ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ   ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου |Διακονία | Εορτολόγιο | Πολυμέσα

 

πίσω


Ζ' ΑΠΟΚΡΙΣΕΙΣ ΠΡΟΣ ΑΝΩΝΥΜΟΥΣ ΑΔΕΛΦΟΥΣ

(στθ' - σκθ')

(σμ' - σαν')

(σνβ' - σξβ')

(σο' - σπθ')

(σ'- τκβ')

σ ‘

Τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Ἐπειδή ἐδήλωσάς μοι, ἐάν ἐρωτηθῶ περί πράγματος ἤ καί ἴδω, ἵνα μετά ταπεινώσεως λέγω˙ καί ἐάν ἴδω τήν καρδίαν μου ἡδυνομένην τῇ κενοδοξίᾳ ἐν τῷ λέγειν, ἤ εἴ καί μή τότε ἡδύνομαι, προκατανοῶ δέ ὅτι μέλλει μοι γίνεσθαι ὕστερον, ἆρα σιωπήσω ἤ οὔ;

 

Ἀπόκρισις

Τό εἰπεῖν τίποτε μετά ταπεινώσεώς ἐστι, τό μή λέγειν ὡς διδάσκοντα, ἀλλ᾿ ὡς ἀκούσαντα παρά τοῦ Ἀββᾶ ἤ τῶν Πατέρων. Ἐάν δέ ἔχῃ ὠφέλειαν τό πρᾶγμα τῷ εἰπεῖν τῷ ἀδελφῷ καί πολεμεῖ ἡ κενοδοξία τοῦ ἡδυνθῆναι, πρόσεχε σεαυτῷ, ὅτι ἐμποδίσαι θέλει ὠφεληθῆναι τόν ἀδελφόν. Καί ἐάν ἀκούσῃς αὐτῆς, οὐδέποτε ὠφελεῖται διά σοῦ ὁ ἀδελφός˙ ἀλλ᾿ ἐπιτίμησον τῇ κενοδοξίᾳ καί καταφρόνησον αὐτῆς˙ καί μεθ᾿ ὅ λέγεις μετανόησον τῷ Θεῷ˙ λέγε, συγχώρησόν μοι, ὅτι κενοδόξως ἐλάλησα. Καί περί τοῦ ὑστέρου ὁμοίως.

 

σα'

Τοῦ αὐτοῦ.

Πῶς, Πάτερ, ἐπέτρεψάς μοι, ἐάν ἴδω πρᾶγμα καί πρίν ἐρωτηθῶ, ἵνα λέγω, τῶν Πατέρων λεγόντων, πρό ἐρωτήσεως μή ἀποκρίνεσθαι καί τοῦ ἀββᾶ Νισθερώ διά τοῦτο θαυμασθέντος, ὅτι, ἐν κοινοβίῳ ὤν, εἶπεν, ἐγώ καί ὁ ὄνος ἕν ἐσμεν; Εἰπέ δέ μοι, Πάτερ, καί τό προσέχειν τοῖς λογισμοῖς τί ἐστι καί εἰ καιρῷ δεῖ τακτῷ τοῦτο ποιεῖν καί ποίῳ τούτῳ;

 

Ἀπόκρισις Ἰωάννου

Ἀδελφέ, πρός τό μέτρον τοῦ ἀνθρώπου λέγουσιν οἱ Γέροντες˙ Ἔστιν οὖν καιρός, ἐν ᾧ δύναται ἄνθρωπος ὑπηρετῆσαι καί ἐν τούτῳ ἔργα ὀφείλει δεῖξαι διακονίας˙ καί ἔσται καιρός ὅταν ὁ αὐτός ἔρχηται εἰς τό ὑπηρετηθεῖναι, καί ἄλλα ἐστί τά μέτρα τούτου. Τά γάρ τέλεια τοῖς τελείοις εἴρηται, τά δέ ἄλλα, τοῖς ὑπό τόν νόμον οὖσιν˙ ὑπό παιδαγωγόν γάρ ἀκμήν ἐξετάζονται. Ὅταν γάρ νεκροῦσαι ἀπό τοῦ κόσμου, κατά τόν ἀββᾶν Νισθερώ, δύνασαι εἰπεῖν ὅτι ὄνος εἰμί˙ μή ὑψηλοφρονήσῃς, ἐπεί βλάπτῃ εἰς τοῦτο.

Ἔταξαν οἱ Πατέρες καιρούς προσέχειν τοῖς λογισμοῖς, ἐν τῷ λέγειν ἑαυτοῖς κατά πρωί˙ ποίησον λόγον πρός ἑαυτόν, πῶς παρῆλθες τήν νύκτα καί κατά ὀψέ πῶς παρῆλθες τήν ἡμέραν˙ καί ἐν τῷ μεταξύ δέ ὅτε ὁ λογισμός βαρεῖται πρόσχες.

 

ΣΧΟΛΙΟΝ

Διά τούτων ἐμφαίνει οὑτοσίν ὁ θεοφόρος Πατήρ, ὅτι οὐ τοῦ τυχόντος ἐστίν εἰπεῖν ὅτι ὄνος εἰμί, ταπεινοφρονοῦντος δῆθεν καί ἑαυτόν εὐτελίζοντος˙ οὐ γάρ ἐστι τοῦτο ἀτιμία τό εἰπεῖν ὄνος εἰμί, ἀλλά μεγίστη τιμή ˙ὅθεν φησίν ὁ Πατήρ μή ὑψηλοφρονήσῃς. Ὅταν γάρ τις εἰς τά τοῦ ὄνου ἔλθῃ μέτρα, δερόμενος κατ᾿ ἐκεῖνον, ὀνειδιζόμενος, βαρούμενος, ἀγόμενος, δεσμούμενος καί πᾶν ὅ,τιοῦν πάσχων, οἷα εἰκός τοῦτον πάσχειν, καί οὐ μόνον οὐκ ἀντιλέγων ἤ μνησικακῶν ἤ ὅλως τινά κίνησιν ἔχων ἐν καρδίᾳ κατ᾿ αὐτόν ἐκεῖνον, ἀλλ᾿ ὡς ἀναισθητῶν εἰς πάντα διακείμενος˙ ὅπερ σημαίνει τήν ζητουμένην διττήν νέκρωσιν, ἤ καί τριττήν, τότε ἴσως θαρρήσει εἰπεῖν ὅτι ὄνος εἰμί. Καί τοῦτο δέ μετά πολλῆς αἰδοῦς, ἐννοῶν τό ὕψος τοῦ κατορθώματος˙ οἶμαι δέ οὐδέ τότε˙ ἀλλά καί μᾶλλον τότε κατά πολύ ὁρῶν τῆς τοιαύτης ἀπολειπόμενον καταστάσεως ἑαυτόν, οὐξ ἄν θαρρήσῃ οὐ μόνον εἰπεῖν ὅτι ὄνος εἰμί, ἀλλ᾿ οὐδέ ἐννοῆσαι, εἰδώς τοῦτο <ὄν> ὑψηλοφροσύνην, ἐν ᾗ ἐστιν ἡ τῆς ψυχῆς πτῶσις καί ἀληθῶς παντελής ἀπώλεια.

 

σβ'

Τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Ἐάν τις τῶν Γερόντων ὑπέρ ἐμέ ἐρωτήσῃ με περί πράγματος ὀφείλω λέγειν ὅπερ νομίζω συμφέρειν;

 

Ἀπόκρισις Ἰωάννου

Σόν οὐκ ἔστι τίποτε˙ οὐκ οἶδας γάρ τό θέλημα τοῦ Θεοῦ, εἰ οὕτω συμφέρει ἀλλ᾿, ἐάν ἐρωτήσῃ σε τις αὐτῶν, εἰπέ αὐτῷ μετά ταπεινώσεως˙ συγχώρησον ὅτι κἀγώ οὐκ οἶδα.

 

σγ'

Τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Ἐάν ἀδελφός ποιῇ πρᾶγμα μέσον, ἐγώ δέ διά θέλημα ἐμόν θλίβωμαι ἐν αὐτῷ, τί ποιήσω; Σιωπήσω καί μή ἀναπαύσω τήν καρδίαν μου, ἤ εἴπω ὡς μετά ἀγάπης καί μή μείνω ταρασσόμενος; Ἐάν δέ ἄλλους θλίβῃ τό πρᾶγμα καί οὐκ ἐμέ, εἴπω διά τούς ἄλλους; Ἤ μήπως δοκεῖ τοῦτο ἐργολάβημα;

 

Ἀπόκρισις Ἰωάννου

Ἐάν ᾖ πρᾶγμα μή ἔχον ἁμαρτίαν, ἀλλά μέσον καί λαλήσῃς διά τό ἀναπαῦσοι σου τήν καρδίαν, ἥττοιμά σοί ἐστιν˙ ὅτι ἀπό ἀσθενείας οὐκ ἠδυνήθης βαστάσαι. Μέμψαι οὐν σεαυτόν καί σιώπα˙ ἐάν δέ ἄλλους θλίβῃ, εἰπέ τῷ Ἀββᾷ σου καί ἤ αὐτός λέγει αὐτῷ ἤ λέγει σοι τί εἰπεῖν καί σύ ἀμεριμνῇς.

 

σδ'

 

Ἐρώτησις τοῦ αὐτοῦ.

Ἐάν διά μέν τούς ἄλλους λέγω τῷ Ἀββᾶ, ὑπονοῶ δέ ὅτι ταράσσεται ὁ ἀδελφός, τί ποιήσω; Ἐάν δέ καί τούς ἄλλους κἀμέ θλίβῃ, εἴπω διά τούς ἄλλους ἤ σιωπήσω, διά τό μή πληροφορῆσαι ἐμαυτόν; Ἐάν δέ ὑπονοῶ ὅτι οὐ λυπεῖται, εἴπω καί δι᾿ ἐμαυτόν, ἤ βιάσομαι τοῦτο;

 

Ἀπόκρισις Ἰωάννου

Περί τῆς ταραχῆς τοῦ ἀδελφοῦ ἐάν εἴπῃς τῷ Ἀββᾷ σύ πρᾶγμα οὐκ ἔχεις. Ὅταν χρεία ᾖ εἰπεῖν δι᾿ ἄλλους καί μέλει σοι, εἰπέ δι᾿ αὐτούς διά σεαυτόν δέ μόνον βιάσαι μή εἰπεῖν.

 

σε'

 

Ἐρώτησις τοῦ αὐτοῦ

Ἀλλ᾿ ὁ λογισμός λέγει μοι, ὅτι, ἐάν ταραχθῇ ὁ ἀδελφός κατ᾿ ἐμοῦ, ἐχθρός μου γίνεται, ἔχων ὅτι κατελάλησα αὐτοῦ πρός τόν Ἀββᾶν.

 

Ἀπόκρισις Ἰωάννου

Οὗτος ὁ λογισμός πονηρός ἐστι, θέλων ἐμποδίσαι τῇ διορθώσει τοῦ ἀδελφοῦ. Μή οὖν κωλύσῃς τό εἰπεῖν κατά Θεόν μέντοι˙ καί γάρ κατά τῶν ἰατρῶν οἱ θεραπευόμενοι ἄρρωστοι φθέγγονται˙ ἀλλ᾿ ἐκεῖνοι οὐ φροντίζουσιν, εἰδότες ὅτι ὕστερον εὐχαριστοῦσιν αὐτοῖς.

 

σς'

 

Ἐρώτησις τοῦ αὐτοῦ

Εάν οὖν βλέπω τόν λογισμόν μου, ὅτι οὐ διά τήν ὠφέλειαν τοῦ ἀδελφοῦ θέλω εἰπεῖν, ἀλλά σκοπῶ τοῦ διαβάλλειν αὐτόν, εἴπω ἤ σιωπήσω;

 

Ἀπόκρισις Ἰωάννου.

Νουθέτησον τόν λογισμόν κατά Θεόν εἰπεῖν, ἀλλά μή κατά πάθος. Ἐάν δέ [νικᾷ] τῇ καταλαλιᾷ, καί οὕτως εἰπέ, ὁμολογῶν τῷ Ἀββᾷ τήν σήν καταλαλιάν, ἵνα ἀμφότερα θεραπευθῆτε˙ ὁ μέν τό πταῖσμα, σύ δέ τήν καταλαλιάν.

 

σζ'

Ἐρώτησις

Ἐάν μή συγχωρῇ μοι ὁ λογισμός ὁμολογῆσαι τῷ Ἀββᾷ, ὅτι <σκοπῷ> τοῦ καταλαλῆσαι τοῦ ἀδελφοῦ λέγω, τί ποιήσω, εἴπω ἤ οὔ;

 

Ἀπόκρισις

Μηδέν εἴπῃς αὐτῷ, καί ὁ Κύριος φροντίζει˙ οὐ χρείαν γάρ σε μετά βλάβῃς ψυχῆς εἰπεῖν, καί ὁ Θεός ὡς θέλει φροντίζει τῆς διορθώσεως τοῦ ἀδελφοῦ.

 

ση'

Ἐρώτησις

Ἐπεί συμβαίνει ὅτι ποιῶ πρᾶγμα ὡς νομίζω μετά λόγου, καί διορθοῦται μέν τις αὐτό˙ ἐγώ δέ ὅσα ἄν εἴπω ἀπολογούμενος, λέγω ἀπό κενοδοξίαν. Τί ὀφείλω ποιεῖν;

 

Ἀπόκρισις

Ἐάν οὐκ ἔχῃ ἀνάγκην ἡ ἀπολογία, σιώπα˙ ἐάν δέ <ἔχῃ> λογισμόν τό πρᾶγμα τοῦ ἀδελφοῦ σου, ἀντίλεξον τῇ κενοδοξίᾳ καί θεράπευσον αὐτόν.

 

σθ'

Ἐρώτησις

Ἐάν πρᾶγμα ποιῶ τῶν μέσων καί οἶδα ὅτι, ἄν καταλάβῃ με ἀδελφός ποιοῦντα αὐτό, σκανδαλίζεται εἰς ἐμέ, πολεμοῦμαι δέ ὑπό κενοδοξίας κρύψαι αὐτό, αἰσχύνομαι γάρ ἐάν ἴδῃ με, ἆρα ὀφείλω διά τήν κενοδοξίαν μή κρύψαι, ἤ κρύψαι διά τό σκάνδαλον; Εἰ δέ καί μή οἶδα ἀκριβῶς εἰ σκανδαλίζεται, ἀλλ᾿ ὑπονοῶ, τί ποιήσω;

 

Ἀπόκρισις Ἰωάννου.

Ἐάν καταγινώσκῃ σου ἡ καρδία, ὅτι σκανδαλίζεται ὁ ἀδελφός, σου, σκέπασον καί μή δῷς αὐτῷ λογισμόν. Ἐάν δέ ἀκριβῶς οὐκ οἶδας, ἀλλ᾿ ὑπονοεῖς, μή φροντίσῃς τούτου.

 

Αἴτησις τοῦ αὐτοῦ.

Ἐάν εἴπω τινί ρῆμα κεντοῦν αὐτόν, καί μή νοήσῃ τόν λόγον, ἆρα ὀφείλω μετανοῆσαι αὐτῷ, ἤ σιωπῆσαι καί μή δοῦναι αὐτῷ λογισμόν;

 

Ἀπόκρισις Ἰωάννου.

Ἐάν μή νοήσῃ ὁ ἀδελφός ὅτι ἐκέντησας αὐτόν, σιώπα, καί οὐ ταράσσεις αὐτόν˙ ἀλλά σπούδασον τῷ Θεῷ βαλεῖν μετάνοιαν ὑπέρ τούτου.

 

τα'

 

Ἐρώτησις

Ἐάν τις ἴδῃ ἀδελφόν σφαλέντα, καί εἴπῃ τῷ Ἀββᾷ, αὐτός καθ᾿ οὗ ἐρρέθη, πῶς ὀφείλει διακεῖσθαι πρός τόν εἰπόντα κατ᾿ αὐτοῦ.

 

Ἀπόκρισις Ἰωάννου.

Ἐάν πιστός καί κατά Θεόν ζῶν ᾖ, εἰ καί κατά ἔχθραν εἶπεν ὁ εἰπών κατ᾿ αὐτοῦ, ὀφείλει λογίσασθαι ὅτι θέλων ὁ ἀδελφός ὠφελῆσαί με ταῦτα εἶπε˙ καί πληροῦται εἰς αὐτόν τό εἰρημένον, ὅτι «ὁ ἀγαθός ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ αὑτοῦ ἐκβάλλει τά ἀγαθά». Καί ταῦτα ἐνθυμούμενος πλεῖον ὀφείλει αὐτόν ἀγαπᾶν, ἤπερ μισεῖν˙ καί ὁ ἐν τούτοις ἀναστρεφόμενος, εὑρίσκεται προκόπτων ἐν Θεῷ.

 

τβ'

Ἐρώτησις τοῦ αὐτοῦ.

Ἐπειδή αἰσθάνομαι ἀπό κενοδοξίας, ὅτι, ὅταν βάλλω μετάνοιαν ἐπί τινων ἐρυθριῶ μικρόν, ἆρα ὀφείλω ἐπιτηδεύειν ἐπί τινων βαλεῖν μετάνοιαν ἤ ὡς ἄν φθάσῃ;

 

Ἀπόκρισις Ἰωάννου

Τό ἐπί τινων, ἤ κατ᾿ ἰδίαν βάλλειν μετάνοιαν, οὐκ ὀφείλεις ἐπιτηδεύειν, ἀλλ᾿ ὡς ἄν φθάσῃ ποίησον.

 

τγ'

Ἐρώτησις

Ἆρα δέ καί τοῖς μικροτέροις μου ὀφείλω βαλεῖν μετάνοιαν, ἤ λόγῳ θεραπεύειν αὐτούς, ἵνα μή ἐκ τοῦ ἐναντίου κενοδοξία ἐπεισέλθῃ;

 

Ἀπόκρισις Ἰωάννου.

Καθώς εὑρίσκονται ἄνθρωποι μετάλοι καί ἔντιμοι, χρεωστοῦντες μηδαμινοῖς καί ἐλαχίστοις καί ἀνάγκην ἔχουσιν ἀποδοῦναι τό χρέος μή κενοδοξοῦντες, ἐχρεώστου γάρ, οὕτω καί σύ˙ ἐάν χρεωστῇς τινι μικροτέρα, βάλε αὐτῷ μετάνοιναν ἀκενοδόξως, εἰδώς ὅτι χρεωστεῖς.

 

ιδ'

 

Ἐρώτησις τοῦ αὐτοῦ.

Ἐάν εἰσέλθῃ ἐμπαθής λογισμός εἰς τήν καρδίαν μου, διά τίνος ὀφείλω αὐτόν ἀποκρούσασθαι; Ἆρα διά τοῦ ἀντιλέξαι, ἤ διά τοῦ ἐπιτιμῆσαι, καί ὥσπερ ὀργισθῆναι αὐτῷ. Ἤ διά τοῦ προσδραμεῖν καί ρίψαι τήν ἀδυναμίαν μου ἐνώπιον αὐτοῦ;

 

Ἀπόκρισις Ἰωάννου.

Ἀδελφέ, τά πάθη θλίψεις εἰσί καί οὐκ ἀφώρισεν ὁ Κύριος, ἀλλ᾿ εἶπε˙ «καί ἐπικαλέσαί με ἐν ἡμέρᾳ θλίψεώς σου καί ἐξελοῦμαί σε καί δοξάσει με»˙ ὥστε περί παντός πάθους, οὐκ ἔστιν ἄλλο ὠφελιμώτερον εἰ μή τό ἐπικαλεῖσθαι τό ὄνομα τοῦ Θεοῦ˙ τό δέ ἀντιλέξαι οὐκ ἔστι παντός ἀνθρώπου, ἀλλά τῶν δυνατῶν κατά Θεόν, οἷς ὑποτάσσονται οἱ δαίμονες, ὡς ὄντα ὑπ᾿ αὐτούς καί ἀντιλέγοντα αὐτοῖς˙ ὁμοίως καί τό ἐπιτιμῆσαι τῶν μεγάλων ἐστί καί τῶν ἐχόντων ἐξουσίαν. Τίνα δέ εἰς τούς ἁγίους εὑρίσκεις, κατά τόν ἅγιον Μιχαήλ, ἐπιτιμήσαντα τῷ διαβόλῳ; Καί τοῦτο ὅτι εἶχε τήν ἐξουσίαν. Οὐκ δαίμονες γάρ εἰσι τά πάθη, κατά τήν Γραφήν, καί ἐξέρχονται˙ καί τί θέλεις πλεῖον τούτου;

Ὁ Θεός ἐνισχύσαι καί ἐνδυναμώσαι σε εἰς τόν φόβον αὐτοῦ.

 

τε'

 

Αἴτησις τοῦ αὐτοῦ.

Αἰτῶ σε, Πάτερ, δοῦναί μοι λόγον, ὅτι εὔχῃ ὑπέρ ἐμοῦ, καθώς καί ὁ ἅγιος Γέρων ἔδωκε˙ καί ἐπειδή μίαν ἐάν ἡττηθῶ εἰς πρᾶγμα, λέγει μοι ὁ λογισμός, ἐπειδή ὑπερηφανίαν ἔχεις, οὐ κατευοδοῖ σε ὁ Θεός κρατῆσαι τοῦ πάθους, ἵνα μή ἐμπέσῃς εἰς κενοδοξίαν κρατήσας˙ ἤ ὅτι, ἐάν εὐχερῶς λάβῃς, εὐχερῶς <ἀπόλλυς>˙ ἤ ἵνα, ποθῶν τό λαβεῖν, συνεχῶς προστρέχῃς τῷ Θεῷ˙ ἤ δι᾿ ἄλλο τι, ἤ μᾶλλον ἐκ τῆς χαυνότητός μού ἐστι˙ τί οὖν δεῖ ποιῆσαί με;

 

Ἀπόκρισις Ἰωάννου.

Εἰ ἕν ἐσμεν οἱ πάντες τολμῶ λέγειν, ὁ Γέρων ἐν τῷ Θεῷ, κἀγώ <ἐν> αὐτῷ, εἰ αὐτός ἔδωκέ σοι λόγον κἀγώ δι᾿ αὐτοῦ. Οἶδα ὅτι ἐγώ ἀσθενής εἰμι καί ἐλάχιστος˙ ἀλλ᾿ ἀποστῆναι τοῦ Γέροντος οὐ δύναμαι, ἔλεος γάρ ποιεῖ μετ᾿ ἐμοῦ, τοῦ εἶναι τούς δύο ἕν. Τοίνυν, ἀδελφέ, πρόσεχε σεαυτῷ˙ σπούδασον κοπιᾶν εἰς τό φυλάξαι τάς ἐντολάς. Κἄν ἡττηθῇς ἐν πράγματι, μή χαυνωθῇς μηδέ ἀπελπίσῃς, ἀλλ᾿ ἐγείρου πάλιν καί βοηθεῖ σοι ὁ Θεός.

Ἔστι μέν διά τά πρῶτα ἅ εἶπας παθεῖν, καί διά τοῦτο τό μή κρατῆσαι τοῦ πάθους˙ ἔστι δέ καί διά χαυνότητα παθεῖν αὐτό. Τό ἐλευθερωθῆναι δέ ἐξ ἀμφοτέρων, ἐστί τό ρίπτειν ἑαυτόν ἐνώπιον τῆς ἀγαθότητος τοῦ Κυρίου κλαίοντα, ἵνα σε ἐλευθερώσῃ ἀπ᾿ αὐτῶν καί τῶν ἄλλων παθῶν, εὐχαῖς ἁγίων. Ἀμήν.

 

ις'

Τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Αἴτησις συνεργείας εἰς ἅ ἐνετείλατο ὁ μέγας Γέρων.

 

Ἀπόκρισις

Ἀδελφέ, ἐν οὐδενί ἀφῆκεν ὁ Γέρων ἀπόκρισίν τινα ἐν ταῖς πρός σέ ἀποκρίσεσιν αὐτοῦ, ἀλλ᾿ ἐπεστόμισε πάντας. Μετά γάρ τό εἰπεῖν σοι, φύλαξόν μου τούς λόγους καί φυλάττεται ἡ πρός σέ μου διαθήκη, τί ἔτι θέλεις; Ποίησον τήν δύναμίν σου ὅπως φυλαχθῇ σοι ἡ διαθήκη, αὐτοῦ˙ ἐν αὐτῇ γάρ κεῖται ἡ κληρονομία τῆς βασιλείας μετά τοῦ παραδείσου τῆς τρυφῆς «καί ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἅ ἡτοίμασεν ὁ Θεός τοῖς ἀγαπῶσιν αὐτόν».

Ὀφείλεις οὖν καί σύ συνεισενέγκοι σου τήν δύναμιν καί τήν σπουδήν καί τοῦ Θεοῦ ἐστι τό ἔλεος καί ἡ σκέπη καί ἡ χορηγία τῆς δυνάμεως.

Αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

 

ιζ'

Ἐρώτησις τοῦ αὐτοῦ.

Τί ποιήσω ὅτι φοβοῦμαι τήν αἰσχύνην τῆς ἀτιμίας; Καί εἰς συντυχίαν δέ ἐάν ἐμπέσω μετά τινων πάνυ ἕλκομαι εἰς αὐτήν καί αἰχμαλωτίζομαι, ὡς ἐπιλανθάνεσθαι ἐμαυτοῦ˙ καί ἐάν ἔλθω εἰς ἐμαυτόν, αἰσχύνομαι ἀφεῖναι τούς συντυγχάνοντας καί ἀπελθεῖν.

 

Ἀπόκρισις Ἰωάννου.

Ἵνα μή εἰς ταῦτα ἐμπέσῃ ὁ ἀσθενῶν καί εἰς τήν φιλοδοξίαν, ὀξέως ὀφείλει φεύγειν ἀπό τῆς μακρολογίας καί κόψαι τήν συντυχίαν, προφασισάμενος τόν Ἀββᾶν, ὡς ὅτι ἐνέταξεν αὐτῷ τί ποτε καί σπυδάζει.

Τό δέ μή βαστάσαι ἀτιμασθῆναι, ἀπιστίας ἐστίν. Ὁ Ἰησοῦς ἄνθρωπος ἐγένετο καί ἠτιμάσθη, ὦ ἀδελφέ, μή περισσότερος εἶ τοῦ Ἰησοῦ; Ἀπιστία ἐστίν αὕτη καί πλάνη δαιμόνων. Εἴ τις θέλει ταπείνωσιν, ὡς λέγει ὅτι θέλω, ἐάν μή βαστάσῃ ἀτιμίας, λαβεῖν αὐτήν οὐ δύναται.

Ἰδού ἤκουσας, μή καταφρονήσῃς, ἐπεί καταφρονηθῆναι ἔχεις ἀπό τοῦ ἔργου.

 

ιη'

Ἐρώτησις τοῦ αὐτοῦ.

Ὅτε παραβάλλουσί τινες ἐν τῷ κοινοβίῳ, εἴτε κοσμικοί εἴτε Πατέρες, λέγειν μοι ὁ λογισμός περί ὠφελείας ψυχῆς ἐρωτῆσαι ἤ περί πράγματος. Τί δοκιμάζεις;

 

Ἀπόκρισις Ἰωάννου.

Ἀδελφέ, ὁ μετά ἀληθείας Χριστῷ μαθητευόμενος, ἐξουσίαν οὐδεμίαν ἔχει εἰς ἑαυτόν πρός τό ποιεῖν ὅ,τι δήποτε ἀφ᾿ ἑαυτοῦ. Κἄν γάρ δοκῇ ὠφελεῖσθαι ἀπό τῆς συντυχίας τῶν παραβαλλόντων, ἀλλ᾿ ἐκπίπτει τῆς ἐντολῆς τῆς λεγούσης, «πάντα μετά βουλῆς ποίει». Τί δέ περισσότερον θέλεις ἀκοῦσαι οὗ οἱ Πατέρες εἶπον, ὅτι ἐάν ὦσί τινες καί λαλῶσι τόν λόγον τοῦ Θεοῦ, ἐρώτησον τόν Ἀββᾶν σου μετά ταπεινώσεως. Ἀββᾶ, θέλεις μείνω καί ἀκούσω ἤ ἀπέλθω; Καί ὅ λέγει σοι ποίησον μετά ἀναπαύσεως.

Ἐάν δέ καί διά χρείαν θέλῃς ἐρωτῆσαί τινα, ἤ μοναχόν ἤ κοσμικόν, λέγεις τῷ Ἀββᾶ, κἄν δοκιμάσῃ, αὐτός ἐρωτᾷ ὅ θέλεις. Ἐάν δέ εἴπῃ σοι˙ ἐρώτησον σύ, τότε ἐρωτᾷς.

 

τθ'

Ἐρώτησις

Ἐάν δέ μή θέλω ἐρωτῆσαι καί συμβῇ μέ τινι αὐτῶν ἀπαντῆσαι, ἤ καί αὐτός ἐρωτήσῃ με περί πράγματος, πῶς κελεύεις χρῄσομαι;

 

Ἀπόκρισις Ἰωάννου

Ἐν τῇ ἀπαντήσει τῇ πρός τινα, ἕως ἀσπασμοῦ ἔστω ὁ λόγος σου. Καί λοιπόν λέγε, εὖξαι ὑπέρ ἐμοῦ ὅτι εἰς ἀπόκρισιν ὑπάγω, καί ὕπαγε. Ἐάν δέ ἐρωτήσῃ σε περί πράγματος, ἐάν οἶδας, εἰπέ καί πάρελθε˙ ἐάν δέ οὐκ οἶδας, εἰπέ, οὐκ οἶδα, καί πάρελθε.

 

τι'

Ἐρώτησις

Ἐάν δέ εὕρῃ με καθήμενον ἤ καί ἐργαζόμενον καί συγκαθίσῃ, ἤ καί συντυχεῖν μοι βουληθῇ, τί ποιήσω;

 

Ἀπόκρισις Ἰωάννου.

Ἐάν εὕρῃ σε πούποτε καθήμενον καί ἔλθῃ, εὐλογήθητι παρ᾿ αὐτοῦ, καί τό αὐτό ποίησον. Καί εἰπέ αὐτῷ, εὖξαι ὑπέρ ἐμοῦ˙ καί σχεδόν χερσίν ἐάν κρατήσῃ σε εἰπέ αὐτῷ˙ συγχώρησόν μοι, ὅτι ἐντολήν ἔχω μή λαλῆσαί τινι ἄνευ γνώμης τοῦ Ἀββᾶ˙ ἀλλά λέγω αὐτῷ, καί εἴ τι λέγει μοι ποιῶ. Ἐάν δέ καί ἐργαζομένου σου ἔλθῃ τις καί καθίσῃ, ὡς ἔχων ἐντολήν, φέρε σεαυτῷ πρόφασιν καί ἀνάστα.

 

τια'

  Ἐρώτησις τοῦ αὐτοῦ.

Καί τί ἐστιν ὅ λέγει ὁ Ἀββὰς Ἠσαΐας ὅτι, μετά τόν ἀσπασμόν τοῦ ξένου ἐρώτησον αὐτόν, πῶς ἔχεις, καί οὕτω σιώπα μετ᾿ αὐτοῦ καθήμενος.

 

Ἀπόκρισις

Τό δέξασθαι ξένον καί μετά τόν ἀσπασμόν ἐρωτῆσαι αὐτόν πῶς ἔχεις, καί τοῦ λοιποῦ καθίσαι μετ᾿ αὐτοῦ σιωπῶντα, ἔγραψας ὅτι ὁ ἀββᾶς Ἠσαΐας εἶπε τοῦτο˙ ἀλλά γέροντι ἐρρέθη προβεβηκότι καί τῇ ἡλικίᾳ καί τῷ μέτρῳ˙ ὀ δέ ἀκριβής μαθητής, καί ἐπιποθῶν γενέσθαι μοναχός, φυλάττει ἑαυτόν ἀπό τῶν τοιούτων συντυχιὼν. Γεννῶνται γάρ ἐξ αὐτῶν καταφρονήσεις, χαυνότης, ἀνυποταξία καί ἡ δεινή παρρησία. Φησί δέ που ὅτι Ἰώννης εἰς ταῦτα οὐ σχολάζει˙ καί τοῦτό ἐστι τό ἀμεριμνῆσαι ἀπό παντός ἀνθρώπου.

 

τιβ'

Ἐρώτησις

Ὁ λογισμός λέγει μοι˙ κόψον ἐφάπαξ τάς συντυχίας καί ἀπαλλάσσῃ. Καί πάλιν λέγει μοι˙ κατά μικρόν κόψον διά τό μή ξενισθῆναι τούς εἰδότας σε. Είπέ οὖν μοι ποῖον βέλτιον;

 

Ἀπόκρισις Ἰωάννου.

Περί τοῦ ἐφάπαξ κόψαι καί κατά μικρόν μικρόν, διά τό μή ξενισθῆναι τούς εἰδότας σε. Ἐάν ἐφάπαξ κόψῃς, ἀμεριμνεῖς ἐπεί πρόφασιν παρέχεις καί λογισμούς˙ πρόφασιν μέν τοῦ λέγειν, ὁπότε ἐλάλησέ μοι τό πρῶτον λαλῶ αὐτῷ˙ λογισμούς δέ, ὅτι ἆρα τίποτε ἔχει κατ᾿ ἐμοῦ ὁ ἀδελφός οὗτος ὅτι πρῶτον ἐλάλησε μετ᾿ ἐμοῦ καί ἄρτι οὐ λαλεῖ;

Θέλησον τό πρᾶγμα καί κατευοδοῖ ὁ Θεός.

 

τιγ'

Ἐρώτησις τοῦ αὐτοῦ.

Καί ἐπειδή ἐσθ᾿ ὅτε τινές ἀσθενεῖς ἔρχονται εἰς τό κοινόβιον, δεόμενοί τινος ἐκ τοῦ Νοσοκομείου, καί ἐπετράπην ἐκ τοῦ Ἀββᾶ διαδοῦναι αὐτοῖς, καί ἐκ τούτου ἀναγκάζομαι αὐτοῖς συντυχεῖν, μή δοκῶ ἰδίῳ θελήματι ταῦτα ποιεῖν ; Δήλωσόν μοι, Πάτερ, καί εὖξαι ὑπέρ ἐμοῦ, ἵνα εὕρω ἐν αὐτοῖς ἀνάπαυσιν.

 

Ἀπόκρισις Ἰωάννου.

Περί τῶν ἐρχομένων ἀσθενῶν καί δεομένων τινός τοῦ Νοσοκομείου, ἐάν ἐπίσης δώσῃς σύ πρᾶγμα οὐκ ἔχεις˙ ἐκελεύσθης γάρ. Ὀφείλεις δέ σφόδρα προσέχειν˙ μή ταύτῃ τῇ προφάσει ἐκχύσῃς μετά τινος τήν ὁμιλίαν ἤ πλατύνεις τήν συντυχίαν ἐκ τῆς χρείας, εἰ μή ὅτε χρεία ἐρωτῆσαι αὐτόν περί πράγματος ἤ ἀγορασίας. Καί τοῦτο πάλιν μέχρι τούτου προσέχων μή εὑρεῖν πρόφασιν τό κακόν θέλημα.

Ταῦτα φύλαξον καί εὑρήσεις ἀνάπαυσιν.

 

τιδ'

Ἐρώτησις

Ὁ λογισμός λέγει μοι ὅτι ἡ ἡσυχία πάντων ἐστίν ἀναγκαιοτέρα, καί ὅτι συμφέρει σοι. Ἆρα καλῶς λέγει;

 

Ἀπόκρισις Ἰωάννου.

Ἡ ἡσυχία τί ἐστιν, ἀλλ᾿ ἤ τό συντεῖλαί τινα τήν καρδίαν αὑτοῦ ἀπό δόσεως καί λήψεως καί ἀνθρωπαρεσκείας καί τῶν λοιπῶν ἐνεργειῶν; Καί ὅτε δέ ὁ Κύρις ἤλεγξε τόν γραμματέα διά τόν ἐμπεσόντα εἰς τούς ληστάς, καί ἐπηρώτησεν αὐτόν, τίς ἐγένετο πλησίον; λέγει˙ «ὁ ποιήσας τό ἔλεος μετ᾿ αὐτοῦ». Πάλιν εἴρηκεν˙ «ἔλεον θέλω καί οὐ θυσίαν». Εἰ οὖν ἔχεις ἅπαξ ὅτι τό ἔλεος πλεῖόν ἐστι τῆς θυσίας, εἰς τό ἔλεος κλῖνον τήν καρδίαν σου˙ καί γάρ ἡ πρόφασις τῆς ἡσυχίας φέρει εἰς ὑψηλοφροσύνην, πρινή ὁ ἄνθρωπος κερδάνῃ ἑαυτόν, τοῦτ᾿ ἔστιν ἄμωμος γένηται˙ τότε γάρ ἡσυχία ἐστίν, ὅτι ἐβάστασε τόν σταυρόν. Ἐάν οὖν συμπαθήσῃς, εὑρίσκεις βοήθειαν˙ ἐάν δέ κρατήσῃς σεαυτόν, ὡς δῆθεν ὑπεραναβῆναι τό μέτρον, τοῦτο μάθε, ὅτι καί ὅ ἔχεςις ἀπώλεσας. Μάθε οὖν ἔσω μήτε ἔξω, ἀλλά <μέσως> πορεύθητι, συνιών τί τό θέλημα τοῦ Κυρίου, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.

 

τιε'

Ἐρώτησις τοῦ αὐτοῦ.

Σαφήνισόν μοι, δέσποτα, πῶς μήτε ἔσω μήτε ἔξω, ἀλλά μέσως; Ἆρα μή φανεράς ἡμέρας διορίζειν τῇ ἡσυχίᾳ καί φανεράς τῇ φροντίδι;

 

Ἀπόκρισις Ἰωάννου.

Τό μήτε εἰς τήν ἡσυχίαν θαρρεῖν, μήτε καταφρονεῖν ἐν τῷ περισπασμῷ, αὕτη ἐστίν ἡ μέση ὁδός ἡ μή πίπτουσα, ἀλλ᾿ ἔχειν ἐν τῇ ἡσυχίᾳ τήν ταπείνωσιν καί ἐν τῷ περισπασμῷ τήν νῆψιν. Καί συστέλλων (ἴσ. ἐν τῷ συστέλλειν) τόν λογισμόν οὐκ ἔστιν ὅρος ὥρας, πόςῳ μᾶλλον ἡμέρας. Ἀλλ᾿ ὀφείλει τις φέρειν μετ᾿ εὐχαριστίας τά ἐπερχόμενα˙ συμπάσχειν δέ χρή πᾶσι τοῖς ἐν τῷ κοινοβίῳ. Καί γάρ ἐντολήν τοῦ Ἀποστόλου πληροῖ ˙ τοῦτ᾿ ἔστιν, ἐάν τις θλίβηται, ἵνα συνθλιβῇ αὐτῷ, ἵνα παρακαλέσῃ αὐτόν, ἵνα παραμυθήσηται αὐτόν˙ αὕτη γάρ ἐστιν ἡ συμπάθεια, καί τό τοῖς ἀσθενέσι συμπάσχειν καί ταῖς θεραπείαις αὐτῶν συνεργεῖν, καλόν. Εἰ γάρ ὁ ἰατρός μισθόν ἔχει φροντίζων τοῦ ἀσθενοῦς, πόσῳ μᾶλλον ὁ συμπάσχων εἰς πάντα τῷ πλησίον κατά τήν δύναμιν αὑτοῦ; Ἐάν γάρ μή τις εἰς πάντα συμπαθήσῃ, καί εἰς αὐτό ὅ συμπάσχει θέλημα οἰκεῖον πληρῶν εὑρίσκεται.

 

τις'

Ἐρώτησις τοῦ αὐτοῦ.

Ἐπειδή ἐκέλευσάς μοι περί τοῦ μέσως παρελθεῖν, καί ὅτε συμβαίνει με σχολάσαι καί εὑρεῖν εὐκαιρίαν τοῦ μικρόν καθίσαι ἐν τῷ κελλίῳ μου, ὄχλησιν πολλήν ὑπομένω ἀπό τῶν ἐξ ἔθνους ἐρχομένων ἀγαπητῶν μοναχῶν, ἤ καί κοσμικῶν˙ καί ἐάν φανῶ αὐτοῖς, θλίβομαι, καί ἐάν μή θελήσω φανῆναι, ἀνάγκη ἐστί μεῖναι ἐν τῷ κελλίῳ μου καί ἐμποδίζεται ἤ χρεία τοῦΝοσοκομείου. Μή κελεύεις εἴπω ἑνί τῶν ἀδελφῶν τῶν ἐκεῖ μετ᾿ ἐμοῦ, ἵνα, ὅτε μή φθάνω, ἔλθῃ αὐτός καί φροντίσῃ, ἤ πάντως ἀπέλθω;

 

Ἀπόκρισις Ἰωάννου.

Ὅσον ὁ ἄνθρωπος κατάγεται εἰς ταπείνωσιν, προκόπτει. Τό μεῖναί σε ἐν τῷ κελλίῳ σου ἄπρακτόν σε ποιεῖ, ὅτι γίνῃ ἄθλιβος˙ καί ἐν τῷ ἀμεριμνῆσαι πρό καιροῦ, ὁ ἐχθρός ἑτοιμάζει σοι ταραχήν πλείω τῆς ἀναπαύσεως, ἵνα ἐνέγκῃ σε εἰπεῖν, εἴθε οὐκ ἐγεννήθην.

Περί δέ τῆς ὀχλήσεως τῶν ἀνθρώπων, εἶπον οἱ Πατέρες ἔστιν ἄνθρωπος ρέγχων εἰς τό ἀποθανεῖν καί προσέχων φιλίαις τοῦ κόσμου τούτου. Καί σύ οὖν μή δῷς οὔτε λάβῃς μετ᾿ αὐτῶν˙ καί οὕτως ἀλλοτριοῦνται σου.

Καί περί τῆς διακονίας τοῦ ἀδελφοῦ˙ ἐάν ποιῇς διά σαυτοῦ, σαυτῷ βοηθεῖς˙ ἐάν δέ δι᾿ ἐκείνου, τό περισσόν τοῦ κόπου σου καί τῆς εὐχῆς σου ἐκεῖνος λαμβάνει. Προεῖπόν σοι εἰς τήν ἄλλην ἀπόκρισιν περί συμπαθείας, καί ἀγώνισαι εἰ πιστεύεις τῷ Ἀποστόλῳ λέγοντι˙ «τίς ἀσθενεῖ, καί οὐκ ἀσθενῶ, τίς σκανδαλίζεται, καί οὐκ ἐγώ πυροῦμαι»; Τοῖς κακουχουμένοις συγκακουχούμενοι, ὡς καί αὐτοί ὄντες ἐν σώματι.

 

τιζ'

Ἐρώτησις

Πῶς δύναμαι, Πάτερ, αἰτηθείς πρᾶγμα παρά τινος, μετά ἱλαρότητος παρασχεῖν αὐτῷ τήν ἀρχήν ἀμφιβάλλων; Ὡς γάρ μετά βίας παρέχω εὐρίσκεται ἡ ψυχή μου σκληρά καί ἀπίαντος.

 

Ἀπόκρισις Ἰωάννου.

Ἐάν μάθῃς ὅτι ὁ αἰτῶν κατά χρείαν αἰτεῖ, δός αὐτῷ χαίρων, ὡς ἐκ τοῦ Θεοῦ παρέχων˙ καί αὕτη ἐστίν ἡ ἱλαρότης. Ἐάν δέ μάθῃς ὅτι οὐ χρείαν ἔχει, μή δῷς αὐτῷ, ἀλλ᾿ εἰπέ, ἐντολήν ἔχω ἐκ τοῦ Ἀββᾶ μή δοῦναι τίποτε τῷ μή χρείαν ἔχοντι, καί οὐκ ἔστι τοῦτο σκληρότης.

Ὁ Κύριος συνετίσοι σε.

 

τιη'

Ἐρώτησις

Ἐπειδή ἀνέγνων εἰς τό Ἀσκητικόν τοῦ ἁγίου Βασιλείου καί εὗρον, ὅτι πᾶς ὅς ἀν ἔχη τι καί δώσῃ τινί, ἑαυτόν μᾶλλον καί οὐχί ἐκεῖνον εὐηργέτησε κατά τήν ἐντολήν τοῦ Κυρίου, πῶς δύναται φυλάξαι αὐτήν;

 

Ἀπόκρισις

Τοῦτο τό κεφάλαιον, τῷ κατά μόνας εἴρηται καί δυναμένῳ ἑαυτόν κυβερνῆσαι μετά διακρίσεως˙ ὁ γάρ ἐν τῷ κοινοβίῳ ὑπό Πατέρα ἐστί, καί οὐκ ἔχει ἐντολήν˙ καί οὐδεμίαν ἐξουσίαν ἔχει ποιῆσαι τό ἴδιον θέλημα.

 

τιθ'

Ἐρώτησις

Ἐπειδή καί τοῦτο εὗρον ἐν τῷ Ἀσκητικῷ τοῦ ἁγίου Βασιλείου, ὅτι ἀδύνατον μαθητήν τοῦ Κυρίου γενέσθαι τόν προσπαθῶς ἔχοντα πρός τι τῶν παρόντων ἤ ἀνεχόμενόν τινος τῶν καί ἐπ᾿ ὀλίγον ἀφελκόντων αὐτόν τῆς ἐντολῆς τοῦ Θεοῦ˙ χρεωστοῦσι δέ μοι οἱ συγγενεῖς μου μικρόν λογάριον, καί θέλω [αὐτό] δοῦναι πτωχοῖς, καί τάχα οὐ θέλουσιν αὐτό παρασχεῖν, τί ποιήσω;

 

Ἀπόκρισις Ἰωάννου.

Ἐάν μή κόψῃς τό σαρκικόν φρόνημα καί λάβῃς μικράν ἀναίδειαν κατά Θεόν, ἐμπίπτεις καί εἰς ἀνθρωπαρέσκειαν. Ὁ Θεός παράσχοι σοι δύναμιν ποιεῖν τό θέλημα αὐτοῦ κατά πάντα. Ἀμήν.

 

ικ'

Ἐρώτησις τοῦ αὐτοῦ.

Τί ἐστιν ὅ λέγουσιν οἱ Πατέρες ἀσιώπητον, καί πῶς κατορθοῦται;

 

Ἀπόκρισις

Ὡς νομίζω, τό μή σιωπᾶν περί τῶν ἰδίων λογισμῶν˙ ὁ γάρ σιωπῶν εἰπεῖν αὑτοῦ τούς λογισμούς, μένει ἀθεράπευτος˙ κατορθοῦται δέ ἐν τῷ ἐπερωτᾶν περί αὐτῶν τούς πνευματικούς Πατέρας.

Ὡς λογίζομαι εἶπον τῷ ἀδελφῷ μου˙ εἰ δέ σύ κάλλιον αὐτό νοεῖς, ὁ κύριος δώῃ σοι σύνεσιν τήν παρ᾿ αὐτοῦ, κἀμοί τῷ ἐλαχίστῳ δούλῳ αὐτοῦ.

 

τκα'

Ἐρώτησις

Τί ἐστιν ὅ ἐδήλωσάς μοι, Πάτερ, ὅτι τόν νήφοντα οὐδέν βλάπτει ὁ ὕπνος;

 

Ἀπόκρισις Ἰωάννου.

Τοῦ φυλάσσοντος τό ποίμνιον αὑτοῦ, κατά τόν Ἰακώβ, ἀφίσταται ἀπ᾿ αὐτοῦ ὁ ὕπνος˙ καί ὅταν ἁρπάζει ὀλίγον, ὡς γρήγορσις ἄλλου εὑρίσκεται ὁ ὕπνος˙ τό πῦρ γάρ τῆς καύσεως τῆς καρδίας οὐκ ἀφίησιν κατενεχθεῖναι εἰς ὕπνον. Συμψάλλει γάρ τῷ Δαβίδ μελῳδῶν, «φώτισον τούς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον». Ὁ φθάνων τό μέτρον τοῦτο καί γευσάμενος τῆς γκλυκύτητος αὐτοῦ, νοεῖ τά λεγόμανα˙ οὐ μεμέθυσται γάρ ὁ τοιοῦτος τῷ ὑλικῷ ὕπνῳ, ἀλλά χρῆται τῷ φυσικῷ.

 

τκβ'

Ἐρώτησις

Ἐάν αἰτήσῃ μέ τις εἰσελθεῖν εἰς τό κελλίον αὐτοῦ ποιῆσαι εὐχήν ἤ ἐγώ ἐν τῷ κελλίῳ μου, ἤ θελήσω βαλεῖν χεῖρα βοηθῆσαί τινι εἰς ἔργον, μέχρι τίνος δεῖ παραιτεῖσθαι ἤ φιλονεικεῖν; Ἔνθα δηλονότι οὐκ ἔστι παράβασις ἐντολῆς.

 

Ἀπόκρισις

Ἐάν εἰσέλθῃς εἰς κελλίον ἀδελφοῦ ἤ αὐτός εἰς τό κελλίον σου καί εἴπῃ σοι εὖξαι, ἕως τρίτου εἰπέ, συγχώρησον.

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω στοιχεία. Για τους όρους προστασίας δεδομένων δείτε εδώ.