ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ   ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου |Διακονία | Εορτολόγιο | Πολυμέσα

 

πίσω


Ύμνοι επιστολαί

Ο πίναξ των θείων ερώτων

Ευχή μυστική

Α' - Ε'

ΣΤ' - Ι'

ΙΑ' - ΙΕ'

ΙΣΤ' - Κ'

ΚΑ' - ΚΕ'

ΚΣΤ' - Λ

ΛΑ' - ΛΕ'

ΛΣΤ' - Μ

ΜΑ' - ΜΕ

ΜΣΤ' - Ν'

ΝΑ' - ΝΕ'

ΝΣΤ' - ΝΗ'

Επιστολή Α'

Επιστολή Β'

Επιστολή προς Στέφανο Νικομηδείας

Επιστολή προς Νικήτα Σταθάτο

Στ'. Τετράστιχα τοῦ αὐτοῦ τόν πρός Θεόν αὐτοῦ ἐντεῦθεν δεικνύοντα ἔρωτα. (57)
 

Πῶς καί πῦρ ὑπάρχεις βλύζον,
πῶς καί ὕδωρ εἶς δροσίζον,
πῶς καί καίεις καί γλυκαίνεις,
πῶς φθοράν ἐξαφανίζεις;
 
Πῶς θεούς ποιεῖς ἀνθρώπους,
πῶς τό σκότος φῶς ἐργάζῃ,
πῶς ἀνάγεις ἐκ τοῦ ᾅδου,
πῶς θνητούς ἐξαφθαρτίζεις;
 
Πῶς πρός φῶς τό σκότος ἕλκεις,
πῶς τήν νύκτα περιδράσσῃ,
πῶς καρδίαν περιλάμπεις,
πῶς με ὅλον μεταβάλλεις;
 
Πῶς ἑνοῦσαι τοῖς ἀνθρώποις,
πῶς υἱούς Θεοῦ ἐργάζῃ,
πῶς ἐκκαίεις σου τῷ πόθῳ,
πῶς τιτρώσκεις ἄνευ ξίφους;
 
Πῶς ἀνέχῃ, πῶς βαστάζεις,
πῶς εὐθύς οὐκ ἀποδίδως,
πῶς ὑπάρχων ἔξω πάντων
βλέπεις πάντων τά πρακτέα;
 
(58) Πῶς μακράν ἡμῶν τυγχάνων
καθορᾷς ἑκάστου πρᾶξιν;
Δός ὑπομονήν σοῖς δούλοις,
μή καλύψῃ τούτους θλῖψις!

***

Ζ'. Ἔντευξις τοῦ αὐτοῦ εἰς Θεόν˙ καί ὅπως Θεῷ συναπτόμενος καί δόξαν Θεοῦ ὁρῶν ἐν ἑαυτῷ ἐνεργοῦσαν ἐξεπλήττετο. (59)
 
Πῶς σε ἐντός μου προσκυνῶ, πῶς δέ μακράν σε βλέπω,
πῶς ἐν ἐμοί κατανοῶ, ἐν οὐρανῷ δ᾿ ὁρῶ σε;
Σύ μόνος οἶδας, ὁ ποιῶν ταῦτα καί λάμπων ὥσπερ
ἥλιος ἐν καρδίᾳ μου, τῇ ὑλικῇ, ἀΰλως.
Ὁ διαυγάσας μοι τό φῶς τῆς δόξης σου, Θεέ μου,
διά τοῦ ἀποστόλου σου καί μαθητοῦ καί δούλου,
τοῦ παναγίου Συμεών, αὐτός καί νῦν μοι λάμψον
καί δίδαξον ἐν Πνεύματι ὕμνους ἐκείνῳ ᾆσαι,
καινούς ὁμοῦ καί παλαιούς, θείους καί κεκρυμμένους,
ἵν᾿ ἐξ ἐμοῦ θαυμαστωθῇ ἡ γνῶσίς σου, Θεέ μου,
καί ἡ σοφία ἡ πολλή παραδειχθῇ μειζόνως˙
καί πάντες σε αἰνέσουσιν ἀκούσαντες, Χριστέ μου,
ὅτι καιναῖς ἐγώ λαλῶ γλώσσαις τῇ χάριτί σου.
Ἀμήν, γένοιτο, Κύριε, κατά τό θέλημά σου.
Ἐγώ πονῶ, ἐγώ ἀλγῶ τήν ταπεινήν ψυχήν μου,
ὅταν φανῇ ἐντός αὐτῆς λάμψαν τρανῶς τό φῶς σου˙
ὁ πόθος πόνος παρ᾿ ἐμοί καί καλεῖται καί ἔστιν.
Ἄλγος τῷ μή ἰσχύειν με ὅλον περιλαβεῖν σε
καί κορεσθῆναι, ὡς ποθῶ, ὑπάρχει μοι καί στένω˙
ὅμως ὅτι καί βλέπω σε, ἀρκετόν μοι καί τοῦτο
καί δόξα ἔσται καί χαρά καί στέφος βασιλείας,
(60) καί ὑπέρ πάντα τά τερπνά καί ποθεινά τοῦ κόσμου˙
τοῦτο καί τῶν ἀγγέλων με ὅμοιον ἀποδείξει,
ἴσως καί μείζοντα αὐτῶν, Δέσποτά μου, ποιήσει.
Εἰ γάρ ἀόρατος αὐτοῖς ὑπάρχεις τῇ οὐσίᾳ,
τῇ φύσει τε ἀπρόσιτος, ἐμοί δέ καθορᾶσαι,
πάντως καί τῇ τῆς φύσεώς σου μίγνυσαί μοι οὐσία˙
οὐ γάρ διΐσταται τά σά, οὐ τέμνονται δέ ὅλως,
ἀλλ᾿ ἡ φύσις οὐσία σου καί ἡ οὐσία φύσις.
Τῆς οὖν σαρκός σου μετασχών τῆς φύσεως μετέχω
καί τῆς οὐσίας ἀληθῶς τῆς σῆς μεταλαμβάνω,
συγκοινωνός θεότητος, ἀλλά καί κληρονόμος
γινόμενος ἐν σώματι, μείζων τῶν ἀσωμάτων
ὑπολαμβάνω, γίνομαι υἱός Θεοῦ, ὡς εἴπας,
οὐ πρός ἀγγέλους, πρός ἡμᾶς δέ, θεούς οὕτω καλέσας˙
Ἐγώ εἶπα˙ Θεοί ἐστε καί υἱοί Ὑψίστου πάντες.
Δόξα τῇ εὐσπλαγχνίᾳ σου καί τῇ οἰκονομίᾳ,
ὅτι ἄνθρωπος γέγονας Θεός ὤν κατά φύσιν,
ἀτρέπτως, ἀσυγχύτως τε μείνας τοῦτο κἀκεῖνο
καί θεόν με πεποίηκας, βροτόν ὄντα τήν φύσιν,
θέσει καί χάριτι τῇ σῇ διά τοῦ Πνεύματός σου
τά διεστῶτα ὡς Θεός παραδόξως ἑνώσας.

***

Η'. Τίσι Θεός ἐμφανίζεται καί τίνες ἐν ἕξει γίνονται τοῦ καλοῦ διά τῆς τῶν ἐντολῶν ἐργασίας. (61)
 
Πῶς βλέπεις κεκρυμμένος ὤν, πῶς ἐφορᾷς τά πάντα,
πῶς οὐχ ὁρᾶσαι παρ᾿ ἡμῶν, ἡμᾶς ὁρᾷς δέ πάντας;
Ἀλλ᾿ οὐχί πάντας, οὕς ὁρᾷς, καί γινώσκεις, Θεέ μου,
ἀλλά τούς ἀγαπῶντάς σε μόνους φιλῶν γινώσκεις
καί κατ᾿ ἐξαίρετον αὐτοῖς σεαυτόν ἐμφανίζεις˙
ἥλιος κεκρυμμένος ὤν πάσῃ βροτείᾳ φύσει
ἐξανατέλλεις ἐν τοῖς σοῖς, ὁρᾶσαι παρ᾿ ἐκείνων,
καί ἀνατέλλουσιν ἐν σοί οἱ πρίν ἐσκοτισμένοι
πόρνοι, μοιχοί καί ἄσωτοι, ἁμαρτωλοί, τελῶναι.
Μετανοοῦντες γίνονται υἱοί φωτός σου θείου˙
τό φῶς δέ φῶς πάντως γεννᾷ, φῶς οὖν καὐτοί τελοῦσι,
τέκνα Θεοῦ, ὡς γέγραπται, θεοί τε κατά χάριν.
Ὅσοι καλῶς φυλάξουσι τάς θείας ἐντολά σους,
ὅσοι κόσμον ἀρνήσονται τόν μάταιον καί πλάνον,
ὅσοι γονεῖς καί ἀδελφούς μισήσουσιν ἀμίσως,
ὡς ξένους ἡγησάμενοι τῷ βίῳ παροδίτας,
ὅσοι γυμνοί γενήσονται πλούτου τε καί χρημάτων
καί τήν προσπάθειαν αὐτῶν ἀρνήσονται εἰς ἅπαν,
ὅσοι τήν δόξαν τήν κενήν, ἀνθρώπων τούς ἐπαίνους,
ἀπό ψυχῆς βδελύξονται διά τήν τῶν ἄνω δόξαν,
(62) ὅσοι θέλημα ἴδιον ἐξέκοψαν τελείως
καί ὡς ἄκακα πρόβατα ἐγένοντο τοῖς ποιμέσιν,
ὅσοι νεκροί τῷ σώματι πρός πᾶσαν κακήν πρᾶξιν
γεγόνασιν ἱδρώσαντες εἰς ἀρετῶν τούς πόνους
καί μόνῳ τῷ θελήματι ζῶντες τοῦ κυβερνήτου,
ὑπακοῇ νεκρούμενοι, ζωούμενοί τε αὖθις,
ὅσοι τῷ φόβῳ τοῦ Θεοῦ καί μνήμῃ τοῦ θανάτου
καθ᾿ ἑκάστην δακρύουσι νύκτα τε καί ἡμέραν
καί νοερῶς προσπίπτουσι τοῖς ποσί τοῦ Δεσπότου
ἔλεος ἐξαιτούμενοι καί ἄφεσιν σφαλμάτων˙
οὗτοι ἐν ἕξει γίνονται τοῦ καλοῦ διά πάσης
τῆς ἐργασίας τῶν καλῶν θρηνοῦντες καθ᾿ ἑκάστην
καί ἐπιμόνως κρούοντες ἔλεος ἐπισπῶνται.
Οὗτοι δεήσεσι συχναῖς, φωναῖς τε ἀλαλήλοις
καί τῶν δακρύων ταῖς ῥοαῖς ψυχήν ἐκκαθαίρουσι˙
καθαιρομένην δέ αὐτήν βλέποντες οἱ τοιοῦτοι
πῦρ πόθου προσλαμβάνονται καί πῦρ ἐπιθυμίας,
τοῦ τέλεον θεάσασθαι ταύτην ἐκκαθαρθεῖσαν.
Ἐπεί δέ τέλος τοῦ φωτός εὑρεῖν ἀδυνατοῦσιν,
ἀτέλεστος ἡ κάθαρσις ὑπάρχει τοῖς τοιούτοις˙
ὅσον γάρ καθαρθήσομαι καί λαμπρυνθῶ, ὁ τάλας,
ὅσον δ᾿ ἄν καί ὀφθήσεται τό καθαῖρόν με Πνεῦμα,
ἀρχή μοι πάντοτε δοκεῖ καί καθαρμοῦ καί θέας.
Ἐν ἀορίστῳ γάρ βυθῷ, ἐν ἀμετρήτῳ ὕψει
τίς ἐφευρεῖν δυνήσεται μεσότητα ἤ τέλος;
Οἶδα, ὅτι πολύ ἐστι, τό δέ ποσόν οὐκ οἶδα˙
ἐπιθυμῶ τοῦ πλείονος καί πάντοτε στενάζω,
ὅτι ὀλίγον τό δοθέν, εἰ καί πολύ ἡγοῦμαι,
πρός τό ὑπονοούμενον μακρόθεν μου τυγχάνειν,
ὅπερ ὁρῶν ἐπιθυμῶ, καί δοκῶ μηδέν ἔχειν,
μή ὅλως αἰσθανόμενος τοῦ δοθέντος μοι πλούτου.
Ὅτι ὁρῶ τόν ἥλιον, οὐ λογίζομαι τοῦτο˙
(63) καί πῶς; Ἄκουσον, πίστευσον, ὅπερ ἐγώ πανθάνω˙
γλυκύς ἐστιν ὁ ἥλιος, ἀρρήτως ἐν αἰσθήσει
ἕλκων εἰς πόθον τήν ψυχήν ἀνέκφραστον καί θεῖον.
Ὁρῶσα αὕτη φλέγεται καί καίεται τῷ πόθῳ
καί ὅλον τό φαινόμενον κατασχεῖν ἔνδον ταύτης
θέλει, ἀλλά οὐ δύναται καί λυπεῖται ἐν τούτῳ
καί οὐ λογίζεται καλόν ἤ ὁρᾶν ἤ πανθάνειν.
Ὅτε οὖν ὁ ὁρώμενος ἀχώρητος ὤν πᾶσιν,
ἀπρόσιτος ἐπαληθῶς θελήσει ἐλεῆσαι
τήν τεθλιμμένην μου ψυχήν καί τεταπεινωμένην,
αἴφνης, οἷος ὁρᾶταί μοι πρό προσώπου ἐκλάμπων,
τοιοῦτος ὅλος ἐν ἐμοί ὁρᾶται ἐξαστράπτων
καί ὅλος ὅλης με χαρᾶς, πάσης ἐπιθυμίας
ἐμπιπλᾷ καί γλυκύτητος, τόν ταπεινόν, τῆς θείας˙
ἀθρόα ἡ μεταβολή, ἡ ἀλλοίωσις ξένη,
τό ἐν ἐμοί τελούμενον ἀνέκφραστον τυγχάνει.
Εἰ γάρ τοῦτον τόν ἥλιον, ὅνπερ πάντες ὁρῶμεν,
ἔνδον ἐν τῇ καρδίᾳ τις ἔβλεψε κατελθόντα
καί ὅλον ἐνοικήσαντα καί λάμποντα ὡσαύτως,
οὐχί νεκρός τῷ θαύματι καί ἄφωνος ὑπῆρξε,
καί πάντες ἐξεπλάγησαν οἱ τοῦτον κατιδόντες;
Ὁ δέ τόν τούτου ποιητήν ὁρῶν φωστῆρος δίκην
ἐντός αὐτοῦ ἐκλάμποντα, ἐνεργοῦντα, λαλοῦντα,
πῶς ἄν οὐκ ἐκπλαγήσεται βλέπων, πῶς ἄν οὐ φρίξει,
πῶς ἄν οὐκ ἀγαπήσειε τόν τήν ζωήν διδόντα;
Ἄνθρωποι τούς ὁμοίους αὐτοῖς ἀνθρώπους ἀγαπῶσιν,
ὅταν τῶν ἄλλων πλέον τι δοκῶσιν ὑπερέχειν˙
τόν δέ τῶν πάντων ποιητήν, τόν ἀθάνατον μόνον,
τόν πᾶσι πάντα δυνατόν τίς ἰδών οὐ ποθήσει;
Ἐξ ἀκοῆς πιστεύσαντες ἠγάπησαν οἱ πλείους
καί δι᾿ αὐτόν ἀπέθανον οἱ ἅγιοι καί ζῶσιν˙
οἱ δέ καί θέας τῆς αὐτοῦ καί φωτός μετασχόντες,
(64) γνωσθέντες καί γνωρίσαντες αὐτόν, πῶς μή ποθοῦσιν;
Εἰπέ, πῶς οὐ πενθήσουσι δι᾿ αὐτόν ἀενάως,
πῶς οὐ καταφρονήσουσι κόσμου καί τῶν ἐν κόσμῳ;
Πῶς δέ οὐκ ἀπαρνήσονται πᾶσαν τιμήν καί δόξαν,
ὑπέρ τήν δόξαν τήν ἐν γῇ, ὑπέρ πᾶσαν τιμήν δέ
γενόμενοι, τόν ἔξω γῆς, ἔξω τῶν ὁρωμένων πάντων,
μᾶλλον δέ τόν ποιήσαντα τά ὁρώμενα πάντα,
ναί δή καί τά ἀόρατα, ποθήσαντες Δεσπότην
καί δόξαν τήν ἀθάνατον εὑρόντες καί λαβόντες
καί ἔχοντες ἀνελλιπῶς πᾶν ἀγαθόν ἐκεῖθεν,
ἀλλά καί πᾶσαν ἔφεσιν, πᾶσαν ἐπιθυμίαν
τῶν αἰωνίων ἀγαθῶν, τῶν πραγμάτων τῶν θείων;
Ἐξ αὐτῆς κατεπλούτησαν πηγῆς τῆς ἀειζώου,
ἧς κορεσθῆναι, Δέσποτα, δός καί ἡμῖν πλουσίως
καί πᾶσι τοῖς ζητοῦσί σε καίποθοῦσιν ἐκθύμως,
ὡς ἄν τρυφήσωμεν καὐτοί μετά τῶν σῶν ἁγίων
τῶν αἰωνίων ἀγαθῶν εἰς αἰῶνας αἰώνων˙
ἀμήν.

***

Θ'. Ὅτι ὁ τοῦ Ἁγίου Πνεύματος μέτοχος γεγονώς ὑπό τοῦ φωτός καί τῆς δυνάμεως αὐτοῦ ἁρπαζόμενος ἐπάνω πάντων φέρεται τῶν παθῶν, μή βλαπτόμενος τῷ πλησιασμῷ ὑπ᾿ αὐτῶν. (65)
 
Αἴ, αἴ, Θεέ, Κύριε, παντοκράτορ!
Τίς χορτασθῇ σου τοῦ ἀοράτου κάλλους,
τίς ἐμπλησθῇ σου τῆς ἀκαταληψίας;
Τίς ἀξίως προρευθῇ τῶν ἐντολῶν σου
καί τό φῶς θεάσεται τοῦ σοῦ προσώπου
μέγα, θαυμαστόν, μή χωρούμενον ὅλως
ἐν τούτῳ τῷ βαρεῖ καί σκοτεινώδει κόσμῳ,
τό τόν ὁρῶντα ἀφαιρούμενον κόσμου
μετά σώματος, ὤ μυστηρίου ξένου!
Τίς ὁ τό τεῖχος παρελθών τῆς σαρκός αὐτοῦ,
τίς ὁ διαβάς τῆς φθορᾶς τό γνοφῶδες
καί κόσμον πάντα καταλείψας ἐκρύβη;
Βαβαί γνώσεως καί λόγων εὐτελείας!
Ποῦ γάρ ἐκρύβη ὁ τόν κόσμον περάσας
καί πάντων ἔξω γενόμενος, ὧν βλέπει;
Λέγε, σοφία σοφῶν ἠθετημένη,
ἵνα μή λέγω, Θεῷ μεμωραμένη,
ὡς φησί Παῦλος καί πᾶς τις Θεοῦ δοῦλος.
Οὗτος ἐπιθυμιῶν ἀνήρ τῶν τοῦ Πνεύματος,
οὗτος σώματι σώμασι πλησιάζων
(66) δύναται τῷ πνεύματι ἅγιος εἶναι˙
ἔξω γάρ κόσμου καί τῶν σωμάτων τούτων
οὐδέ ὄρεξίς ἐστι σαρκικοῦ πάθους,
ἀλλ᾿ ἀπαθείά τις. Ὁ ταύτην φιλήσας
καί ἐκ τοῦ φιλήματος ζωήν κερδήσας,
εἰ γάρ καί βλέπεις δῆθεν ἀσχημονοῦντα
καί πρός τήν πρᾶξιν ὥσπερ αὐτομολοῦντα,
νεκρόν τό σῶμα γίνωσκε τοῦτο πράττειν!
Οὐ λέγω δίχα ψυχῆς, δι᾿ ἧς κινεῖται,
ἀλλά τῆς κακῆς ἐκτός ἐπιθυμίας˙
ἡ γάρ ἡδονή τῆς καλῆς ἀπαθείας
καί τό ἐξ αὐτῆς φιλοῦν με φῶς ἀρρήτως
ὅλον μου τόν νοῦν ἐξιστῶν ἀφαρπάζει
καί γυμνόν αὐτόν κρατοῦν χειρί ἀΰλῳ
πεσεῖν οὐκ ἐᾷ τῆς αὐτοῦ με ἀγάπης
ἤ ἐννοῆσαι λογισμόν ἐμπαθείας,
ἀλλά κατασπάζεται ἀδιαλείπτως
καί τήν ψυχήν μου ὁ πόθος καταφλέγει
καί οὐκ ἔστιν ἐν ἐμοί αἴσθησις ἄλλη.
Ὅσῳ γάρ κόπρου καθαρώτατος ἄρτος
τιμιώτερος καί ἡδύτερος πέλει,
τοσούτῳ πλέον ἀσυγκρίτως τά ἄνω
ὑπέρ τά κάτω τοῖς καλῶς γεγευμένοις.
Καταισχύνθητι τῶν σοφῶν ἡ σοφία,
ἡ τῆς ὄντως γνώσεως ἐστερημένη!
Ἡ γάρ ἁπλότης τῶν ἡμετέρων λόγων
ἔργῳ κέκτηται τήν ἀληθῆ σοφίαν
Θεῷ πλησιάζουσα καί προσκυνοῦσα,
ἐξ οὗ πᾶσα δίδοται ζωῆς σοφία,
δι᾿ ἧς ἀναπλάττομαι ἤ καί θεοῦμια
Θεόν καθορῶν εἰς αἰῶνας αἰώνων˙
ἀμήν.

***

Ι'. Ὅτι ὁ θάνατος τῇ λύπῃ καί τῶν στερροτέρων καθάπτεται. (67)

Ἤκουσα πρᾶγμα ξένον καί πλῆρες θάμβους,
φύσιν ἄϋλον, τήν λίθου στερροτέραν,
ἶσον ἀδάμαντος καλουμένου παθοῦσαν,
ὅς μή μαλαχθείς ἤ πυρί ἤ σιδήρῳ
γέγονε κηρός ἐμπλεχθείς τῷ μολύβδῳ.
Ἄρτ᾿ ἐπίστευσα μικρόν ὕδατος ῥεῦμα
πέτρας τό στερρόν ἐγχρονίζον κοιλαίνειν
καί ὄντως οὐδέν ἄτρεπτον τῶν ἐν βίῳ.
Μηδείς μ᾿ ἐκ τοῦ νῦν ἀπατᾶν νομιζέτω!
Φεῦ τῷ βλέποντι τά φεύγοντα τοῦ βίου
ὡς κρατούμενα καί τερπομένῳ τούτοις!
Ταῦτα πείσεται, ἅπερ κἀγώ, ὁ τάλας.
Νύξ μ᾿ ἐχώρισεν ἀδελφοῦ γλυκυτάτου,
τό ἄτμητον φῶς τῆς ἀγάπης τεμοῦσα.  

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω στοιχεία. Για τους όρους προστασίας δεδομένων δείτε εδώ.