ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ   ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου |Διακονία | Εορτολόγιο | Πολυμέσα

                      Παλαιά Διαθήκη      Καινή Διαθήκη      Βιβλικά Θέματα

Πίσω


Ψαλμοί

Ψαλμός 1 

Ψαλμός 2

Ψαλμός 3

Ψαλμός 4

Ψαλμός 5

Ψαλμός 6

Ψαλμός 7

Ψαλμός 8

Ψαλμός 9

Ψαλμός 10

Ψαλμός 11

Ψαλμός 12

Ψαλμός 13

Ψαλμός 14

Ψαλμός 15

Ψαλμός 16

Ψαλμός 17

Ψαλμός 18

Ψαλμός 19

Ψαλμός 20

Ψαλμός 21

Ψαλμός 22

Ψαλμός 23

Ψαλμός 24

Ψαλμός 25 

Ψαλμός 26  

Ψαλμός 27  

Ψαλμός 28  

Ψαλμός 29  

Ψαλμός 30

Ψαλμός 31

Ψαλμός 32

Ψαλμός 33

Ψαλμός 34

Ψαλμός 35

Ψαλμός 36

Ψαλμός 37

Ψαλμός 38

Ψαλμός 39

Ψαλμός 40

Ψαλμός 41

Ψαλμός 42

Ψαλμός 43

Ψαλμός 44

Ψαλμός 45

Ψαλμός 46

Ψαλμός 47

Ψαλμός 48

Ψαλμός 49

Ψαλμός 50

Ψαλμός 51

Ψαλμός 52

Ψαλμός 53

Ψαλμός 54

Ψαλμός 55

Ψαλμός 56

Ψαλμός 57

Ψαλμός 58

Ψαλμός 59

Ψαλμός 60

Ψαλμός 61

Ψαλμός 62

Ψαλμός 63

Ψαλμός 64

Ψαλμός 65

Ψαλμός 66

Ψαλμός 67

Ψαλμός 68

Ψαλμός 69

Ψαλμός 70

Ψαλμός 71

Ψαλμός 72

Ψαλμός 73

Ψαλμός 74

Ψαλμός 75

Ψαλμός 76

Ψαλμός 77

Ψαλμός 78

Ψαλμός 79

Ψαλμός 80

Ψαλμός 81

Ψαλμός 82

Ψαλμός 83

Ψαλμός 84

Ψαλμός 85

Ψαλμός 86

Ψαλμός 87

Ψαλμός 88

Ψαλμός 89

Ψαλμός 90

Ψαλμός 91

Ψαλμός 92

Ψαλμός 93

Ψαλμός 94

Ψαλμός 95

Ψαλμός 96

Ψαλμός 97

Ψαλμός 98

Ψαλμός 99

Ψαλμός 100

Ψαλμός 101

Ψαλμός 102

Ψαλμός 103

Ψαλμός 104

Ψαλμός 105

Ψαλμός 106

Ψαλμός 107

Ψαλμός 108

Ψαλμός 109

Ψαλμός 110

Ψαλμός 111

Ψαλμός 112

Ψαλμός 113

Ψαλμός 114

Ψαλμός 115

Ψαλμός 116

Ψαλμός 117

Ψαλμός 118

Ψαλμός 119

Ψαλμός 120

Ψαλμός 121

Ψαλμός 122

Ψαλμός 123

Ψαλμός 124

Ψαλμός 125

Ψαλμός 126

Ψαλμός 127

Ψαλμός 128

Ψαλμός 129

Ψαλμός 130

Ψαλμός 131

Ψαλμός 132

Ψαλμός 133

Ψαλμός 134

Ψαλμός 135

Ψαλμός 136

Ψαλμός 137

Ψαλμός 138

Ψαλμός 139

Ψαλμός 140

Ψαλμός 141

Ψαλμός 142

Ψαλμός 143

Ψαλμός 144

Ψαλμός 145

Ψαλμός 146

Ψαλμός 147

Ψαλμός 148

Ψαλμός 149

Ψαλμός 150

101

Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ καὶ ἐναντίον Κυρίου

ἐκχέῃ τὴν δέησιν αὐτοῦ.

 2 ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω. 3 μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ· ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, κλῖνον πρός με τὸ οὖς σου· ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου, 4 ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν. 5 ἐπλήγην ὡσεὶ χόρτος καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου. 6 ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου. 7 ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ, 8 ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματος. 9 ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατ᾿ ἐμοῦ ὤμνυον. 10 ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων 11 ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου, ὅτι ἐπάρας κατέῤῥαξάς με. 12 αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν, κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην. 13 σὺ δέ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. 14 σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιών, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτήν, ὅτι ἥκει καιρός· 15 ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι. 16 καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου, Κύριε, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου, 17 ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. 18 ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν. 19 γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον. 20 ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ, Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε 21 τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων, 22 τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν ῾Ιερουσαλὴμ 23 ἐν τῷ συναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλεῖς τοῦ δουλεύειν τῷ Κυρίῳ. 24 ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ· τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι· 25 μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου· ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου. 26 κατ᾿ ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· 27 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται· 28 σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. 29 οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται.

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω στοιχεία. Για τους όρους προστασίας δεδομένων δείτε εδώ.