ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ   ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου |Διακονία | Εορτολόγιο | Πολυμέσα

                      Παλαιά Διαθήκη      Καινή Διαθήκη      Βιβλικά Θέματα

Πίσω


Ψαλμοί

Ψαλμός 1 

Ψαλμός 2

Ψαλμός 3

Ψαλμός 4

Ψαλμός 5

Ψαλμός 6

Ψαλμός 7

Ψαλμός 8

Ψαλμός 9

Ψαλμός 10

Ψαλμός 11

Ψαλμός 12

Ψαλμός 13

Ψαλμός 14

Ψαλμός 15

Ψαλμός 16

Ψαλμός 17

Ψαλμός 18

Ψαλμός 19

Ψαλμός 20

Ψαλμός 21

Ψαλμός 22

Ψαλμός 23

Ψαλμός 24

Ψαλμός 25 

Ψαλμός 26  

Ψαλμός 27  

Ψαλμός 28  

Ψαλμός 29  

Ψαλμός 30

Ψαλμός 31

Ψαλμός 32

Ψαλμός 33

Ψαλμός 34

Ψαλμός 35

Ψαλμός 36

Ψαλμός 37

Ψαλμός 38

Ψαλμός 39

Ψαλμός 40

Ψαλμός 41

Ψαλμός 42

Ψαλμός 43

Ψαλμός 44

Ψαλμός 45

Ψαλμός 46

Ψαλμός 47

Ψαλμός 48

Ψαλμός 49

Ψαλμός 50

Ψαλμός 51

Ψαλμός 52

Ψαλμός 53

Ψαλμός 54

Ψαλμός 55

Ψαλμός 56

Ψαλμός 57

Ψαλμός 58

Ψαλμός 59

Ψαλμός 60

Ψαλμός 61

Ψαλμός 62

Ψαλμός 63

Ψαλμός 64

Ψαλμός 65

Ψαλμός 66

Ψαλμός 67

Ψαλμός 68

Ψαλμός 69

Ψαλμός 70

Ψαλμός 71

Ψαλμός 72

Ψαλμός 73

Ψαλμός 74

Ψαλμός 75

Ψαλμός 76

Ψαλμός 77

Ψαλμός 78

Ψαλμός 79

Ψαλμός 80

Ψαλμός 81

Ψαλμός 82

Ψαλμός 83

Ψαλμός 84

Ψαλμός 85

Ψαλμός 86

Ψαλμός 87

Ψαλμός 88

Ψαλμός 89

Ψαλμός 90

Ψαλμός 91

Ψαλμός 92

Ψαλμός 93

Ψαλμός 94

Ψαλμός 95

Ψαλμός 96

Ψαλμός 97

Ψαλμός 98

Ψαλμός 99

Ψαλμός 100

Ψαλμός 101

Ψαλμός 102

Ψαλμός 103

Ψαλμός 104

Ψαλμός 105

Ψαλμός 106

Ψαλμός 107

Ψαλμός 108

Ψαλμός 109

Ψαλμός 110

Ψαλμός 111

Ψαλμός 112

Ψαλμός 113

Ψαλμός 114

Ψαλμός 115

Ψαλμός 116

Ψαλμός 117

Ψαλμός 118

Ψαλμός 119

Ψαλμός 120

Ψαλμός 121

Ψαλμός 122

Ψαλμός 123

Ψαλμός 124

Ψαλμός 125

Ψαλμός 126

Ψαλμός 127

Ψαλμός 128

Ψαλμός 129

Ψαλμός 130

Ψαλμός 131

Ψαλμός 132

Ψαλμός 133

Ψαλμός 134

Ψαλμός 135

Ψαλμός 136

Ψαλμός 137

Ψαλμός 138

Ψαλμός 139

Ψαλμός 140

Ψαλμός 141

Ψαλμός 142

Ψαλμός 143

Ψαλμός 144

Ψαλμός 145

Ψαλμός 146

Ψαλμός 147

Ψαλμός 148

Ψαλμός 149

Ψαλμός 150

37

 Ψαλμὸς τῷ Δαυΐδ· εἰς ἀνάμνησιν περὶ τοῦ σαββάτου.

 2 ΚΥΡΙΕ, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. 3 ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου· 4 οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. 5 ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ. 6 προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· 7 ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. 8 ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου· 9 ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. 10 Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. 11 ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ. 12 οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν· 13 καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. 14 ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· 15 καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. 16 ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰκακούσῃ, Κύριε ὁ Θεός μου. 17 ὅτι εἶπα· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν. 18 ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός. 19 ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. 20 οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως· 21 οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. 22 μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ· 23 πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω στοιχεία. Για τους όρους προστασίας δεδομένων δείτε εδώ.