ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ   ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου |Διακονία | Εορτολόγιο | Πολυμέσα

 

πίσω


Ζ' ΑΠΟΚΡΙΣΕΙΣ ΠΡΟΣ ΑΝΩΝΥΜΟΥΣ ΑΔΕΛΦΟΥΣ

(στθ' - σκθ')

(σμ' - σαν')

(σνβ' - σξβ')

(σο' - σπθ')

(σ'- τκβ')

σο'

Αἴτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν τοῦ βαστάσαι τάς ἁμαρτίας αὐτοῦ.

 

Ἀπόκρισις

Ἀδελφέ, εἰ καί ὑπέρ ἐμέ αἰτεῖς με πρᾶγμα, ἀλλά δεικνύω σοι τά μέτρα τῆς ἀγάπης, ὅτι ἀναγκάζει ἑαυτήν καί εἰς τά ὑπέρμετρα. Ἰδού ἐθαύμασά σου τό πρόσωπον καί ἀναδέχομαι καί βαστάζω, ἀλλ᾿ ἐπί τῷ ὅρῳ τούτῳ, ἵνα σύ βαστάζῃς τό φυλάξεσθαί μου τούς λόγους καί τάς ἐντολάς μου˙ εἰσί γάρ σωτηριώδεις καί ζήσῃς ἀνεπαισχύντως.

 

σοα'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα, περί ὧν εἶπεν ἐντολῶν καί αἴτησις <τοῦ> δυναμωθῆναι φυλάξαι αὐτάς.

 

Ἀπόκρισις

Ὁ ἐνδυναμώσας τούς Πατέρας ἡμῶν, ἐνδυναμώσοι τήν σήν ἀγάπην, ἀδελφέ, καί δώῃ σοι σύνεσιν πνευματικήν συνιέναι ἐν πᾶσι τοῖς ἔργοις σου. Σύ οὖν φύλαξαι ἀπό ἀργολογίας τήν γλῶτταν, καί ἀπό ἡδονῆς τήν κοιλίαν, καί ἀπό παροξυσμῶν τόν πλησίον. Τό ἀπαρρησίαστον, τό ἀψήφιστον, τήν μετά πάντων ἀγάπην, καί τό πάντοτε ἔχειν τόν Θεόν ἐν τῷ νῷ, μνημονεύων πότε ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ. Ταῦτα ἔχε ἐν σεαυτῷ καί ποιεῖ ἡ γῆ σου ἀνά ἑκατόν καρπούς τῷ Θεῷ . ᾯ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

 

σοβ'

Ἐρώτησις

Τί ἐστι Πάτερ, τό ἀψήφιστον.

 

Ἀπόκρισις

Ἀδελφέ, τό ἀψήφιστόν ἐστι, τό μή ἰσῶσαι ἑαυτόν τινι, καί τό μή εἰπεῖν περί καλοῦ ἔργου, ὅτι κἀγώ τοῦτο ἐποίησα.

 

σογ'

Τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα.

Αἴτησις ἐπί ταῖς παραβάσεσι τῶν τεθειςῶν αὐτῷ ἐντολῶν, συνεργίας τε εἰς μετάνοιαν˙ καί πῶς δεῖ μετανοεῖν, καί εἰ συμβῇ παράβασις, εἰ ἀκυροῦται ἡ διαθήκη.

 

(130) Ἀπόκρισις

 

Ἐν ὀνόματι Θεοῦ περί τῆς αἰτήσεώς σου, ἔσται σοι ὡς ᾔτησας. Λοιπόν φύλαξαι μή ὑψηλοφρονῆσαι, ἵνα μή ἀπολλέσῃς ὅλα˙ καί ὅταν παραβῇς ἐντολήν δράμε εἰς τήν μετάνοιαν˙ καί μή ὡς ἔχων μάλαγμα τῷ τραύματι καταφρονήσῃς, ἵνα μή πάλιν εἰς χείρονα ἔλθῃς. Ἔχοντός σου τήν χεῖρα μετ᾿ ἐμοῦ, στήκει βεβαίως ἡ πρός σέ ἀπ᾿ ἐμοῦ διαθήκη˙ εἰ δέ μή γε, πῶς ὁ Θεός ἐλεήσει σε, τοῦ ἀκοῦσαι καί φυλάξαι ἐν Χριαρῷ; Ἀμήν.

 

σοδ'

Τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Αἴτησις εὐχῆς, τοῦ μή ἀποχωρισθῆναι τῆς σκέπης αὐτοῦ, μηδέ ἐν τῷ μέλλοντι αἰῶνι.

 

Ἀπόκρισις

Εἰ ἐνόεις, τέκνον, τάς πρός σέ παρ᾿ ἐμοῦ ρήσεις, μαθεῖν εἶχες, ὅτι ἀρραβῶνά σοι δέδωκα εἰς σωτηρίαν τῆς ψυχῆς σου. Καί μή οἴει με παραλογίσασθαι, μήτε χωρίσαι σε τῶν σωζομένων γνησίων μου τέκνων καί τῆς τοῦ Θεοῦ σκέπης˙ ἀλλά καί σύ σπούδασον μή ἀποχωρισθῆναι τῆς τοιαύτης ζωῆς. Ὁ γάρ Ἀπόστολος οὐκ ἀπεχώρησέ τινα, ἀλλ᾿ εἶπεν˙ «εἰ δέ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω». Μή γένοιτο δέ ἵνα καί εἰς σέ πληρωθῇ τοῦτο. Ἀλλ᾿ ἐρρέθη σοι πρός ἀσφάλειαν τοῦ προσέχειν σεαυτῷ σπουδάζοντι μή ἐκπεσεῖν τῆς προσδοκίας ταύτης καί ἐλπίδος. Ἐνδυναμώθητι οὖν ἐν Κυρίῳ, τῷ εἰπόντι τοῖς ἑαυτοῦ μαθηταῖς λαβεῖν δύναμιν ἐξ ὕψους.

 

σοε'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν ἄλλον Γέροντα.

Ἐάν τις λογίζεται ἑαυτόν ὑποκάτω πάσης κτίσεως, μή συμφωνῇ δέ καί ἡ πρᾶξις, ἆρα τί ἐστι;

 

Ἀπόκρισις

Ὅσον οὐκ εὑρίσκεις τήν πρᾶξιν ἰσολογοῦσαν τῷ συνειδότι, οὐδέ ἐκείνη ἀληθινή ἐστιν, ἀλλά χλεύασμα δαιμόνων.

 

σος'

Τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Οὐχ ὅτι, Πάτερ, ἔχω ἐμαυτόν ὅτι εἰμί ὑποκάτω πάσης κτίσεως, ἀλλ᾿ ὅτι ὅταν ἐρευνῶ τήν συνείδησιν, εὑρίσκω ἐμαυτόν ὑπεύθυνον τοῦ ὀφείλειν εἶναι ὑποκάτω πάσης κτίσεως˙ ἆρα οὖν καί τοῦτο χλεύη δαιμόνων ἐστίν;

 

Ἀπόκρισις

Ἄρτι ἀδελφέ, μικρόν ἔβαλες ὀρθοποδεῖν˙ αὕτη γάρ ἐστιν ἡ ἀλήθεια. Ὁ Θεός δέ ἐνέγκοι σε εἰς τό μέσον ἐκεῖνο τοῦ ἔχειν σεαυτόν ὑποκάτω πάσης κτίσεως. Ἔρρωσον ἐν Κυρίῳ.

 

σοζ'

Ἐρώτησις τοῦ αὐτοῦ.

Ποία ὁδός σώζει, ἡ διά τῶν κόπων ἤ ἡ διά ταπεινώσεως. Καί περί λήθης.

 

Ἀπόκρισις Ἰωάννου.

Ὁ κόπος ὁ ἀληθινός, ἀδελφέ, οὐκ ἔστιν ἄνευ ταπεινώσεως˙ ὁ γάρ καθ᾿ ἑαυτόν κόπος, εἰς μάτην ἐστίν. Φησί γάρ, «ἴδε τήν ταπείνωσίν μου καί τόν κόπον μου, καί ἄφες πάσας τάς ἁμαρτίας μου». Ὁ οὖν ἔχων ταῦτα φθάνει διά τάχους. Καί ὁ ἔχων ταπείνωσιν μετ᾿ ἐξουδενώσεως, καί αὐτός τό ὅμοιον ἔχει˙ ἡ ἐξουδένωσις γάρ τόν τόπον ἐπέχει τοῦ κόπου. Ὁ δέ τήν ταπείνωσιν καθ᾿ ἑαυτήν μόνην ἔχων, εἰσέρχεται μέν, βραδυτέρως δέ. Εἴ τις δέ θελήσοι κρατῆσαι τήν ἀληθινήν ταπείνωσιν, μή ψηφίσῃ ἑαυτόν ἔν τινι˙ αὕτη γάρ ἐστιν ἡ ἀληθινή ταπείνωσις.

Ὁ δέ δεχόμενος τό πῦρ, ὅ ἦλθε βαλεῖν ὁ Κύριος ἐπί τήν γῆν, λήθην καί αἰχμαλωσίαν οὐκ οἶδεν, ἔχων πάντοτε τήν αἴσθησιν τοῦ πυρός. Ἀπό δέ τοῦ αἰσθητοῦ πυρός λάβε τό ὑπόδειγμα˙ ἐάν γάρ ρέγχῃ ὁ ἄνθρωπος εἰς τό ἀποθανεῖν καί προσεγγίσῃ αὐτῷ πῦρ, εὐθέως αἰσθάνεται τοῦ πόνου. Καί εἰς οἱανδήποτε πρᾶγμα, ἐάν αἰχμαλωτισθῇ ἄνθρωπος, πέσῃ δέ ἐπ᾿ αὐτόν ἄνθραξ πυρός, οὐδέ στιγμήν μένει ἐν τῇ αἰχμαλωσίᾳ. Τό πῦρ ἀδελφέ, οὐ <σβέννυται>, ἐπεί οὐδέ πῦρ ἐστι. Λοιπόν, εἰ ἀπαλλαγῆναι θέλεις τῆς λήθης καί τῆς αἰχμαλωσίας, ἄλλως οὐ δύνασαι, ἐάν μή κτήσῃ ἐν σεαυτῷ τό πνευματικόν πῦρ˙ ἀπό γάρ τῆς τούτου θερμότητος ἐκεῖνα ἀναλίσκονται. Κτᾶται δέ τις τοῦτο τό πῦρ, τῷ κατά Θεόν πόθῳ.

Ἀδελφέ, ἐάν μή εἰς πάντα πονέσῃ ἡ καρδία σου ζητῆσαι τόν Κύριον, προκόψαι οὐ δύνασαι. Ἐάν σχολάσῃς γάρ ἐν τούτοις, ἔρχῃ εἰς ταῦτα˙ φησί γάρ, «σχολάσατε καί γνῶτε» καί τά λοιπά.

Δώῃ σοι Κύριος συνιέναι ταῦτα καί πονεῖς ἐν αὐτοῖς.

 

σοη'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Τί ἐστι, Πάτερ, ταπείνωσις, καί τί ἐστιν ἐξουδένωσις, καί τί ἐστι συντριβή καρδίας; Καί εἰ κτᾶταί τις ταπείνωσιν αὐτός ἑαυτόν ἐξουδενῶν ἐν τῇ καρδίᾳ, ἤ χρεία καί τῶν ἔξωθεν ἀπό τῶν ἀνθρώπων ὀνειδισμῶν καί ὕβρεων; Καί εἰ δεῖ τόν ταπεινόφρονα καί ταπεινολογεῖν καί πράγματα ἐπιτηδεύειν ταπεινά;

 

Ἀπόκρισις

Ταπείνωσίς ἐστι τό ἀψήφιστον ἐν παντί πράγματι καί τό κόψαι ἐν πᾶσι τό ἴδιον θέλημα καί τό φέρειν ἀταράχως τά ἔξωθεν ἐπερχόμενα˙ αὕτη ἐστίν ἡ ἀληθινή ταπείνωσις, εἰς ἥν οὐχ εὑρίσκει χώραν ἡ κενοδοξία. Οὐ χρή δέ τόν ταπεινόφρονα ἐπιτηδεύειν τό ταπεινολογεῖν, ἀλλ᾿ ἀρκεῖ λέγειν, συγχώρησόν μοι, ἤ εὖξαι ὑπέρ ἐμοῦ˙ οὐδέ προστρέχειν πράγμασι ταπεινοῖς ἀφ᾿ ἑαυτοῦ. Ἀμφότερα γάρ κενοδοξίαν ποιεῖ καί οὐκ ἐᾷ προκόψαι τινά˙ ἀλλά τό κελευσθῆναι καί μή ἀντιλέξαι, τοῦτο φέρει εἰς προκοπήν.

 

σοθ'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Ἐάν τις ἐπαινῆται παρά τινος, οὐκ ὀφείλει ἀποκρίνεσθαι ὡς μετριοφρονῶν;

 

Ἀπόκρισις

Τό σιωπᾶν μᾶλλον ὠφελεῖ˙ ἐάν γάρ ἀποκρίνηται ὡς καταδεχόμενος τόν ἔπαινον εὑρίσκεται, καί τοῦτο κενοδοξία ἐστίν. Ὁμοίως κἀκεῖνο, ὅπερ δοκεῖ μετριάζειν ἐν τῇ ἀποκρίσει, κενοδοξία ἐστί˙ ταῦτα γάρ ἅπερ δοκεῖ λέγειν αὐτός περί ἑαυτόῦ, ἄν παρ᾿ ἄλλου ἀκούσῃ οὐ δύναται βαστάξαι.

 

σπ'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Ἀλλά συμβαίνει ἐκεῖνον νομίζοντα ἐκ τῆς σιωπῆς ὅτι κατεδέξατο τόν ἔπαινον, σκανδαλισθῆναι˙ τί οὖν δεῖ ποιεῖν;

 

Ἀπόκρισις Ἰωάννου.

Περί τῶν ἀδήλων ὀφείλει ὁ ἀγωνιζόμενος ἐᾶσαι τόν Θεόν πληροφορῆσαι τόν ἀκούοντα. Πόθεν γάρ οἶδεν ὅτι οὐ μᾶλλον ᾠδοδομήθη ἐπί τῇ σιωπῇ αὐτοῦ ὡς μή καταδεξαμένου τόν ἔπαινον, καί αὐτός νομίζει ὅτι ἐσκανδαλίσθη; Ἐάν δέ αὐτός φανερώσῃ τοῦτο, τότε μετά ταπεινοφροσύνης, ὀφείλει πληροοφορῆσαι λέγων˙ συγχώρησόν μοι, ἀδελφέ, ὅτι οὐδέν ἀγαθόν ἐμαυτῷ σύνοιδα˙ καί διά τοῦτο οὐχ εὗρον τί σοι ἀποκρίνασθαι˙ ἀλλά διά τόν Κύριον, εὖξαι ὑπέρ ἐμοῦ.

 

σπα'

Τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Συμβαίνει δέ τινα ἁμαρτωλόν ὄντα ἐν ταπεινοφροσύνῃ εἰπεῖν τήν ἀλήθειαν καί οὐ κατά κενοδοξίαν˙ ἆρα οὐδέ [οὕτως] ὀφείλει ἀποκρίνασθαι;

 

Ἀπόκρισις Ἰωάννου.

 

Οὐδέ οὕτως ὀφείλει ἀποκρίνασθαι˙ κἄν γάρ αὐτός πρός ὥραν ταπεινοφρονῇ, ἀλλ᾿ ὁ ἀκούων ἔχει αὐτόν ταπεινόφρονα, καί βάρος αὐτῷ ἐστιν˙ ὁ γάρ Κύριος εἰπών, «οὐαί ὑμῖν, ὅταν καλῶς ὑμᾶς εἴπωσιν οἱ ἄνθρωποι», περί τῶν ἁμαρτωλῶν λέγει τῶν ἐπαινουμένων, καί τό ἔργον οὐκ ἐχόντων.

 

σπβ'

Ἐρώτησις

Καί πῶςα εὑρίσκομέν τινας τῶν ἁγίων ἡνίκα ἐπαινοῦνται ἀποκρινομένους ἐν μετριότητι;

 

Ἀπόκρισις

Οἱ Πατέρες φθάσαντες τό μέτρον, ὅ εἶπεν ὁ Κύριος, ὅτι «ὅταν ποιήσητε ταῦτα πάντα, εἴπατε ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν», καί μετά ἀληθείας οὕτως ἔχοντες ἑαυτούς, ὡς ἔχουσιν ἀποκρίνονται˙ κἄν παρ᾿ ἄλλου ταῦτα ἀκούσωσιν, οὐ δεσχεραίνουσιν˙ ἀλλά καί εὐλογοῦσιν αὐτόν, ὡς λέγοντα τήν ἀλήθειαν.

 

σπγ'

Τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Ἐάν τις εὐεργετηθῇ παρά τινος καί ὑπερεύχεται αὐτοῦ καταλέγων αὐτοῦ τάς εὐεργσίας, ἆρα κἄν οὐδέ οὕτως ὀφείλει αὐτῷ ἀποκρίνασθαι;

 

Ἀπόκρισις

Ἡ σιωπή καλή μέν ἐστιν ἐν πᾶσιν˙ ἀλλ᾿ ἵνα μή δόξῃ ὡς ἀποβάλλει τήν εὐχήν, ὀφείλει μετά ταπεινώσεως εἰπεῖν, συγχώρησόν μοι, Ἀββᾶ, καί εὖξαι ὑπέρ ἐμοῦ διά τόν Κύριον, ἔχων ἐν τῇ καρδίᾳ αὑτοῦ ὅτι οὐδέν αὐτός ἐποίησεν. Ὁ εὐεργετῶν γάρ πάντα ὁ Κύριος ἐστι, καί ἵνα δέηται τοῦ Θεοῦ μή κατακριθῆναι ἐν τοῖς λεγομένοις.

 

σπδ'

Τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Εὖξαι ὑπέρ ἐμοῦ, Πάτερ, ἵνα ρυσθῶ ἀπό τῆς γλώσσης καί ἀπό τῆς παρρησίας καί τοῖς κοιλίας.

 

Ἀπόκρισις

Περί τῆς γλώσσης καί τῆς κοιλίας καί τῆς παρρησίας, ὡς παρεκάλεσας εὖξασθαι, οὕτω καί σύ ποίησον τήν δύναμίν σου ἐγκρατεύσασθαι˙ ἄνευ γάρ καρδίας, κόπου καί νήψεως καί πένθους, οὐ δουλαγωγοῦνται˙ μνημονεύων ὅτι «πολλά ἰσχύει δέησις δικαίου ἐνεργουμένη». Πάντων δέ τῶν παθῶν κατακυριεύει ἡ ταπείνωσις, καί διά κόπου τις κτᾶται αὐτήν.

Ὁ Θεός δώῃ σοι δύναμιν, ἀδελφέ, μετά διακρίσεως καί φόβου Θεοῦ.

 

σπε'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Εἰ διά τοῦ πένθους κτᾶταί τις ταῦτα, καθώς εἶπας, πῶς εἰσερχόμενος καί ἐξερχόμενος μεταξύ τῶν ἀνθρώπων καί φροντίζων διακονίας καί ὑπερετῶν δύναμαι φυλάξαι τό πένθος καί εἰ ἔστι πένθος ἄνευ δακρίων.

 

Ἀπόκρισις Ἰωάννου

Οὐ τό πένθος διά τῶν δακρύων ἀλλά τά δάκρυα διά τοῦ πένθους γίνεται. Ὁ μεταξύ δέ τῶν ἀνθρώπων, ἐάν κόπτῃ τό ἴδιον θέλημα καί μή προσέχῃ πταίσμασιν ἀλλοτρίοις, οὗτος κτᾶται τό πένθος. Ἐκ τούτου γάρ συνάγονται οἱ λογισμοί αὐτοῦ˙ καί οὗτοι συναγόμενοι γεννῶσι τήν κατά Θεόν λύπην καί ἡ λύπη τά δάκρυα.

 

σπς'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Ἐπειδή βάλλω τόν λογισμόν μου εἰς τόν Ἀββᾶν, αἰσθάνομαι τινας θλιβομένους ἐπί τούτῳ. Τί οὖν ποιήσω; Μή βλάπτωμαι καθήμενος καί χλευάζει με ὁ λογισμός δῆθεν τῷ σκοπῷ προσέχων; Εἶτα κἄν ὁ σκοπός μου διά τῆς σκέπης ὑμῶν μή ᾖ κατά πάθος, ἆρα δύναμαι ὅλον τό πρᾶγμα ἀβλαβῶς παρελθεῖν, ἐγώ ὁ ἀσθενής μή μισῶν τά πάθη μου; Διά τοῦτο, παρακαλῶ, εἰ δοκιμάζεις, μή μεσάζειν ἔξωθεν τοῦ νοσοκομείου, μήπως ἕνεκεν τούτου καί εἰς ζῆλον προκόψῃ τό πρᾶγμα καί σαλεύσῃ με. Εἰ δέ οὕτως ὠφελοῦμαι, εἰς τάς χεῖράς σού ἐστιν ἡ ψυχή μου, ὡς κελεύεις, δήλωσόν μοι, Πάτερ.

 

Ἀπόκρισις

Ἐάν καθαρᾷ καρδίᾳ καί διά ὠφέλειαν ἄνευ πάθους καί κενοδοξίας λέγῃς, μή ψήφιζε ρήματα ἀνθρώπων˙ ἀγώνισαι συμβοηθουσῶν τῶν εὐχῶν τῶν ἁγίων, ἕως οὗ φθάσῃς ἀβλαβῶς ὅλον ποιῆσαι τό πρᾶγμα. Τό μεσάσαι ἄνευ πάθους, ὡς εἶπον, καλόν ἐστιν˙ οὐ πᾶσι γάρ δίδοται τό λαλῆσαι τῷ Ἀββᾶ, οὐδέ συμφέρει. Ἐάν κατά Θεόν λαλῇς, ἀπό σαυτοῦ οὐ λαλεῖς, οὔτε ποιεῖς τό ἀγαθόν, ἀλλ᾿ ὁ Θεός ἐστιν ἐν πᾶσι, καί τό ἀγαθόν τοῦ Θεοῦ ζῆλον οὐ γεννᾷ, ἀλλ᾿ εἰ καί φαίνεται πρός μικρόν, ταχύ σβέννυται.

Εἰς τάς χεῖρας τοῦ Θεοῦ ἐστιν ἡ ψυχή πάντων ἡμῶν˙ καί αὐτός ἐστιν ὁ σκέπων ἡμᾶς καί ἐνδυναμῶν τοῦ ποιῆσαι τό συμφέρον ἡμῖν.

 

σπζ'

 

Τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Ἐάν οὖν νομίσω τί συμφέρειν τισί, ἆρα κἄν μή ἐρωτηθῶ ὀφείλει μοι λέγειν; Ἐάν δέ καί μείζων μου ᾖ ἤ κληρικός, εἴπω τῷ Ἀββᾷ ἤ σιωπήσω; Ἐάν δέ καί ἐρωτηθῶ, τί ἆρα λέγω; Ἐάν δέ καί συμφέρῃ τό ἀπ᾿ ἐμαυτοῦ λέγειν, πῶς λαλήσω, ἵνα < μήτε> ὡς μετά σχήματος εὑρεθῶ δῆθεν ταπεινολογῶν, μήτε ὡς μετά αὐθεντίας διδάσκων.

 

Ἀπόκρισις

Εἶπον οἱ Πατέρες, ὅτι τό λαλεῖν διά τόν Θεόν καλόν ἐστι καί τό σιωπᾶν διά τόν Θεόν καλόν ἐστιν. Ὁ λόγος δέ τῶν Πατέρων τοῦτό ἐστιν. Ὁ λαλῶν, ὡς εἶπόν σοι, ἄνευ πάθους, καλόν ἐστιν, ὅτι διά τόν Θεόν λαλεῖ, καί ὁ βλέπων ὅτι κατά πάθος μέλλει λέγειν καί σιωπῶν, καλόν ἐστιν, ὅτι διά τόν Θεόν ἐσιώπησεν. Ἐάν κατά Θεόν μέλλῃς λέγειν, μή μερίμνα τί λαλήσεις, ἐπεί καταργεῖς τήν ἐντολήν, ἀλλά ρίψον εἰς τόν Θεόν τό πρᾶγμα καί δίδωσιν εἰς τό στόμα σου τί λαλῆσαι πρός τό συμφέρον. Οἶδεν ὁ Θεός περιζῶσαι ἡμᾶς τούς ἀσθενεῖς δύναμιν καί αὐτός ἐνδυναμώσοι σέ, ἀδελφέ.

 

σπη'

Τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Εἰ ἐν τοῖς καλοῖς, εἰ καί μέσοις δεῖ κόπτειν τό θέλημα τῷ Ἀββᾷ καί ἐν οἷς παράβασις δοκεῖ φθάνειν ἐντολῆς Θεοῦ˙ καί ὑπέρ τήν κατάστασίν μου δέ εἰ εὑρεθῇ ἐπιταγή, εἰ ὀφείλω παρατήσασθαι, ἵνα μή <λύπη> καί ταραχή ἔλθῃ μοι.

Ἔτι δέ, ἐάν τις χρείαν ἔχων πρός τόν Ἀββᾶν αἰτήσασθαί με συμβαλέσθαι αὐτῷ εἰς τό πρᾶγμα καί ἀνάσχωμαι, μή φέρει μοι τιμήν, ὡς ὅτι ὅλως ψηφίζομαι;

 

Ἀπόκρισις

Ἀδελφέ, ὁ θέλων μοναχός εἶναι, οὐκ ὀφείλει ὅλως θέλημα ἔχειν ἔν τινι πράγματι. Καί τοῦτο διδάσκων ἡμῶν ὁ Χριστός εἶπεν˙ «ἦλθον εἰς τόν κόσμον οὐ τό ἐμόν θέλημα ποιῆσαι». Ὁ θέλων γάρ τόδε ποεῖν καί τόδε παραιτεῖσθαι, ἤ διακριτικώτερον ἑαυτόν δεικνύει τοῦ ἐπιτάσσοντος αὐτῷ, ἤ ὑπό δαιμόνων χλευάζεται. Ὥστε οὖν ἐν πᾶσιν ὀφείλεις ὑπακούειν, κἄν δόξῃ σοι τό πρᾶγμα ἁμαρτίαν ἔχειν˙ ὁ γάρ ἐπιτάσσων σοι Ἀββᾶς σου, αὐτός βαστάζει σου τό κρῖμα, ὡς ἀπαιτούμενος λόγον ὑπέρ σοῦ. Ἐάν δέ φαίνηταί σοι βαρύ τό ἐπιτασσόμενον, ἐρώτησον αὐτόν, καί τῇ διακρίσει αὐτοῦ ἄφες τό πρᾶγμα. Ἐάν δέ ἀδελφοί ὦσιν οἱ ἐπιτάξαντές σοι καί βλέπεις ὅτι βλάβην ἔχει τό πρᾶγμα ἤ ὑπέρ τήν δύναμίν σού ἐστι, πάλιν ἐρώτησον τόν Ἀββᾶν καί ὅ λέγει σοι ποίησον. Ἐάν γάρ θέλῃς τά πράγματα διακρίνειν, θλίψεις σεαυτῷ ἐπισπᾶσαι˙ ἀνάθου πάντα τῷ Ἀββᾷ σου, καί ὅ διακρίνει ποίησον. Αὐτός γάρ οἶδε τί ποιεῖ καί πῶς φροντίζει σου τῆς ψυχῆς καί ἀναπαύῃ, πιστεύων, ὅτι εἴ τι λέγει σοι, κατά Θεόν ἐστι, καί λύπην κατά χάριν οὐ φέρει˙ «πᾶν γάρ δένδρον καλόν καλούς καρπούς ποιεῖν».

Περί δέ τοῦ δεηθῆναί σού τινας πρός τόν Ἀββᾶν, ἐάν ᾖ χρεία, ποίησον ὡς ἐντολήν πληρῶν, ἥν ἤκουσας ποιῆσαι. Ἐάν γάρ καθίσῃ σε ὁ Ἀββᾶς εἰς τό θυρωρεῖον λέγων, μήνυσόν μοι πάντα ἄνθρωπον ἐρχόμενον, μή ἀπό σαυτοῦ ψηφίζῃς, ἤ κέλευσιν πληροῖς τοῦ ἐπιτάσσοντός σοι; Ἐάν εἴπῃ σοι ὁ Ἀββᾶς λέγειν αὐτῷ ἤ μή λέγειν, σύ πρᾶγμα οὐκ ἔχεις.

 

κπθ'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Ἐάν ἀδελφός ἐρωτήσῃ με περί λόγου ἤ πράγματος οἱουδήποτε καί οὐκ οἶδα αὐτό, ἀποκριθῶ ἤ οὔ; Ἐάν δέ μή ἐρωτηθῶ, ἴδω δέ πρᾶγμα μή καλῶς γινόμενον, ἆρα ἀναμνήσω τόν ποιοῦντα ἤ οὔ;

 

Ἀπόκρισις

Ὅλα τά ρήματα τῆς ἐρωτήσεως ταύτης μίαν ἔχουσι δύναμιν ἀποκρίσεως. Φύλαξον τοῦ μή εἰπεῖν κατά κενοδοξίαν, ἀλλά μετά ταπεινώσεως καί φόβου Θεοῦ. Καί περί πάντων ὧν ἠρώτησας, εἰπέ, χρείας γενομένης, καί ὑπόμνησον˙ ἐν τῷ κοινοβίῳ σου μέν τοι καί οὐκ ἄλλου, ἵνα μή εὑρεθῇς ὡς διδάσκαλος˙ καί γάρ οἱ τοῦ κοινοβίου ἕν σῶμά εἰσι. Ἐάν δέ ἀλλαχοῦ εὑρεθῇς, ἀπό σαυτοῦ μηδέν εἴπῃς˙ εἰ δέ ἐρωτηθῇς, εἰπέ μετά ταπεινώσεως.

Ὁ Θεός συνετίσοι σε, ἀδελφέ.

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω στοιχεία. Για τους όρους προστασίας δεδομένων δείτε εδώ.