρύων
καί ξένη τέρψις ἐν αὐτοῖς, αἴγλη τῆς χάριτός σου
ἅπασιν ἐπιλάμπουσα τοῖς ἐν τῷ παραδείσῳ.
Σύ εἶ κρατήρ προχέων μοι ζωῆς τά νάματά σου,
καί λόγους θείας γνώσεως ἀφθόνως ἐμπαρέχεις.
Ἐπάν δέ σύ μή βουληθῇς, ἀλλ᾿ ἀντιλέγεις ταῦτα,
(346) ἄνους ἐγώ, ἀναίσθητος ὥσπερ λίθος τυγχάνω.
Ἡ σάλπιγξ ἄνευ πνεύματος οὐδέποτε ἠχήσει˙
οὕτω κἀγώ σου ἄνευθεν ὡς ἄψυχος ὑπάρχω.
Δίχα ψυχῆς ἀδύνατον ἐνεργεῖν τι τό σῶμα˙
οὕτως οὐ δύνατι ψυχή δίχα τοῦ Πνεύματός σου
κινεῖσθαι καί τάς ἐντολάς τάς σάς, Σῶτερ, φυλάττειν,
οὐδέ ὁρᾶν σε δύναται οὐδέ παρίστασθαί σοι,
οὐδέ ὑμνεῖν τήν δόξαν σου συνετῶς, ὦ Θεέ μου.
Διά τοῦτο οὖν σοι βοῶ καί διά τοῦτο κράζω˙
Ὀ ἄνω ὤν σύν τῷ Πατρί καί μεθ᾿ ἡμῶν τυγχάνων
οὐχ᾿ ὥς τινες λογίζονται, τῇ ἐνεργείᾳ μόνῃ,
οὐδ᾿ ὡς νομίζουσι πολλοί, τῷ θελήματι μόνῳ,
οὐδέ δυνάμει μόνῃ σου, ἀλλά καί τῇ οὐσίᾳ,
εἴπερ οὐσίαν ἐπί σοί τολμητέον τοῦ λέγειν
ἤ ἐννοεῖν, ἀθάνατε, ὑπερούσιε μόνε!
Εἰ γάρ ὑπάρχεις ἀληθῶς ἀνερμήνευτος ὅλως,
ἀόρατος, ἀπρόσιτος, ἀκατανόητός τε,
ἀναφής, ἀψηλάφητος, ἄληπτος ὅλως, Σῶτερ,
πῶς σε προσονομάσωμεν, πῶς δέ σε καί οὐσίαν
ποταπήν τε καί ὁποίαν τολμήσωμεν εἰπεῖν σε;
Ὄντως οὐδέν τῶν πάντων γάρ ὐπάρχεις, ὦ Θεέ μου,
ἀλλά τά πάντα ἔργα σά ἐξ οὐκ ὄντως παρήχθη˙
μόνος δ᾿ ὑπάρχεις ἄκτιστος, μόνος ἄναρχος, Σῶτερ,
Τριάς Ἁγία καί σεπτή, ὁ Θεός τῶν ἁπάντων,
καί φῶς παρέδειξας ἡμῖν δόξης σου τῆς ἀχράντου.
Αὐτό καί νῦν παράσχου μοι ἀδιάστατον, Σῶτερ,
δός μοι ἀεί σε δι᾿ αὐτοῦ ἐνοπτρίζεσθαι, Λόγε,
καί κάλλος τό ἀμήχανον καλῶς κατανοεῖν σου,
ὅπερ ἀκατανόητον παντάπασιν ὑπάρχον
ὑπερεκπλήττει μου τόν νοῦν, ἐξιστᾷ μου τάς φρένας
καί πῦρ ἐν τῇ καρδίᾳ μου σῆς ἀγάπης ἀνάπτει.
Τοῦτο δ᾿ ἀποτελούμενον εἰς φλόγα θείου πόθου
τρανοτέραν δεικνύει μοι τήν δόξαν σου, Θεέ μου.
Ἥν προσκυνῶν αἰτοῦμαί σε, Υἱέ Θεοῦ, παράσχου
(347) καί νῦν καί ἐν τῷ μέλλοντι ἀδιαδόχως ἕξειν
καί δι᾿ αὐτῆς σε τόν Θεόν καθορᾶν αἰωνίως.
Μή δός μοι δόξαν, Δέσποτα, ἐν κόσμῳ τήν ματαίαν,
μή πλοῦτον ἀπολλύμενον, μή τάλαντα χρυσίου,
μή θρόνου ὕψος, μή ἀρχήν τῶνδε τῶν φθειρομένων.
Τοῖς ταπεινοῖς με σύζευξον, τοῖς πτωχοῖς τε καί πρᾴοις,
ἵνα κἀγώ γενήσομαι καί ταπεινός καί πρᾷος,
καί τήν διακονίαν μου, εἰ μή πρός τό συμφέρον
καί πρός τήν σήν ἀρέσκειαν καί τήν σήν θεραπείαν
μετέρχομαι, εὐδόκησον ἐξεωθῆναι ταύτης
καί μόνας, Δέσποτα, θρηνεῖν τάς ἐμάς ἁμαρτίας,
τῆς κρίσεώς τε μεριμνᾶν τῆς δικαίας σου μόνης,
καί πῶς ἀπολογήσομαι πολλά σε παροργίσας.
Ναί, ὁ ποιμήν ὁ συμπαθής, ὁ ἀγαθός καί πρᾷος,
ὁ θέλων πάντας τούς εἰς σέ πιστεύοντας σωθῆναι,
ἐλέησον, εἰσάκουσον δεήσεώς μου ταύτης˙
μή ὀργισθῇς, μή πρόσωπον ἀπ᾿ ἐμοῦ ἀποστρέψῃς,
ἀλλά τό σόν με δίδαξον θέλημα ἐκπληρῶσαι.
Οὐ γάρ ζητῶ τό θέλημα τό ἐμαυτοῦ γενέσθαι,
ἀλλά τό σόν, ἵνα καί σέ θεραπεύσω, οἰκτίρμον.
Ὁρκίζω σε, ἐλέησον, ὁ φύσει ἐλεήμων,
καί τό συμφέρον ποίησον ψυχῆς μου τῆς ἀθλίας,
ὅτι Θεός φιλάνθρωπος αὐτός ὑπάρχεις μόνος,
ἄκτιστος, ἀτελεύτητος, παντοδύναμος ὄντως,
πάντων ζωή καί πάντων φῶς τῶν σέ ἀγαπησάντων
καί παρά σοῦ, φιλάνθρωπε, λίαν ἀγαπωμένων.
Οἷς με συντάξαις, Δέσποτα, καί δόξης σου τῆς θείας
ἀποτελέσαις κοινωνόν τε καί συγκληρονόμον˙
σοί γάρ ἡ δόξα, τῷ Πατρί σύν Υἱῷ συνανάρχῳ,
καί Θείῳ πρέπει Πνεύματι εἰς αἰῶνας αἰώνων,
ἀμήν.

***

ΜΗ'.
Ὅτι δόξα καί τιμή ἐστι παντί ἀνθρώπῳ ὑβριζομένῳ καί πάσχοντι κακῶς διά Θεοῦ ἐντολήν ἡ ὑπέρ αὐτῆς τῆς ἐντολῆς τοῦ Θεοῦ ἀτιμία˙ καί διάλογος πρός τήν ἰδίαν ψυχήν, διδάσκων τόν ἀκένωτον πλοῦτον τοῦ Πνεύματος. (348)
 
Δός μοι τήν αἴσθησιν, Χριστέ, ἥν ἅπαξ ἐδωρήσω,
σκέπασον ταύτῃ με, Σωτήρ, κρύψον ἐντός με ὅλον
καί μή ἐάσῃς αἴσθησιν ἐγγίζειν μοι τοῦ κόσμου,
μή ἔνδοθεν εἰσέρχεσθαι, μή ὅλως με τριτρώσκειν,
τόν δοῦλόν σου τόν ταπεινόν, ὅν ἠλέησας μόνος.
Τῇ γάρ μερίμνῃ τῇ καλῇ αἴφνης ἐπεισπεσοῦσα
ἡ αἴσθησις ἡ κοσμική κακάς ἐπιθυμίας
εὐθέως ἐνεποίησε ψυχῇ μου τῇ ἀθλίᾳ˙
δόξαν γάρ ὑποδείκνυσι, πλούτου ὑπομιμνῄσκει,
τοῖς βασιλεῦσί τε τῆς γῆς ἐγγίζειν ἐποτρύνει
ὡς εὐτυχίαν λέγουσα εἶναι τοῦτο μεγάλην.
Ἐκ τούτων οὖν τῶν λογισμῶν, ὥσπερ ὑπό ἀνέμου
ἀσκός ὀγκοῦται καί τό πῦρ ἀνάπτεται εἰς φλόγα,
οὕτως ἐκείνη ἡ ψυχή φυσωμένη ὀγκοῦται
καί διατείνεται σφοδρῶς ἐπιθυμίᾳ δόξης,
πλούτου τε καί ἀνέσεως τῶν κάτω συρομένων,
ἐφίεται δοξάζεσθαι σύν τοῖς δοξασμένοις,
περιφανής τε φαίνεσθαι σύν τοῖς περιφανέσι
καί πλοῦτον κτᾶσθαι σύν αὐτοῖς τοῖς τόν πλοῦτον κτωμένοις,
ἥνπερ ἐδόξασας αὐτός φωτί σου τῷ ἀρρήτῳ,
ἥνπερ αὐτός ἐστόλισας δόξῃ σου τῇ ἀφράστῳ,
ἥνπερ αὐτός παρέδειξας λαμπρότητά σου θείαν.
(349) Ἡ αἴσθησις αἰχμάλωτον τόν νοῦν αὐτῆς λαβοῦσα
ὑποδεικνύει βασιλεῖς, ὑπομιμνῄσκει δόξης
καί πλοῦτον ὑποδείκνυσι τόν τοῦ παρόντος βίου,
ὀργᾶν πρός ταῦτά τε ποιεῖ τῇ ἐνθυμήσει μόνῃ.
Ὤ σκότους, ὤ πωρώσεως, ὤ λογισμῶν ματαίων,
προθέσεώς τε ῥυπαρᾶς καί ἀναισθήτου γνώμης,
ὅτι λιπών τά ἄρρητα καί ἄφθαρτα τοῦ βλέπειν
τά ἐπί γῆς λογίζομαι καί ταῦτα ἐνθυμοῦμαι!
Οὐ τελευτήσει βασιλεύς; Οὐχί παρέλθει δόξα;
Οὐ πλοῦτος σκορπισθήσεται ὥσπερ χνοῦς ὑπ᾿ ἀνέμου;
Οὐχί διαφθαρήσεται τά σώματα ἐν τάφοις
καί ἄλλοι κυριεύσουσι τῶν ἐν τῇ γῇ χρημάτων
καί μετ᾿ ἐκείνους ἕτεροι καί ἀπ᾿ἐκείνων ἄλλοι;
Καί τίνος, λέγε μοι, ψυχή, ὀ πλοῦτος ἐγεγόνει,
τίς δέ ἐν κόσμῳ ἴσχυσε μικρόν κερδῆσαι πρᾶγμα,
ἵν᾿ ὥσπερ ζῶν τε καί θανῶν μετ᾿ αὐτοῦ τοῦτο λάβῃ;
Πάντως οὐδένα οὐδαμῶς δεῖξαί μοι εὐπορήσεις,
εἰ μή τούς ἐλεήμονας, τούς μηδέν κτησαμένους,
ἀλλά τά πάντα ἐν χερσί τῶν πενήτων διδόντας.
Ἐκεῖνοι γάρ καί ἔχουσιν ἀσφαλῶς τά δοθέντα,
ἀφ᾿ οὗπερ καί δεδωκάσιν εἰς χεῖρας τοῦ Δεσπότου˙
οἱ δ᾿ ἄλλοι πάντες ὡς πτωχοί καί πτωχῶν πάντων χείρους
ὑπάρχουσιν, οἱ ἔχοντες ἀποκείμενον πλοῦτον˙
γυμνοί γάρ ὥσπερ πτώματα ῥίπτονται ἐν τοῖς τάφοις
καί τῶν παρόντων ἄθλιοι καί τῶν μελλόντων ξένοι.
Τί οὖν, ψυχή μου, ἐν αὐτοῖς καλόν ὁρῶσα τέρπῃ;
Ποῖον δέ τούτων ἄξιον κρίνεις ἐπιθυμεῖσθαι;
Πάντως οὐκ ἔχεις τί εἰπεῖν, πάντως οὐκ ἀποκρίνῃ.
Οὐαί τοῖς πλοῦτον ἔχουσιν ἐκτεθησαυρισμένον,
οὐαί τοῖς δόξαν θέλουσι λαμβάνειν ἐξ ἀνθρώπων,
οὐαί τοῖς παρενείρουσιν ἑαυτούς τοῖς πλουσίοις
(350) καί μή τήν δόξαν τοῦ Θεοῦ καί τόν ἐκείνου πλοῦτον
καί τό συνεῖναι μετ᾿ αὐτοῦ μόνον ἐπιθυμοῦσιν,
ὅτι ὁ κόσμος μάταιος, τά δ᾿ ἐν τῷ κόσμῳ πάντα
ματαιοτήτων ἔσονται, τά πάντα ματαιότης.
Διό καί παρελεύσονται, Θεός δέ ἔσται μόνος
αἰώνιος καί ἄφθαρτος εἰς ἀεί διαμένων,
καί σύν αὐτῷ δέ ἔσονται οἱ νῦν αὐτόν ζητοῦντες,
οἱ μόνον ἀγαπήσαντες ἐκεῖνον ἀντί πάντων.
Οὐαί δέ τότε τοῖς νυνί τόν κόσμον ἀγαπῶσιν,
ὅτι κατακριθήσονται ἐν αὐτῷ εἰς αἰῶνας.
Οὐαί, ψυχή, τοῖς θέλουσι τήν δόξαν τῶν ἀνθρώπων,
ὅτι τῆς δόξης τοῦ Θεοῦ ἀποστεροῦνται.
Οὐαί, ψυχή, τοῖς ἔχουσι τόν πλοῦτον συνηγμένον,
ὅτι ἐπιθυμήσουσιν ἐκεῖ τυχεῖν ῥανίδος.
Οὐαί, ψυχή, τοῖς ἔχουσιν ἐπ᾿ ἄνθρωπον ἐλπίδα,
ὅτι αὐτός τεθνήξεται καί σύν αὐτῷ ἐλπίδες,
καί τότε εὑρεθήσονται μή ἔχοντες ἐλπίδα.
Οὐαί, ψυχή, τοῖς ἔχουσιν ἀνάπαυσιν ἐνταῦθα,
ὅτι ἐκεῖθεν ἕξουσιν αἰώνιον τήν θλῖψιν.
Εἰπέ, ψυχή μου, τί λυπῇ, τί ζητεῖς τῶν ἐν βίῳ,
εἰπέ μοι, καί διδάξω σε ἑνός ἑκάστου χρείαν
καί μάθε καί διδάχθητι τό καλόν ἐν ἑκάστῳ.
Θέλεις, εἰπέ, δοξάζεσθαι, θέλεις καί ἐπαινεῖσθαι;
Ἄκουσον τοίνυν, τί τιμή, τί δέ καί ἀτιμία˙
τιμή τό πάντας μέν τιμᾶν, τόν Θεόν δέ πρό πάντων
καί τάς ἐκείνου ἐντολάς ἐπικτᾶσθαι ὡς πλοῦτον,
ὑβρίζεσθαί τε δι᾿ αὐτάς, δι᾿ αὐτάς λοιδορεῖσθαι
καί δι᾿ αὐτάς ὀνειδισμούς ὑποφέρειν παντοίους.
Ὅταν γάρ πράγματί τινι, ψυχή, ἐπιχειρήσῃς,
ἵνα τιμήσῃς τόν Θεόν, ἵνα αὐτόν δοξάσῃς
(351) καί διά τοῦτο ὑβρισθῇς καί ἐξουδενωθήσῃ,
τότε τιμῆς ἐπέτυχε καί δόξης τῆς ἑστώσης,
ὅτι ἡ δόξα τοῦ Θεοῦ ἐπί σε πάντως ἥξει.
Τότε σε καί οἱ ἄγγελοι ἐπαινέσουσι πάντες,
ὅτι ἐτίμησας Θεόν, ὅν ὑμνοῦσιν ἐκεῖνοι.
Θέλεις, ψυχή μου, κτήσασθαι ἱματισμόν καί πλοῦτον;
Ἄκουσον, ἄρτι δείξω σοι τόν αἰώνιον πλοῦτον˙
δάκρυσον, μετανόησον, καταφρόνησον πάντων,
γενοῦ πτωχή τῷ πνεύματι, γενοῦ καί τῇ καρδίᾳ,
γενοῦ ἀκτήμων χρήμασι, γενοῦ τοῦ κόσμου ξένη,
γενοῦ τῶν θελημάτων σου ἐχθρά τῶν ἐναντίων
καί μόνου τοῦ θελήματος γενοῦ τοῦ σοῦ Δεσπότου
καί ἀκολούθησον αὐτοῦ τοῖς ἴχνεσιν εὐτόνως.
Καί τότε σχολαιότερον βαδίσας ὁ Δεσπότης
θέλων καταληφθήσεται ὑπό σοῦ τῆς ἀθλίας˙
αὐτόν δ᾿ ἰδοῦσα βόησον καί κραύγασον μεγάλως,
αὐτός δ᾿ ἐπιστραφήσεται ὄμματι τῷ ἱλέῳ
καί βλέψει καί παράσχει σοι μικρόν αὐτόν ἰδέσθαι
καί πάλιν καταλείψει σε κρυβείς ἐξ ὀφθαλμῶν σου.
Τότε θρηνήσεις, τάλαινα, τότε κλαύσεις ἐμπόνως,
τότε αἰτήσεις θάνατον μή φέρουσα τόν πόνον,
μή στέγουσα τόν χωρισμόν τοῦ γλυκέος Δεσπότου.
Αὐτός ἐξαποροῦσαν δέ ὁ ἀγαθός ἰδών σε
καί σφοδρῶς ἐπιμένουσαν τῷ κλαυθμῷ καί τῇ λύπῃ
πάλιν αἴφνης φανήσεται, πάλιν σε καταυγάσει,
πάλιν καθυποδείξει σοι τόν ἀκένωτον πλοῦτον,
τήν δόξαν τήν ἀμάραντον τοῦ πατρικοῦ προσώπου,
καί εὐφρανεῖ σε ὡς τόν πρίν καί χαρᾶς σε ἐμπλήσει
καί οὕτω καταλείψει σε τῆς χαρᾶς πεπλησμένην.
Κατά μικρόν δέ ἡ χαρά τοῖς ἐκ τοῦ κόσμου λόγοις
καί λογισμοῖς ἐκλείψει σε καί προσέσται σοι λύπη,
(352) καί οὕτω πάλιν ὡς τό πρίν ἔσῃ σφοδρῶς θρηνοῦσα
καί κοκυτῷ κραυγάζουσα κἀκεῖνον ἐκζητοῦσα,
τόν εὐφροσύνην πάροχον, τόν τῆς χαρᾶς δοτῆρα,
τόν πλοῦτον τόν ἱστάμενον καί ἀεί ὄντως ὄντα.
Οὕτω σου τήν προαίρεσιν δοκιμάζοντος βλέπε,
μή ἀποκάμῃς, ὦ ψυχή, μή στραφῇς εἰς τοὐπίσω,
μή εἴπῃς˙ Μέχρι πότε μοι ἄληπτος οὕτως ἔσται;
Μή εἴπῃς˙ Τί φαινόμενος εὐθύς κρύπτετααι πάλιν
καί ἕως πότε κόπους μοι οὐκ ἐλεεῖ παρέχειν;
Μή εἴπῃς˙ Πῶς δέ δύναμαι κοπιᾶν μέχρι τέλους;
καί κατοκνήσῃς, ὦ ψυχή, ἐκζητεῖν τόν Δεσπότην,
ἀλλ᾿ ὡς πρός θάνατον σαυτήν ἅπαξ, ψυχή, ἐκδοῦσα
μή ψηλαφήσῃς ἄνεσιν, μή ἐκζητήσῃς δόξαν,
μηδέ τρυφήν τοῦ σώματος, μή συγγενῶν φιλίαν,
μή περιβλέψῃ δεξιᾷ, μή εὐωνύμᾳ ὅλως,
ἀλλ᾿ ὡς ἐνήρξω, μᾶλλον δέ θερμοτέρως δραμοῦσα
σπεῦσον ἀεί καταλαβεῖν, δράξασθαι τοῦ Δεσπότου.
Κἄν μυριάκις ἄφαντος, τοσαυτάκις φανής σοι
γένηται, καί ὁ ἄληπτος οὕτως ἔσται ληπτός σοι,
μυριοντάκις, μᾶλλον δέ ἕως πνέεις ὅλως,
προθυμοτέρως ζήτησον καί πρός ἐκεῖνον δράμε.
Καί γάρ οὐ καταλείψει σε, οὐκ ἐπιλήσεταί σου,
κατά μικρόν δέ μάλιστα ἐπί πλεῖον φανεῖται
καί συχνοτέρως σοι, ψυχή, συνέσται ὁ Δεσπότης
καί καθαρθεῖσαν τέλεον τοῦ φωτός τῇ ἐλλάμψει
ὅλος αὐτός ἐλεύσεται, αὐτός ἐγκατοικήσει,
αὐτός καί ἔσται μετά σοῦ ὁ τόν κόσμον ποιήσας,
καί πλοῦτον ἕξεις ἀληθῆ ὅν ὁ κόσμος οὐκ ἔχει,
ἀλλ᾿ οὐρανός καί οἱ ἐκεῖ ἐναπογεγραμμένοι.
Εἰ οὕτω σοι γενήσεται, εἰπέ, τί πλέον θέλεις;
Εἰπέ, ψυχή ἀχάριστε, εἰπέ, ψυχή ἀγνῶμον,
(353) εἰπέ, ψυχή μου ταπεινή, τί τούτων μεῖζον ἔστιν
ἐν οὐρανοῖς εἴτ᾿ ἐν τῇ γῇ, ἵν᾿ ἐκεῖνο ζητήσῃς;
Τοῦ οὐρανοῦ ὁ ποιητής καί τῆς γῆς ὁ Δεσπότης
καί πάντων τῶν ἐν οὐρανῷ καί πάντων τῶν ἐκ κόσμῳ
κτίστης, κριτής καί βασιλεύς αὐτός ὑπάρχων μόνος
ἐν σοί ὑπάρχει κατοικῶν, ὅλος δεικνύμενός σοι,
ὅλος ἐλλάμπων σε φωτί καί κάλλος ὑποφαίνων
τό τοῦ προσώπου, καί αὐτόν ἐκτυπώτερον βλέπειν
καί παρέχων σοι καί κοινωνόν δόξης σε τῆς ἰδίας
ἀπεργαζόμενος. Εἰπέ, τί τούτου μεῖζον ἄλλο;
Πάντως οὐδέν μοί προσερεῖς. Ἐγώ δέ πάλιν λέγω˙
Τοιαύτης δόξης, ὦ ψυχή, σύ καταξιωθεῖσα
τί ἔτι κέχηνας πρός γῆν, τί δέ θέλγῃ τοῖς ὧδε,
τί τοῖς φθαρτοῖς προστέτηκας τά ἄφθαρτα λαβοῦσα,
τί τοῖς παροῦσι πρόσκεισαι τά μέλλοντα εὑροῦσα;
Ἐκεῖνα σπούδασον, ψυχή, διηνεκῶς κεκτῆσθαι,
ἐκείνοις ὅλην σεαυτήν προσκόλλησον, ψυχή μου,
ἵνα καί μετά θάνατον ἐν αὐτοῖς εὑρεθήσῃ
τοῖς αἰωνίοις ἀγαθοῖς, οἷς ἐντεῦθεν ἐκτήσω,
καί σύν αὐτοῖς τῷ ποιητῇ παραστῇς καί Δεσπότῃ
εὐφραινομένη σύν αὐτῷ εἰς αἰῶνας αἰώνων,
ἀμήν.

***

ΜΘ'.
Ὅτι ἔστιν ὅτε καί διά τῆς εἰς τόν πλησίον ἐπιμελείας καί διορθώσεως συγκατασπᾶσθαι τόν διδάσκαλον εἰς τήν ἑνοῦσαν ἐκείνῳ τοῦ πάθους ἀσθένειαν. (354)

Ἐλέησόν με, Κύριε, ἐλέησόν με, μόνε,
ὁ ἐκ νηπίας με, Σωτήρ, σκεπάσας ἡλικίας,
ὁ πάμπολλά μοι πταίσαντι, ἐν ἐπιγνώσει ὄντι,
οἰκείᾳ ἀγαθότητα ἅπαντα συμπαθήσας,
ὁ κόσμου με ῥυσάμενος τοῦ δεινοῦ καί ματαίου
καί συγγενῶν καί φίλων τε καί ἡδονῶν ἀτόπων
κἀνταῦθα ἀξιώσας με ὠς ἐν ὄρει καθίσαι
καί δείξας μοι τήν δόξαν σου τήν θαυμαστήν, Θεέ μου,
καί Πνεύματος ἐμπλήσας με τοῦ Θείου σου, Χριστέ μου,
καί φωτισμοῦ πνευματικοῦ ὅλον με ἐμφορήσας.
Αὐτός ἀμεταμέλητον τήν χάριν σου, Θεέ μου,
παράσχου μοι τῷ δούλῳ σου εἰς τέλος ὁλοκλήρως.
Μή ἀντανέλῃς, Δέσποτα, μή ἀποστρέψῃς, κτίστα,
μηδέ παρίδῃς ἅπαξ με πρό προσώπου σου στήσας
καί κατατάξας ἐν τοῖς σοῖς δούλοις με καί σφραγίσας
σφραγίδι σου τῆς χάριτος σόν με ἐπονομάσας.
Μή πάλιν ἀπορρίψῃς με, μή πάλιν ἀποκρύψῃς
τό φῶς τό τοῦ προσώπου σου, κἀμέ καλύψῃ σκότος
καί καταπίῃ ἄβυσσος καί σύσχῃ οὐρανός με,
ὅν ὑπεράνωθεν αὐτοῦ ἀνήγαγες, Σωτήρ μου,
καί σύν ἀγγέλοις, μᾶλλον δέ σύν σοί τῷ πάντων κτίστῃ
(355) συνεῖναι κατηξίωσας καί συναγάλλεσθαί σοι
καί βλέπειν τήν ἀσύγκριτον τοῦ σοῦ προσώπου δόξαν
τοῦ ἀπροσίτου τε φωτός εἰς κόρον ἀπολαύειν
καί χαίρειν καί εὐφραίνεσθαι ἄρρητον εὐφροσύνην
τῇ συνουσίᾳ, Δέσποτα, τῆς σῆς ἀφράστου αἴγλης.
Κατατρυφῶν δέ τοῦ φωτός ἐκείνου τοῦ ἀρρήτου
ἐσκίρτων, ἔχαιρον σύν σοί τῷ ποιητῇ καί πλάστῃ,
ἀμήχανον κατανοῶν κάλλος τοῦ σοῦ προσώπου.
Ἐπεί δέ πάλιν πρός τήν γῆν κατήγαγον τόν νοῦν μου,
πεφωτισμένος ὤν ἐν σοί, οὐκ ἔβλεπον τόν κόσμον
οὐδέ τά ὄντα πράγματα, Δέσποτα, ἐν τῷ κόσμῳ,
ἀλλ᾿ ὑπεράνω τῶν παθῶν καί μεριμνῶν ὑπῆρχον
καί πράγματι στροβούμενος καί τά κακά ἐλέγχων.
Οὐκ ἐκοινώνουν μέν τό πρίν κακίαις ἀνθρωπίναις˙
ὡς δ᾿ ἐγχρονίσας ἐν αὐτοῖς τά ἄλλων προεθέμην
καί φιλονείκοις, Δέσποτα, συναπήχθην ἀνδράσιν,
ἐλπίδι διορθώσεως μετέσχον τῆς κακίας
καί σκότους, οἴμοι, τῶν παθῶν μετέλαβον ἀφρόνως
καί κρατηθείς ὑπό θηρῶν ἀγρίων κινδυνεύω.
Ἄλλους ἐκσπᾶσαι θέλων γάρ λύμης γε τῆς ἐκείνων
αὐτός πρῶτος κατάβρωμα γέγονα τοῖς θηρίοις.
Ἀλλά προφθάσας οἴκτειρον, ἀλλά ταχύνας ῥῦσαι
τόν διά σέ, φιλάνθρωπε, ἐν τούτοις ἐμπεσόντα.
Κατά τήν σήν γάρ ἐντολήν τέθεικα, ἐλεῆμον,
ψυχήν τήν παναθλίαν μου ὑπέρ τῶν ἀδελφῶν μου˙
εἰ οὖν ἐτρώθην, δύνασαι ἰάσασθαί με, Σῶτερ,
εἰ ἐκρατήθην παρ᾿ ἐχθρῶν αἰχμάλωτος ὁ τάλας,
ἀλλά αὐτός ὡς δυνατόν καί ἰσχυρός εἰς ἅπαν
ἰσχύεις ἐκλυτρώσασθαι θελήματί σου μόνῳ˙
εἰ καί θηρίων στόμασι καί χερσί κατελήφθην,
ἀλλά φανέντος θνήξονται εὐθύς, ἐγώ δέ ζήσω.
(356) Ναί, ὁ πολύς ἐν οἰκτιρμοῖς, ἄφατος ἐν ἐλέει,
ἐλέησον, οἰκτείρησον ἐμέ τόν πεπτωκότα.
Κατῆλθον ἐν τῷ φρέατι ῥύσασθαι τόν πλησίον
καί συγκατέπεσα κἀγώ, δικαιοκρίτα Σῶτερ˙
μή με ἐάσῃς κείμενον εἰς τέλος ἐν τῷ βόθρῳ.
Ναί, οἶδα ὡς προσέταξας, πανοικτίρμον Θεέ μου,
ὅτι χρή πάντως ῥύεσθαι τόν ἀδελφόν θανάτου
καί ἁμαρτίας δήγματος, ἀλλ᾿ οὐ δι᾿ ἁμαρτίας
συναπολέσθαι μετ᾿ αὐτοῦ˙ ὅ πέπονθα ὁ τάλας
καί ῥᾳθυμήσας πέπτωκα ἐμαυτῷ γε θαρρήσας˙
ἀλλά κἀκεῖνον ῥύεσθαι καί ἐμαυτόν ὡσαύτως,
εἰ δέ μή, μένειν ἄνωθεν καί θρηνεῖν τόν πεσόντα
καί φεύγειν, ὅση δύναμις, τό πεσεῖν σύν ἐκείνῳ.
Ἀλλ᾿ οὖν καί νῦν ἀνάστησον, ἀνάγαγε τοῦ χάους
καί στῆσον ἐπί πέτραν με, Χριστέ, τῶν ἐντολῶν σου
καί δεῖξον πάλιν μοι τό φῶς, ὅ οὐ χωρεῖ ὁ κόσμος,
ἀλλ᾿ ἔξω κόσμου καί φωτός ὁρατοῦ καί ἀέρος
τοῦ αἰσθητοῦ καί οὐρανοῦ αἰσθητῶν τε ἁπάντων
ἀποτελεῖ γε τόν αὐτό, Σῶτέρ μου, καθορῶντα˙
εἴτε χωρίς τοῦ σώματος, εἴτε σύν τούτῳ ὅλως,
μή ἐπιστάμενος, Θεέ, κατά τήν τότε ὥραν,
δοκῶ δέ, ὥσπερ ἄϋλος φωστήρ ὑπάρχων τότε
τῷ κάλλει τε τοῦ νοητοῦ λαμπόμενος ἡλίου,
τό ἑαυτοῦ οὐ καθορᾶν ἰσχύει φῶς αἰσθήσει,
ἐκεῖνον μόνον δέ ὁρᾷ τόν ἄδυτον φωστῆρα
ἀμήχανον κατανοῶν κάλλος αὐτοῦ τῆς δόξης,
καί ἐκπληττόμενος σφοδρῶς καταμαθεῖν οὐκ ἔχει,
οὔτε κατανοήσασθαι τόν θεωρίας τρόπον,
τό πῶς ἤ ποῦ ὁ πανταχοῦ ἀνερμηνεύτως πέλων
ὁρᾶται, περιγράφεται, θέλων ἐν τοῖς ἁγίοις.
Τοῦτο δέ ἴσμεν ἅπαντες τῶν τοιούτων οἱ μύσται,
(357) ὅτι τοῦ κόσμου ἔξωθεν τότε ἐν ἀληθείᾳ
γινόμεθα καί μένομεν, ἄχρις αὐτό ὁρῶμεν,
καί πάλιν εὑρισκόμεθα ἐν σώματι καί κόσμῳ.
Μεμνημένοι δέ τῆς χαρᾶς καί τοῦ φωτός ἐκείνου
καί τῆς γλυκείας ἡδονῆς θρηνοῦμεν καί πενθοῦμεν,
ὥσπερ παιδίον νήπιον καθορῶν τήν μητέρα
καί μεμνημένον γάλακτος γλυκασμοῦ κλαυθμυρίζει,
ἕως ἐκείνου δράξηται καί εἰς κόρον θηλάσῃ.
Τοῦτο αἰτούμεθα καί νῦν, τοῦτό σε δυσωποῦμεν,
τοῦτο προσπίπτομεν λαβεῖν ἀναφαίρετον, Σῶτερ,
ὅπως καί νῦν τρεφώμεθα, πανοικτίρμον, ἐκ τούτου
τοῦ ἄρτου τοῦ ἐξ οὐρανοῦ νοητῶς κατιόντος
καί πᾶσι τοῖς μετέχουσι ζωῆς μεταδιδόντος,
καί ἀπιόντος, καί πρός σέ τήν πορείαν ποιοῦντες
συνοδοιπόρον ἕξωμεν, βοηθόν τε καί ῥύστην
καί σύν αὐτῷ καί δι᾿ αὐτοῦ προσαχθῶμέν σοι, Σῶτερ,
καί ἐν τῇ κρίσει τῇ φρικτῇ τάς ἡμῶν ἁμαρτίας
αὐτό σκεπάσῃ, Δέσποτα, τοῦ μή ἐκκαλυφθῆναι,
μηδέ φανῆναι ἅπασιν ἀγγέλοις καί ἀνθρώποις,
ἀλλά καί ἱμάτιον ἡμῖν γένηται λαμπροφόρον
καί δόξα καί διάδημα εἰς αἰῶνας αἰώνων,
ἀμήν.

***
 

Ν'.
Περί θεωρίας Θεοῦ καί θείων πραγμάτων καί Ἁγίου Πνεύματος παραδόξου ἐνεργείας˙ καί περί τῶν ἰδίων τῆς Ἁγίας καί ὁμοουσίου Τριάδος˙ καί ὅτι ὁ μή φθάσας εἰσελθεῖν εἰς τήν βασιλείαν τῶν οὐρανῶν οὐδέν ὠφεληθήσεται, κἄν ἐκτός γένηται τῶν τοῦ ᾅδυο κολάσεων. (358)
 
Τί τό ἐν ἐμοί παρά σοῦ εἰργασμένον,
ὦ τῶν πάντων αἴτιε Θεέ καί μέδον;
Τί γάρ καί εἴπω, τί δ᾿ ἄρα ἐννοήσω;
Μέγα μέν ἐμοί τό ὁρώμενον θαῦμα,
ἄγνωστον δ᾿ ἐστί καίἀόρατον πᾶσι.
Ποῖον τοῦτο, λέξον μοι; Πιστῶς ἐξείπω˙
σκότει καί σκιᾷ, αἰσθητοῖς καί αἰσθήσει,
κτίσει ἐνύλῳ, αἵματι καί σαρκί τε
κρατοῦμαι, συμπέρφυρμαι, Σῶτερ, ὁ τάλας.
Ἐν τούτοις δ᾿ ὄντα δυστυχῶς καί ἀθλίως
ἔκπληξις συνέχει με θέλοντα φράσαι˙
βλέπω νοερῶς˙ ποῦ, τί ἤ πῶς, οὐκ οἶδα.
Τό γάρ πῶς ἀνέκφραστόν ἐστιν εἰς ἅπαν,
τό δέ ποῦ γνωστόν καί ἄγνωστον δοκεῖ μοι˙
γνωστόν μέν, ὅτι ἐν ἐμοί καθορᾶται
καί μακρόθεν δείκνυται αὐτό γε πάλιν,
ἄγνωστον δ᾿ ὅμως ὡς κἀμέ συναπάγον
ἐν τῷ μηδαμοῦ μηδαμῶς ὅλως τόπῳ
καί τῶν αἰσθητῶν λήθην μοι ἐμπαρέχον
καί τῶν ὑλικῶν πάντων καί βλεπομένων
ἔξω με γυμνόν καί σώματος ἐξάγον.
(359) Τί οὖν ἐστι τό ἐνργοῦν μοι ταῦτα,
ὅπερ καί βλέπειν εἶπον; Εἰπεῖν οὐκ ἔχω.
Ὄμως ἄκουε καί συνήσεις τό πρᾶγμα˙
ἔστιν οὖν ἀκράτητον τοῖς πᾶσι πάντῃ,
ἔστι καί ληπτόν καί μεθεκτόν ἀξίοις,
μεταδοτικόν, συνημμένον ἀλήπτως,
ἥνωμένον τε καθαροῖς ἀσυγχύτως,
ἀνακεκραμμένον τε ἀμίκτῳ μίξει
ὅλον ὅλοις γε τοῖς ἀμέμπτως βιοῦσι.
Τοῦτο ἐν ἐμοί δίκην λαμπάδος φαίνει,
μᾶλλον δέ πρῶτον εἰς οὐρανούς ὁρᾶται
καί τῶν οὐρανῶν ἀμέτρως ὑπεράνω,
ἀμυδρῶς πάνυ ἀοράτως ὁρᾶται.
Ὅτε δέ ἐγώ ἐμπόνως ἐκζητήσω
καί ἐπιμόνως αἰτήσομαι τοῦ λάμψαι,
ἤ τρανότερον ἐκεῖσε καθορᾶται
κάμέ τῶν κάτω χωρίζει καί συνάπτει
τῇ ἐκείνου λαμπρότητι ἀρρήτως,
ἤ ἐντός μου δείκνυται ἀθρόον ὅλον,
φῶς σφαιροειδές, γαληνόν τε καί θεῖον,
ἄμορφον, ἀνείδεον μορφῇ ἀμόρφῳ,
ὁρώμενόν τε καί λαλοῦν πρός με ταῦτα˙
Τίς εἰς οὐρανούς εἶναί με περιγράφεις
κἀκεῖ τε ζητεῖς καί κατοικεῖν νομίζεις;
Τί με ἐπί γῆς εἶναι ὑπολαμβάνεις
καί μετά πάντων συνεῖναι διαγγέλλεις
καί πανταχοῦ με νομοθετεῖς ὑπάρχειν;
Τό οὖν πανταχοῦ μέγεθός μοι προσάπτει,
ἀμέγεθες δέ τό παράπαν ὑπάρχω˙
ὑπερμεγέθη γνῶθι γάρ μου τήν φύσιν.
Τό δ᾿ ἐπί τῆς γῆς περιγραφήν ἐμφαίνει,
πάντως δ᾿ ἀπερίγραπτος καθάπαξ πέλω.
(360) Τό δέ λέγειν σε συνεῖναί με τοῖς πᾶσιν,
ἄγνοιαν σαυτοῦ δήλην ποιεῖς τοῖς πᾶσι˙
συνεῖναι γάρ με τοῖς ἁγίοις ἀκούεις
αὐτόν ὅλον με οὐσίᾳ ἐν αἰσθήσει,
θεωρίᾳ τε, ἀλλά καί μετουσίᾳ,
σύν τῷ Πατρί μου καί Πνεύματι τῷ Θείῳ,
καί ἐπαναπαύεσθαι σαφῶς ἐν τούτοις.
Εἰ οὖν καθ᾿ ἕνα εἴπῃς ἡμᾶς συνεῖναι,
πολλούς ποιήσεις εἰς πολλούς μερισθέντας˙
εἰ ἕνα φράσῃς, πῶς ὁ εἷς καί καθ᾿ ἕνα,
μᾶλλον δέ ὁ εἷς πῶς καί ἄνω καί κάτω,
μετά δέ πάντων πῶς ὁ αὐτός συνέσται;
Τό πᾶν ὁ πληρῶν πῶς ἐν ἐνί οἰκήσει,
ὁ ὤν ἐν ἑνί πῶς καί τό πᾶν πληρώσει;
Ἄκουε μυστήρια Θεοῦ ἀφράστου,
ἄφραστα, παράδοξα καί πάντῃ ξένα˙
ἔστι μέν Θεός ἀληθῶς, ὄντως ἔστι,
τοῦτο εὐσεβεῖς πάντες ὁμολογοῦσιν,
οὐδέν δέ ἐστιν, ὧν ἡμεῖς ὅλως ἴσμεν,
ἀλλ᾿ οὐδ᾿ ἐξ ὧν ἄγγελοι ἴσασιν ἔστι,
κἀν τούτῳ οὐδέν ὁ Θεός ἐστι, λέγω,
τῶν παντων οὐδέν ὡς τῶν ἁπάντων κτίστης,
ἀλλ᾿ ὑπέρ τό πᾶν. Τίς γάρ ἄν εἴποι
τί ἐστι Θεός, ἵνα καί Ἔστιν, εἴπῃ,
τόδε τυχόν ἤ τόδε; Ἀγνοῶ ὅλως
ὁποῖος, ὁπόσος, ποταπός ἤ πηλίκος˙
ὁ οὖν ἀγνοῶν ἐγώ Θεόν, ὁποῖος
μορφήν, εἶδός τε, τό μέγεθος, τό κάλλος,
πῶς ἑρμηνεύσω τάς αὐτοῦ ἐνεργείας,
πῶς μέν ὁρᾶται ἀόρατος ὤν πᾶσι,
πῶς δέ σύνεστι τῇ κτιστῇ πάσῃ φύσει,
πῶς ἐγκατοικεῖ ἐν πᾶσι τοῖς ἁγίοις,
(361) πῶς πληροῖ τό πᾶν καί οὐδαμοῦ πληροῦται,
πῶς ὑπέρ τό πᾶν καί πανταχοῦ ὑπάρχει,
ταῦτα γάρ οὐδείς ὅλως εἰπεῖν ἰσχύσει.
Ἀλλ᾿, ὦ ἀνθρώπων ὅν οὐδείς ὅλως εἶδεν,
ὦ παμβασιλεῦ, ὑπερεύσπλαγχνε μόνε,
εὐχαριστῶ σοι ἐξ ὅλης μου καρδίας,
ὅτι οὐ παρεῖδές με ἐν σκότει κάτω
κείμενον, ἀλλ᾿ ἥψω μου χειρί σου θείᾳ,
ἥν ἰδών ἐγώ ἀνέστην εὐθύς χαίρων˙
ἔλαμπε καί γάρ φαιδρότερον ἡλίου.
Ἔσπευσα κρατῆσαί γε ταύτην, ὁ τάλας,
καί ἠφαντώθη εὐθύς ἐξ ὀφθαλμῶν μου,
καί πάλιν ὅλος ἐγενόμην ἐν σκότει.
Ἔπεσα πρός τοὔδαφος πενθῶν καί κλαίων,
κυλινδούμενος καί στενάζων ἐμπόνως,
ποθῶν ἰδεῖν σου πάλιν τήν θείαν χεῖρα.
Ἥπλωσας αὐτήν, ὤφθη μοι τρανοτέρως
καί περιπλακείς κατεφίλησα ταύτην˙
ὤ χρηστότητος καί πολλῆς εὐσπλαγχνίας!
Χεῖρα δέδωκεν ἀσπάσαθαι ὁ κτίστης
τήν συνέχουσαν τά σύμπαντα τῷ σθένει˙
ὤ χαρίσματος, ὤ δωρεᾶς ἀφράστου!
Πάλιν τε ταύτην συνέστειλεν ὁ πλάστης
πάντως δοκιμάζων μου τήν προθυμίαν,
εἰ ποθῶ ταύτην καί τόν ταύτης δοτῆρα,
εἰ καταφρονῶ πάντων καί προτιμῶμαι
ταύτην καί μένω ἐν τῇ ταύτης ἀγάπῃ.
Ἔλιπον εὐθύς κόσμον καί τά τοῦ κόσμου,
ἔμυσα πάσας ὁμοῦ καί τάς αἰσθήσεις,
ὀφθαλμούς, ὦτα, ῥῖνα, στόμα καί χείλη,
(362) πᾶσιν ἔθανον συγγενέσι καί φίλοις,
ναί, ὡς ἀληθῶς ἔθανον τῇ θελήσει,
καί μόνην ἐζήτησα Θεοῦ τήν χεῖρα˙
ἰδοῦσα δ᾿ αὕτη οὕτως ποιοήσαντά με,
ἥψατο λάθρα, χειρός ἐκράτησέ μου
καί ὡδήγει με μέσον τοῦ σκότους ὄντα.
Ἠσθανόμην οὖν καί χαίρων ἠκολούθουν,
ἔτρεχον σφοδρῶς ἐν νυκτί καί ἡμέρᾳ,
εὐτόνως ἐβάδιζον σύν προθυμίᾳ,
βαδίζων δ᾿ αὖθις ἀκίνητος ὑπῆρχον
καί τότε μᾶλλον προέκοπτον τοῖς πρόσω,
ὤ μυστηρίων, ὤ ἄθλων, ὤ βραβείων!
Οὕτω τρέχοντα τοῦ σταδίου ἐν μέσῳ
πέφθακεν ἡ χείρ ἀπορρήτως ἐκείνη,
τοῦ ἐμοῦ πρεσβεύσαντος πατρός ἁγίου,
καί τῆς ταλαίνης ἥψατο κεφαλῆς μου
καί δέδωκέ μοι τόν στέφανον τῆς νίκης,
αὕτη δέ μᾶλλον στέφανος γέγονέ μοι,
καί ταύτην βλέπων ἄφραστον εὐφροσύνην,
ἄφραστον χαράν, ἄφραστον θυμηδίαν
εἶχον - πῶς γάρ οὖ; - κόσμον ὅλον νικήσας
καί τόν τοῦ κόσμου ἄρχοντα καταισχύνας
ἀπό χειρός τε τοῦ Θεοῦ στέφος θεῖον,
μᾶλλον δέ αὐτήν τοῦ τῶν ὅλων Δεσπότου
λαβών - θαῦμα! - ἀντί στεφάνου χεῖρα,
ἤ ἐκλάμπουσα ἑωρᾶτο ἀΰλως,
ἀδιαλείπτως ἐμοί καί ἀνεσπέρως.
Αὔτη μοι μαζός προετείνετο ὥσπερ
καί θηλάζειν μοι γάλακτος ἀφθαρσίας
ὡς υἱῷ Θεοῦ πλουσίως ἐχορήγει,
ὤ γλυκύτητος, ὤ ἡδονῆς ἀφράστου!
Αὔτη καί ποτήριον πόματος θείου
(363) καί ἀθανάτου ῥείθρου ἐγένετό μοι.
Ἐξ οὗ μετασχών καί τροφῆς ἐνεπλήσθην
τῆς οὐρανίου, ἥνπερ ἄγγελοι μόνοι
τρέφονται καί ἄφθαρτοι διατηροῦνται,
φῶτα τοῦ πρώτου δεύτερα τῇ μεθέξει.
Οὕτω καί ἡμεῖς θείας καί ἀπορρήτου
φύσεως γεγόναμεν κοινωνοί πάντες,
τέκνα τοῦ Πατρός, ἀδελφοί τοῦ Χριστοῦ δέ,
Πνεύματι βαπτισθέντες τῷ Παναγίῳ˙
πάντως δ᾿ οὐ πάντες ἐπέγνωμεν τήν χάριν,
οὐ τήν ἔλλαμψιν, οὐ μέθεξιν, οὐδ᾿ ὅτι
οὕτως ἐγεννήθημεν, μόλις δέ τοῦτο
τῶν χιλίων εἷς εἴτε καί τῶν μυρίων
ἐν τῇ μυστικῇ ἐπέγνω θεωρίᾳ.
Οἱ δ᾿ ἄλλοι πάντες ἀμβλωθρίδια τέκνα
τόν γεννήσαντα ἑαυτούς ἀγνοῦντες˙
ὡς γάρ οἱ νεκροί ὕδατι βαπτισθέντες
εἴτε καί πυρί οὐκ αἰσθάνονται ὅλως,
οὕτως οὐδ᾿ οὖτοι νεκροί τῇ ἀπιστίᾳ
καί τῶν ἐντολῶν πέλοντες τῇ ἀργίᾳ
ἐλλιπεῖς οὐκ ἴσασιν, ὡς πεπόνθασι
τέρας φοβερόν, πίστιν πεπλανημένην,
δοκεῖν ἑαυτόν υἱόν τοῦ Θεοῦ εἶναι
καί μή γνωρίζειν τόν ἴδιον πατέρα.
Εἰ οὖν πίστει τοῦτον σύν γνωρίζειν λέγεις
καί πίστει υἱός Θεοῦ εἶναι νομίζεις,
ἔστω καί ἡ σάρκωσις τοῦ Θεοῦ πίστει,
καί μή ἔργῳ φῇς ἄνθρωπον γεγονέναι
μηδέ αἰσθητῶς αὐτόν ἀποτεχθῆναι.
Εἰ δέ γέγονεν υἱός ὄντως ἀνθρώπου,
υἱόν σε ποιεῖ τοῦ Θεοῦ πάντως ἔργῳ˙
(364) εἰ οὐ γέγονεν ἐν φαντασίᾳ σῶμα,
οὐδ᾿ ἡμεῖς πάντως ἐν ἐπινοίᾳ πνεῦμα,
ἀλλ᾿ ὡς ὑπῆρξε σάρξ ἀληθῶς ὁ Λόγος,
οὕτω καί ἡμᾶς μεταμορφοῖ ἀρρήτως
καί τέκνα ποιεῖ Θεοῦ ἐν ἀληθείᾳ.
Ἄτρεπτος θεότητι μείνας ὁ Λόγος
ἄνθρωπος ἐγένετο σαρκός προσλήψει,
ἄτρεπτον τόν ἄνθρωπον σαρκί ψυχῇ τε
τηρήσας πεποίηκεν θεόν με ὅλον,
προσέλαβέ μου τήν κατάκριτον σάρκα
καί θεότητα ὅλην ἐνέδυσέ με,
καί γάρ βαπτισθείς Χριστόν ἐνεδυσάμην
οὐχι αἰσθητῶς, νοητῶς δέ γε πάντως.
Καί πῶς οὐ θεός χάριτί τε καί θέσει,
αἰσθήσει καί γνώσει γε καί θεωρίᾳ,
ὁ τόν τοῦ Θεοῦ Υἱόν ἐνδεδυμένος;
Εἰ ἀγνοίᾳ γέγονεν ὁ Θεός Λόγος
ἄνθρωπος, κἀμέ ἐν ἀγνοίᾳ γενέσθαι
θεόν ὡς εἰκός ὑπονοεῖσθαι πρέπον.
Εἰ δ᾿ ἐν γνώσει, πράξει τε καί θεωρίᾳ
θεός ἄνθρωπος ἐχρημάτισεν ὅλος,
ὅλον με θεόν τῇ Θεοῦ κοοινωνίᾳ
ἐν αἰσθήσει καί γνώσει, οὐχί οὐσίᾳ, μετουσίᾳ δέ
γενέσθαι πάντως χρή φρονεῖν ὀρθοδόξως.
Ὥσπερ ἐγεννήθη γάρ Θεός ἀτρέπτως
ἄνθρωπος ἐν σώματι καί πᾶσιν ὤφθη,
οὕτως ἀφράστως, πνευματικῶς γεννᾷ με
καί ἄνθρωπον μένοντα θεόν ποιεῖ με˙
καί ὥσπερ ὁρώμενος σαρκί ἐκεῖνος
τό Θεός εἶναι ἠγνοεῖτο τοῖς ὄχλοις,
οὕτω καί ἡμεῖς, οἷον ἦμεν, τοῖς πᾶσιν
- θαῦμα! - βλεπόμενοι ἄνθρωποι πάντως
(365) τό, ὅπερ γεγόναμεν χάριτι θείᾳ,
οὐ πεφύκαμεν τοῖς πολλοῖς καθορᾶσθαι.
Μόνοις δ᾿ οἷς ὄμμα ψυχῆς κεκαθαρμένον
πρόσεστι, φαινόμεθα ὡς ἐν διόπτρᾳ,
τοῖς δ᾿ ἀκαθάρτοις ὁ Θεός, οὐδ᾿ ἡμεῖς γε
οὔθ᾿ ὁρώμεθα οὔθ᾿ ὅλως γεγενῆσθαι
τοιοῦτοί ποτε πιστεύομαθα πάντως.
Ἄπιστοι καί γάρ τῇ πίστει καί μόνῃ
προσεπερειδόμενοι χωρίς τῶν ἔργων˙
εἰ δ᾿ οὐκ ἄπιστοι, τέως νεκροί εἰς ἅπαν,
ὥσπερ ὁ θεῖος ἀπεφήνατο Παῦλος.
Μή ἀπιστήσῃς, ἐμοί δέ λέγε καί σοφῶς ἀποκρίνου.
Ποῖον ἐκ τούτων προτιμήσεις τῶν δύο˙
νεκράν γε πίστιν ἔργων ἐστερημένην
ἤ ἀπιστίαν τῆς πίστεως ἐν ἔργοις;
Πάντως ἐρεῖς μοι˙ Τίς τῶν ἔργων ἡ χάρις
πίστεως δίχα τῆς ὀρθῆς καί τελείας;
Κἀγω σοι πάλιν ἀντιφθέγξομαι˙ Τί δέ
ὄφελος τῆς πίστεως τῶν ἔργων δίχα;
Εἰ οὖν τά, ἅπερ προειρήκαμεν, γνῶναι
βούλει τε θεός κατά χάριν γενέσθαι,
οὐ λόγῳ, οὐ δοκήσει, οὐκ ἐπινοίᾳ,
οὐ μόνῃ πίστει ἐστερημένῃ ἔργου,
ἀλλά πείρᾳ, πράγματι καί θεωρίᾳ
νοερᾷ καί γνώσει τε μυστικωτάτῃ,
πρᾶξον ἅτινα ὁ Σωτήρ σοι προστάττει
- κἀκεῖνος ταῦτα διά σέ καθυπέστη-,
καί τότε ἴδοις φῶς λαμπρότατον φάναν,
ἀέρι ψυχῆς πάμπαν λελευκασμένῳ,
ἀΰλως τήν ἄϋλον σαφῶς οὐσίαν
ὅλην δι᾿ ὅλου ὄντως διϊκνουμένην,
ἐκ ταύτης δ᾿ ὅλον ὡς ἐν ὅλῳ τό σῶμα
(366) οὔσης καί αὐτῆς ψυχῆς τῆς ἀσωμάτου,
καί λάμψει τό σῶμά σου ὡς ἡ ψυχή σου,
ἡ ψυχή δ᾿ αὖθις ὡς ἡ λάμψασα χάρις
ἔσεται ἀστράπτουσα, Θεός καθάπερ.
Εἰ δ᾿ ἀποκνήσεις μιμήσασθαι τοῦ κτίστου
τήν ταπείνωσιν, τά πάθη καί τάς ὕβρεις
καί ὑποστῆναι ταῦτα οὐ καταδέξῃ,
εἴτε νοερῶς, αἰσθητῶς δέ γε μᾶλλον,
ἐναπελείφθης - ὤ τῆς ἀβελτηρίας! -
ἐν ζόφῳ καί ταρτάρῳ τοῦ σοῦ σαρκίου,
ὅ φθορά ἐστι - τί γάρ ὑπάρχει ἄλλο,
εἰ μή θάνατος ἐν ἀθανάτῳ σκεύει; -
ἐγκεκλεισμένος μενοῦνγε εἰς αἰῶνας,
πάντων ἀγαθῶν τῶν ἐν φωτί κἀυτοῦ δέ
τοῦ φωτός στερισκόμενος. Οὔπω γάρ λέγω
τό γε καί πυρί βρυγμῷ τῶν ὀδόντων,
κλαυθμῷ τε καί σκώληκι παραδοθῆναι,
ἀλλ᾿ ὡς ἐν πίθῳ τῷ σώματι οἰκῆσαι
μετά τήν ἀνάστασιν, ὡς καί πρό τούτου,
καί μηδαμόθεν ἔξωθεν ἀποβλέπειν
μηδέ φῶς ἐντός εἰσδέχεσθαι παράπαν,
ἀλλ᾿ οὕτω κεῖσθαι τῶν ἐνταῦθα ἡδέων
πάντων στερισκόμενον καί τῶν μελλόντων,
καθώς προεῖπον. Λέγε οὖν ὁ ἀκούων,
ὁ λέγων˙ Οὐ βούλομαι τῆς βασιλείας
τῆς ἀκηράτου ἔνδον γενέσθαι
οὐδ᾿ ἀπολαύειν τῶν ἀγαθῶν ἐκείνων,
ἀλλ᾿ἔξω μόνον τῆς κολάσεως εἶναι
καί πεῖραν πυρός μή λαβεῖν με κἄν ὅλως.
Τί σοι ὄφελος γενομένῳ, ὡς εἶπον;
Ἀπόκρινέ μοι, σοφώτατε, καί λέγε!
(367) Ἆρα λογίσῃ τιμωρίαν ἑτέραν
εἶναι μείζονα ἤ γενέσθαι ὅλως;
Ἄπαγε, καί γάρ ὡς μόνος ἐν βασάνοις
τότε καί εἶναι καί κολάζεσθαι φήσεις.
Εἰ γάρ καί εἴποις πνευματικόν τό σῶμα
τότε ἀπολήψεσθαι, καί πῶς ὡς πίθῳ
ἐναποκλεισθήσεται ψυχή ἐν τούτῳ;
Ἄκουσον, διδάχθητι, πῶς ἔσται τοῦτο!
Ὥσπερ ὁ σπόρος σπείρεται κατά γένος
- σίτου σοι λέγω καί κριθῆς καί τῶν ἄλλων -
καί κατά γένος αὖθις ἀναβλαστάνει,
οὕτω καί τά σώματα τῶν γε θνῃσκόντων
πίπτουσιν εἰς γῆν, οἷα τύχωσιν εἶναι.
Αἱ οὖν ἐξ αὐτῶν ψυχαί διαζευχθεῖσαι
ἐν τῇ μελλούσῃ τῶν νεκρῶν ἀναστάσει,
τούτων ἑκάστη κατ᾿ ἀξίαν εὑρίσκει
τό κατάλυμα φωτός ἤ σκότους πλῆρες.
Αἰ μέν καθαραί καί φωτός μετασχοῦσαι
καί ἀνάψασαι τάς ἑαυτῶν λαμπάδας
ἔσονται πάντως ἐν φωτί ἀνεσπέρῳ˙
αἱ δ᾿ ἀκάθαρτοι καί τυφλά τῆς καρδίας
ἔχουσαι τά ὄμματα καί σκότους πλήρεις,
πῶς ἄρα θεάσονται φέγγος τό θεῖον;
Εἴπῃς οὐδαμῶς˙ τούτων οὖν, εἰπέ μοι,
τίς δεομένων μετά πότμον ἀκούσει
καί διανοίξει ὀφθαλμούς τούτων, οἴμοι,
τῶν ἑκουσίως βλέψαι μή βουληθέντων
μηδέ ἀνάψαι τήν ψυχικήν λαμπάδα;
Σκότος οὖν ἐκδέξεται ἀφεγγές τούτους.
Τά σώματα δέ, ὡς εἴπομεν, ἐπίσης
φθείρονται καί σήπονται καί τῶν ἁγίων,
(368) ἀλλ᾿ ἐγείρονται, οἷα ταῦτα ἐσπάρη,
σῖτος καθαρός, σῖτος ἡγιασμένος,
τοῦ Ἁγίου Πνεύμτος ἅγια σκεύη˙
ὡς ὑπάρξαντα καθαρώτατα πάνυ
ἐξεγείρονται αὖθις δεδοξασμένα,
λάμποντα, ἀστράπτοντα, ὡς φῶς τό θεῖον.
Τούτοις ἐνοικήσασαι ψυχαί ἁγίων
ὑπέρ γε τόν ἥλιον λάμψουσι τότε
καί γενήσονται ὅμοιοι τοῦ Δεσπότου,
οὗτινος ἐτήρησαν τούς θείους νόμους.
Τῶν δ᾿ ἁμαρτωλῶν ἐξανίστανται αὖθις,
οἷα καί αὐτά ἐν τῇ γῇ κατεσπάρη
βορβορώδη, δύσοσμα, σαπρίας πλήρη,
σκεύη βέβηλα, ζιζάνια κακίας,
πάνυ ζοφώδη ὡς τά τοῦ σκότους ἔργα
πράξαντα καί ὄργανα κακῶν παντοίων
χρηματίσαντα τοῦ πονηροῦ σπορέως˙
ἐξανίστανται δ᾿ ἀθάνατα καί ταῦτα
καί πνευματικά, πλήν ἐοικότα σκότει.
Τούτοις οὖν ψυχαί ἄθλιαι ἑνωθεῖσαι,
ζοφώδεις αὗται καί ἀκάθαρτοι οὖσαι,
ὅμοιοι γενήσονται τῷ διαβόλῳ
ὡς τά ἐκείνου μιμησάμεναι ἔργα
καί τάς ἐκείνου τηρήσασαι προστάξεις,
μεθ᾿ οὗ καί ταχθήσονται πυρί ἀσβέστῳ,
τῷ σκότει καί ταρτάρῳ παραπεμφθεῖσαι,
μᾶλλον δέ αὗται κατά ἀναλογίαν
καταχθήσονται τοῦ βάρους, κατ᾿ ἀξίαν
τῶν ἁμαρτιῶν, ὧν ἕκαστος βαστάζει
κἀκεῖ διάξει εἰς αἰῶνας αἰώνων.
(369) Οἱ δέ ἅγιοι, ὥσπερ εἴπομεν, πάλιν
τῶν ἀρετῶν ἕκαστος πτεροῖς ἀρθέντες
εἰς ἀπάντησιν καί οὗτοι τοῦ Δεσπότου
ἀναβήσονται, ἕκαστος κατ᾿ἀξίαν˙
ὡς ἑαυτόν τις προευτρέπισε πάντως
ἐγγύθεν ἤ πόρρωθεν ἔσται τοῦ κτίστου,
συνέσται τ᾿ αὐτῷ εἰς ἀπείρους αἰῶνας
σκιρτῶν καί τερπόμενος ἄληκτον τέρψιν,
ἀμήν. 

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω: