ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ   ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου |Διακονία | Εορτολόγιο | Πολυμέσα

 

πίσω


Προοίμιον

Περί του μεγάλου Γέροντος Βαρσανουφίου

Περί του Οσίου Ιωάννου, του προφήτου, του άλλου Γέροντος

Περί της Ψυχωφελεστάτης Βίβλου των Οσίων

Χειρόγραφα καί α' εκδοση της Βίβλου Βαρσανουφίου καί Ιωάννου

Είδησις προς τους αναγινώσκοντας την βίβλον ταύτην

Α'. ΑΠΟΚΡΙΣΕΙΣ ΠΡΟΣ ΤΟΝ ΑΒΒΑ ΙΩΑΝΝΗΝ ΤΗΣ ΜΗΡΩΣΑΒΗΣ

(α' - ιθ')

(κ' - λθ')

(μ' - νδ')

Β' ΑΠΟΚΡΙΣΕΙΣ ΠΡΟΣ ΤΟΥΣ ΓΕΡΟΝΤΕΣ ΑΒΡΑΑΜ, ΠΑΥΛΟ & ΘΕΟΔΩΡΟ.

(ν' - νθ')

Γ' ΑΠΟΚΡΙΣΕΙΣ ΠΡΟΣ ΗΣΥΧΑΣΤΕΣ ΠΑΤΕΡΕΣ

(ξθ' - οθ')

(π' - ρθ')

(ρι' - ρκθ')

(ρλ' - ρμα')

Δ' ΑΠΟΚΡΙΣΕΙΣ ΠΡΟΣ ΔΥΟ ΑΡΡΩΣΤΟΥΣ Δ' ΑΔΕΛΦΟΥΣ ΤΟΥ ΚΟΙΝΟΒΙΟΥ

(ρμβ' - ρν')

Ε' ΑΠΟΚΡΙΣΕΙΣ ΠΡΟΣ ΤΟΝ ΑΒΒΑ ΕΥΘΥΜΙΟ

(ρνα' - ρξζ')

ς' ΑΠΟΚΡΙΣΕΙΣ ΠΡΟΣ ΤΟΝ ΑΡΡΩΣΤΟ ΓΕΡΟΝΤΑ ΑΝΔΡΕΑ

(ρξη' - ροθ')

(ρπ' - ρπθ')

(σ' - σιη')

ΒΑΡΣΑΝΟΥΦΙΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ

ΚΕΙΜΕΝΑ

ΔΙΑΚΡΙΤΙΚΑ ΚΑΙ ΗΣΥΧΑΣΤΙΚΑ

(ΕΡΩΤΑΠΟΚΡΙΣΕΙΣ)

ΤΟΜΟΣ Α'

ΠΡΟΟΙΜΙΟΝ

Συγγραφέν ὑπό τοῦ Ἀγίου Νικοδήμου τοῦ Ἁγιορείτου Μερική διήγησις περί τοῦ βίου τῶν ὁσίων καί ἱερῶν συγγραφέων τῆς βίβλου, Βαρσανουφίου καί Ἰωάννου.

Φωστῆρε δύο κατά ταὐτόν, σήμερον διά τῆς Τυπογραφίας ἐν τῷ τῆς Οἰκουμένης ἀνατέλλουσι στερεώματι, Βαρσανούφιος καί Ἰωάννης, τῆς ἀσκήσεως οἱ κανόνες, τῆς ἡσυχίας οἱ ἐπιστήμονες, οἱ λύχνοι τῆς διακρίσεως, τῆς προοράσεως οἱ ἀκοίμητοι ὀφθαλμοί, τῶν ἀρετῶν τά ταμιεῖα, τοῦ ἁγίου Πνεύματος τά δοχεῖα καί τῆς παρούσης θεοσόφου καί Ψυχωφελεστάτης Βίβλου, οἱ θεοφόροι ἀληθῶς καί χριστοφόροι καί πνευματοφόροι Συγγραφεῖς καί Πατέρες καί Ἀρχιτέκτονες.

Οἱ φωστῆρες δέ οὗτοι, νοητοί ὄντες, καί λόγον ζωῆς ἐπέχοντες, κατά τόν Ἀπόστολον, οὐκ ἔχουσι τά τῶν αἰσθητῶν φωστήρων πάθη καί ἰδιώματα˙ ὄχι˙ ἐπειδή αὐτοί δέν βασιλεύουσί ποτε ὡσάν οἱ φαινόμενοι φωστῆρες, οὔτε ἐκλείπουσι˙ διότι καταυγαζόμενοι ἀπό τάς ἀκτινοβόλους ἀστραπάς τῆς τρισηλίου θεαρχίας, ἀβασίλευτον καί ἀνέκλειπτον ἔχουσι τό νοητόν φῶς. Καί τοῦτο βεβαιοῖ ἡ βασίλειος τῆς Ἐκκλησίας φωνή, ὁ μέγας, λέγω, καί οὐρανοφάντωρ Βασίλειος, οὕτω λέγων (παρά Ἰωσήφ τῷ Βρυεννίῳ, Τόμῳ β', σελ. 131). «Ἆθλον ἀρετῆς Θεόν γενέσθαι, καί τῷ ἀκραιφνεστάτῳ φωτί καταστράπτεσθαι (σελ.32) τῆς ἡμέρας ἐκείνης Υἱόν γενόμενον, ἤ οὐ διακόπτεται ζόφῳ˙ ἄλλος γάρ ταύτην ποιεῖ ἥλιος ὁ τό ἀληθινόν φῶς ἀπαστράπτων, ὅς ἐπειδάν ἅπαξ ἐπιφαύςῃ ἡμῖν, οὐκ ἔτι ἐν δυσμαῖς κρύπτεται˙ ἀλλά πάντα τῇ φωτιστικῇ αὐτοῦ δυνάμει περιπτυξάμενος, διηνεκές καί ἀδιάδοχον τό φῶς τοῖς ἀξίοις ἐμποιεῖ, καί αὐτούς τούς μετέχοντας τοῦ φωτός ἐκείνου, ἄλλους ἡλίους ἀπεργαζόμενος».

Οἱ φωστῆρες οὗτοι δέν εἶναι ἄλλος μέγας, καί ἄλλος ἐλάσσων, καθώς εἶναι ὁ ἥλιος καί ἡ σελήνη, οἱ αἰσθητοί φωστῆρες τοῦ στερεώματος˙ ἀλλ᾿ εἶναι ἶσοι τῷ μεγέθει, ἶσοι ταῖς ἐνεργείαις, ἶσοι τῇ πνευματικῇ δυνάμει καί ἶσοι τῇ λαμπρότητι˙ τούς ἴσους γάρ ἀγῶνας τῆς ἀσκήσεως διανύσαντες καί τήν ἡσυχίαν ἄκρως καί οἱ δύο ποθήσαντες, πρεπόντως καί τῶν ἴσων χαρισμάτων τοῦ ἁγίου Πνεύματος ἠξιώθησαν˙ ἐξαιρέτως δέ καί μάλιστα τοῦ προφητικοῦ˙ τούτην μόνην ἔχοντες διαφοράν, ὅτι ὁ μέν θεῖος Βαρσανούφιος, ἅγιος καί μέγας Γέρων ἐπονομάζεται, ὁ δέ ὅσιος Ἰωάννης, ἄλλος Γέρων ἐπικαλεῖται.

Ἐπειδή δέ ὁ πανδαμάτωρ χρόνος καί λήθης βυθοῖς τά καλά παραπέμπων, κατέκρυψεν ὡσάν ὑποκάτω εἰς ὁρίζοντα τούς θεολαμπεῖς φωστῆρας τούτους, μέ τό νά μήν ἀφῆκεν εἰς ἡμᾶς κανένα ὑπόμνημα, διαλαμβάνον περί τῆς ζωῆς καί πολιτείας αὐτῶν. Τούτου χάριν ἡ ἐμή ἀδυναμία ἐκ τῆς ἰδίας αὐτῶν ταύτης βίβλου ἐσπούδασε νά συνάξῃ μερικά τινα, καί ταῦτα νά παραθέσῃ εἰς τούς φιλολόγους καί ποθοῦντας μαθεῖν, ποίας ἀρετάς οἱ τρισμακάριοι οὗτοι κατορθώσαντες, ἔφθασαν εἰς τήν ἀκροτάτην καί ἐνδεχομένην τοῖς βροτοῖς τελειότητα˙ ὅπερ γάρ τῷ ἁγίῳ Γρηγορίῳ τῷ Θεολόγῳ συνέβη, τοῦτο καί εἰς τούς Ὁσίους ἠκολούθησε τούτους˙ καί καθώς ὁ μετά ταῦτα συνώνυμος Γρηγόριος, οὐκ ἐξ ἄλλων τινῶν, ἀλλ᾿ ἐξ αὐτῶν τῶν τοῦ ἁγίου Γρηγορίου λόγων τήν βιογραφίαν ἐκείνου συνέγραψεν, οὕτω κἀγώ ἐξ αὐτῶν ὧν εἶπον οἱ Ὅσιοι οὗτοι, ἴχνη τινά τῆς βιογραφίας αὐτῶν συνέλεξα.