ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ   ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου |Διακονία | Εορτολόγιο | Πολυμέσα

 

πίσω


Ζ' ΑΠΟΚΡΙΣΕΙΣ ΠΡΟΣ ΑΝΩΝΥΜΟΥΣ ΑΔΕΛΦΟΥΣ

(στθ' - σκθ')

(σμ' - σαν')

(σνβ' - σξβ')

(σο' - σπθ')

(σ'- τκβ')

Η' ΑΠΟΚΡΙΣΕΙΣ

ΠΡΟΣ ΤΟΝ ΑΒΒΑ ΔΩΡΟΘΕΟ.

 

σνβ'

Ἕτερος ἀδελφός ἠρώτησε τόν ἄλλον Γέροντα.

Ἐπειδή ἔχω χρήματα, καί τά μέν θέλω δοῦναι τῷ κοινοβίῳ, τά δέ διαδοῦναι πτωχοῖς, εἰπέ μοι, Πάτερ, εἰ ὀφείλω ταῦτα διά τοῦ Ἀββᾶ διαδοῦναι.

 

Ἀπόκρισις Ἰωάννου.

 

Ἀδελφέ, τάς πρώτας ἀποκρίσεις, ὡς ἀνθρώπῳ χρῄζοντι τοῦ γάλακτος , ἀκμήν ἐλάλησά σοι. Ἄρτι δέ ὅτε περί τελείας ἐλάλησας ἀποταγῆς, ἄκουσον κατά τό γεγραμμένον˙ «ἄνοιξον τό στόμα σου, καί πληρώσω αὐτό.

Ἀδελφέ, οὐ χρή παρ᾿ ἐμοῦ τοῦ ἐλαχίστου μαθεῖν, ἵνα τί ποιήςῃς, ἀλλ᾿ ἄκουσον τό γεγραμμένον ἐν τοῖς πράξεσι τῶν Ἀποστόλων, περί τῶν πωλησάντων καί ριψάντων τό τίμημα παρά τούς πόδας τῶν Ἀποτόλων˙ ὅτι διεδίδοτο ἑκάστῳ καθ᾿ ὅ,τι ἄν τις χρείαν εἶχεν, οὐ δι᾿ αὐτῶν, ἀλλά διά τῶν Ἀποστόλων, αὐτοί δέ ἀπηλλάγησαν μερίμνης καί χρημάτων καί κενοδοξίας. Εἰ οὖν ἐπιποθεῖς εἰς τοῦτο τό μέτρον ἐλθεῖν καί ἀπολαῦσαι ἀμερίμνίας καί σχολάσαι μεριμνῆσαι τῷ Θεῷ, ποίησον καί αὐτός οὕτως.

Ἀδελφέ, πάνυ ὀλίγα εἰσί τά σά, πρός ἅ ἐδόθη τῷ Ἀββᾶ Ἡσαΐα παρά τινων˙ χιλιάδας γάρ νομισμάτων ἐδίδουν αὐτῷ, λέγοντες, διοίκησον αὐτά ὡς γινώσκεις, μή λέγοντες ποῦ, ἤ πῶς. Οὗτοι οὖν τό τέλειον ἐποίησαν καί ἠμερίμνησαν. Σύ δέ, ἐάν ᾖ θέλημα τοῦ Θεοῦ ἐλθεῖν σε εἰς τήν χαράν ταύτην, ὀφείλεις ἔχειν καί ὁμολογεῖν χάριτας τῷ βαστάζοντί σου τό φορτίον, μήποτε ὁ σπορεύς τῶν κακῶν σπείρῃ εἰς σέ λογίζεσθαι τόν δεχόμενον ταῦτα ἔχει σοι χάριτας.

Ὁ Θεός τό συμφέρον ποιήσοι μετά σοῦ πρός σωτηρίαν ψυχῆς.

 

σνγ'

Ὁ αὐτός ἠρώτησε τόν μέγαν Γέροντα. Εἰ ὀφείλει διά τοῦ Ἀββᾶ αὑτοῦ τά χρήματα διαδοῦναι καί πῶς διαδώσει καί τίσιν.

 

Ἀπόκρισις'

 

Ὁ Κύριος εὐλογήσοι σε, τέκνον˙ θέλεις γάρ ἀμεριμνῆσαι καί οὐ θέλεις, ὀχλούμενος ὑπό τοῦ ἰδίου θελήματος˙ μόνον εἰπέ τί θέλεις ἀφορίσαι εἰς τό κοινόβιον καί τί εἰς λόγον τῶν δεομένων, καί ἀμερίμνησον. Αὕτη ἐστίν ὑπακοή, τό μή ἔχειν ἐξουσίαν ἑαυτοῦ. Τί τιμιώτερον τῆς ψυχῆς σου, ἥν εἶπεν ὁ Κύριος τιμιωτέραν ὅλου τοῦ κόσμου; Καί εἰ αὐτήν τῷ Θεῷ παρέθηκας καί τοῖς πνευματικοῖς σου πατράσιν, ἀκμήν τί διστάζεις πιστεῦσαι αὐτοῖς τά ὀλίγα; Βλέπε πῶς λεληθότως ἡ κενοδοξία καί ἡ ἀπιστία πολεμεῖ σοι. Καί εἰ οὕτως ἔχεις, οὔτε ἐν ἀληθείᾳ ἐπίστευσας αὐτοῖς τήν ψυχήν σου, καί πῶς προσδοκᾷς δι᾿ αὐτῶν ἐλεηθῆναι;

Ἀμερίμνησον, εἰ θέλεις σχολάσαι τῷ Θεῷ καί ἐγώ βαστάζω τήν φροντίδα μεθ᾿ οὗ διατάσςῃ. Μόνον γενοῦ σύ ἀμέριμνος πρός τόν Θεόν καί συγχώρησόν μοι διά τήν ἀγάπην.

 

σνβ'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα.

Εἰπέ μοι, Πάτερ, πῶς τις ἔρχεται εἰς τό κόψαι τό ἴδιον θέλημα καί εἰς τό, «ἰδού ἀφήκαμεν πάντα καί ἠκολουθήσαμέν σοι»; Ὅτι ἐκράτησα μικρόν χωρίον εἰς ἀποτροφήν μου˙ ὅτι ἀσθενής εἰμι.

 

Ἀπόκρισις

Τό ἀφεῖναι τό ἴδιον θέλημα, αἱματοχυσία ἐστί˙ τοῦτ᾿ ἔστι τό φθάσαι τινά κοπιάσαι ἕως θανάτου καί ἀθετῆσαι τό θέλημα αὑτοῦ˙ τό δέ, «ἰδού ἀφήκαμεν πάντα καί ἠκολουθήσαμέν σοι», περί τελειότητός ἐστι καί οὐ περί χωρίων καί χρημάτων μικρῶν, ἀλλά καί περί λογισμῶν καί θελημάτων. Σύ δέ ἀκμήν οὐκ ἦλθες εἰς ταύτην τήν τελειότητα˙ ἀλλ᾿ ὅταν ἐγγίζῃς, ἀκούσεις ὅ,τι ποιήσεις˙ τέως τό ἕν γενοῦ, ἀμέριμνος ἀπό ὅλων τῶν πραγμάτων καί φροντίδων˙ τό δέ χωρίον ἔχε τέως εἰς ἀποτροφήν σου.

Ὁ Κύριος Ἰησοῦς Χριστός ἐνέγκοι σε εἰς τήν χαράν ἐκείνην τήν ἀνεκλάλητον˙ φῶς γάρ ἐστιν αἰώνιον. Ἀμήν.

 

σνε'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα.

Ἐπειδή σφόδρα πολεμοῦμαι ὑπό τῆς πορνείας καί κινδυνεύω εἰς ἀπόγνωσιν ἐλθεῖν, καί οὐδέ ἐγκρατεύσασθαι δύναμαι διά τήν ἀσθένειαν τοῦ σώματός μου, εὖξαι ὑπέρ ἐμοῦ διά τόν Κύριον, καί εἰπέ μοι, τί ποιήσω.

 

Ἀπόκρισις

 

Ἀδελφέ, φθονῶν σοι ὁ διάβολος, ἤγειρεν ἐπάνω σου τόν πόλεμον, Φύλαξον οὖν τούς σούς ὀφθαλμούς, καί μή τραφῇς εἰς κόρον˙ οἴνου δέ ὀλίγου μεταλάμβανε, δι᾿ ἥν λέγεις ἀσθένειαν˙ κτῆσαι δέ τήν ταπείνωσιν, ὅτι δι᾿ αὐτῆς ρήγνυνται αἱ παγίδες πᾶσαι τοῦ ἐχθροῦ. Κἀγώ δέ ὁ ἐλάχιστος ποιῶ μου τήν δύναμιν, δεόμενος τοῦ Θεοῦ, ἵνα σκεπάσῃ σε ἀπό παντός πειρασμοῦ καί φυλάξῃ ἀπό παντός κακοῦ.

Μή ἐνδώσῃς, ἀδελφέ, μηδέ εἰς ἀπόγνωσιν βάλῃς σεαυτόν˙ αὕτη γάρ ἐστιν ἡ μετάλη χαρά τοῦ διαβόλου. Ἀδιαλείπτως δέ εὐχόμενος λέγε˙ Κύριε Ἰησοῦ Χριστέ, σῶσόν με ἀπό τῶν παθῶν τῆς ἀτιμίας˙ καί εὑρίσκεις τό ἔλεος τοῦ Θεοῦ, καί οὕτω λαμβάνεις δύναμιν, εὐχαῖς ἁγίων. Ἀμήν.

 

σνς'

Ὁ αὐτός ἀδελφός, πολεμούμενος εἰς τό αὐτό πάθος τῆς πορνείας, παρεκάλεσε τόν αὐτόν μέγαν Γέροντα εὔξασθαι ὑπέρ αὐτοῦ, καί εἰπεῖν αὐτῷ πῶς νοεῖ τις εἰ ἐκ τῆς ἰδίας ἐπιθυμίας πειράζεται, ἤ ἐκ τοῦ ἐχθροῦ.

 

Ἀπόκρισις

 

Ἀδελφέ, ἄνευ κόπου καρδίας καί συντριβῆς οὐδείς δύναται σωθῆναι ἐκ τῶν παθῶν καί εὐαρεστῆσαι τῷ Θεῷ. Ὅταν οὖν πειράζηταί τις ὑπό τῆς ἰδίας ἐπιθυμίας, τοῦτό ἐστι, τό ἀμελῆσαι ἑαυτοῦ καί ἀφεῖναι τήν καρδίαν μελετᾶν τά πεπραγμένα αὐτῷ ἀπ᾿ ἀρχῆς, καί τότε ἀφ᾿ ἑαυτόῦ ἐπιφέρει ἐφ᾿ ἑαυτόν τήν ὀργήν ἀπό τῆς ἰδίας ἐπιθυμίας. Καί κατά μικρόν τυφλούμενος ὁ νοῦς, ἄρχεται ἐν ἀγνωσίᾳ προσέχειν ἤ λαλεῖν πρός ὅν ἔχει τήν ἐπιθυμίαν˙ καί προφάσεις ἑαυτῷ φέρει πῶς λαλήςῃ αὐτῷ, ἤ μετ᾿ αὐτοῦ συγκαθίςῃ καί διά πάσης ὁδοῦ ἔρχεται πληρῶσαι τήν ἐπιθυμίαν. Τό οὖν ἐᾶσαι τόν λογισμόν ἐν τούτοις, πλεονάζει τόν πόλεμον εἰς πτῶσιν, κἄν μή τῷ σώματι, ἀλλά τῷ πνεύματι ἐν ταῖς συγκαταθέσεσι, καί εὑρίσκεται ὁ ἄνθρωπος, ὁ βουλόμενος σωθῆναι, βλέπων πόθεν βλάπτεται, φυλάττει ἑαυτόν μετ᾿ ἀκριβείας, ἀπό ἐνθυμήσεως πονηρᾶς τοῦ μή ἀδολεσχεῖν ἐν αὐτοῖς τοῖς πάθεσι, καί ἀπό βλέμματος καί συντυχίας καί οἱασδήποτε προφάσεως, φοβούμενος μή ἑαυτῷ ἅψῃ τό πῦρ. Ἰδού ὁ πόλεμος ὁ ἀπό τῆς ἰδίας ἐπιθυμίας, ἤτοι προαιρέσεως γινόμενος.

Ὁ δέ ὑπό τοῦ διαβόλου γινόμενος, οὗτός ἐστιν. Ὑπομειδιᾷ (ἴσ. ὑποδειλιᾷ) ἡ καρδία τοῦ θέλοντος σωθῆναι τοῦ μή δέξασθαι τόν σπόρον˙ καί ἐνταῦθα δέ πάλιν μετά νήψεως φυλάττει ἑαυτόν καί ἀπό ἐνθυμήσεως πονηρᾶς καί μή ἀδολεσχεῖν μετά τῶν παθῶν καί ἀπό βλέμματος καί συντυχίας καί προφάσεως. Εἰ δέ ἀνάγκη ἐστί πράγματος πρός τόν τοιοῦτον, βέλτιον ἀμεληθῆναι τό πρᾶγμα καί ψυχή μή ἀπόληται.

Νῆψον, ἀδελφέ, θνητός εἶ καί ὀλιγοχρόνιος˙ μή θελήσῃς ἀντί μικροῦ καιροῦ ἀπολέσαι ζωήν αἰώνιον. Ποίαν ὠφέλειαν ἔχει ἡ δυσωδία καί ἀκαθαρσία τῆς ἁμαρτίας, εἰ μή αἰσχύνην καί ὀνειδισμόν καί σκάνδαλον. Ἡ δέ ἐγκράτεια, νίκην ἔχει καί στέφανον καί καύχημα. Ἄγξον τόν ἵππον σου ἐν τῷ χαλινῷ τῆς ἐπιστήμης, ἵνα μή προσέχων ὧδε κἀκεῖ θηλυμανήσῃ μᾶλλον δέ ἀρρενομανήσῃ, καί ρίψῃ σε τόν ἐπιβάτην αὐτοῦ.

Δεήθητι τοῦ Θεοῦ, ὥστε «ἀποστρέψῃ τούς ὀφθαλμούς σου τοῦ μή ἰδεῖν ματαιότητα»˙ καί κτησάμενόν σου ἀνδρεῖαν καρδίαν, φεύγουσιν οἱ πόλεμοι ἀπό σοῦ. Γενοῦ στυφός, ὡς ὁ οἶκος τῷ τραύματι, καί οὐκ ἐᾷς συνάξαι δυσωδίαν καί ἀκαθαρσίαν˙ κτῆσαι δέ τό πένθος, ἵνα ἀπαλλοτριώςῃ σε τῆς παρρησίας τῆς ἀπολυούσης τάς ψυχάς τῶν κτησαμένων αὐτήν. Μή ρίψῃς χαμαί τό ἐργαλεῖον, οὗ χωρίς, οὐκ ἐργάζεται ἡ καρποφόρος γῆ˙ τό δέ ἐργαλεῖόν ἐστιν ἡ ταπείνωσις, ἡ ἐργασθεῖσα ὑπό τοῦ μεγάλου Θεοῦ, δι᾿ ἧς ἐκριζοῦνται ὅλα τά ζιζάνια ἀπό τοῦ δεσποτικοῦ χωρίου, καί χάριν παρέχουσα τοῖς ἐν αὐτῇ πολιτευομένοις. Οὐ πίπτει ταπείνωσις, ἀλλ᾿ ἀπό πτώσεως ἐγείρει τούς ἔχοντας αὐτήν. Ἄσπασαι δέ ἐν ὅλῃ καρδίᾳ τό πένθος, συμμέτοχον γάρ ἐστι τῆς καλῆς ἐργασίας˙ πόνησον τοῦ κόψαι τό θέλημά σου ἐν πᾶσιν, εἰς θυσίαν γάρ λογίζεται τῷ ἀνθρώπῳ. Καί τοῦτό ἐστι τό, «ἕνεκά σου θανατούμεθα ὅλην τήν ἡμέραν ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς». Μή χαυνώςῃς σεαυτόν ἐν συντυχίαις, ἐπεί οὐκ ἀφιᾶσί σε προκόψαι κατά Θεόν. Πάνυ μετά βίας βασάνισόν σου τά αἰσθητήρια˙ τήν ὅρασιν, τήν ἀκοήν, τήν γεῦσιν, τήν ὄσφρησιν, τήν ἀφήν, καί προκόπτεις χάριτι Χριστοῦ˙ ἄνευ γάρ βασάνων μάρτυς οὐ γίνεται˙ ὡς καί ὁ Κύριος εἶπεν˙ «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθαι τάς ψυχάς ὑμῶν». Καί ὁ Ἀπόστολος λέγει˙ «ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσι», καί τά λοιπά.

Βλέπε μή δείξῃς τοῖς Χαλδαίοις τούς θησαυρούς τοῦ οἴκου σου, ἐπεί αἰχμάλωτόν σε λαμβάνουσιν εἰς Ναβουχοδονόσορ βασιλέα τῶν Βαβυλωνίων. Καταπάτησον τά πάθη, μελετῶν τήν ἀπόκρισιν ταύτην πάντοτε, ἵνα μή καταπατηθῇς ὑπ᾿ αὐτῶν καί καταπονήσωσί σε αὐτά δυνάμει. Φεῦγε ἀπ᾿ αὐτῶν ὡς δορκάς ἐκ βρόχων, ἵνα μή κατασφάξωσί σε ὡς ἀρνίον. Μή οὖν φοβηθῇς αὐτούς οὐκ ἔχουσι γάρ δύναμιν. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός ἐξενεύρισεν αὐτούς καί ἀδυνάτους ἐποίησε. Μή οὖν κοιμηθῇς, εἰ γάρ καί ἡμιθανεῖς εἰσι, ἀλλ᾿ οὐ κοιμῶνται˙ καί μή ἀμελήσῃς, οὐ γάρ ἐκεῖνοι ἀμελοῦσι. Δός μικρόν τήν χεῖρα τοῖς σοῖς πατράσι, τοῖς θέλουσί σε ἀνασπάσαι ἐκ τοῦ βορβόρου τῆς δυσωδίας˙ μιμνήσκου, ὅτι «πολλά ἰσχύει δέησις δικαίου ἐνεργουμένη». Μή κρίνῃς τινά˙ μή ἐξουδενώσῃς ἤ σκανδαλίσῃς τινά˙ μή λογίζου ἅ οὐκ οἶδας εἴς τινα˙ ταῦτα γάρ ἀπώλειά ἐστι ψυχῆς.

Σεαυτῷ πρόσεχε, καί προσδόκησον ἐρχόμενον τόν θάνατον˙ εἰπέ σεαυτῷ τόν λόγον τοῦ μακαρίου Ἀρσενίου. Ἀρσένιε, δι᾿ ὅ ἐξῆλθες. Μάθε τί ἦλθες ὧδε ζητῶν˙ εἰς τόν Ἰησοῦν τρέχε, ἵνα καταλάβῃς αὐτόν. Εἰ σωθῆναι θέλεις, <ὀξυπόδησον>, ἵνα εὑρεθῇς ἐν τῇ ἀγάπῃ ταύτῃ συνοδίᾳ τῶν ἁγίων Γερόντων. Εἰ θέλεις προκόψαι, ἔργασαι. Ζήλωσον εἶναι μετά τῶν ἁγίων, δοξαζόμενος ἐν τῇ ἀνεκλαλήτῳ δόξῃ, καί μή μετά τῶν μιαρῶν δαιμόνων, ἐν τῇ ἀνεκλαλήτῳ τιμωρίᾳ. Πόθησον εἶναι ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καί μή ἐν τῇ γεέννῃ τοῦ πυρός. Πόθησον ἀκοῦσαι «δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου» καί «εὖ, δοῦλε ἀγαθέ καί πιστέ» καί τά λοιπά˙ καί μή ἀκοῦσαι, «πορεύου ἀπ᾿ ἐμοῦ, κατηραμένε δοῦλε πονηρέ καί ὀκνηρέ».

Τοῦ Κυρίου ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

 

σνζ'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν μέγαν Γέροντα.

Ἐπειδή πολλάς ἁμαρτίας ἔχων θέλω μεανοῆσαι καί διά τήν ἀσθένειαν τοῦ σώματος οὐχ εὑρίσκω κρατῆσαι τήν ἄσκησιν τῶν Πατέρων, παρακαλῶ, ἵνα μοι εἴπῃς, πῶς ὀφείλω βαλεῖν ἀρχήν. Κέλευσον οὖν, σαφήνισόν μοι, τί ἐστιν ὅ ἐδήλωσάς μοι ἐν τῇ ἄλλῃ ἀποκρίσει, τό ή δείξῃς τοῖς Βαβυλωνίοις τούς θησαυρούς τοῦ οἴκου σου, ἐπεί λαμβάνουσί σε εἰς Βαβυλῶνα αἰχμάλωτον.

 

Ἀπόκρισις Βαρσανουφίου.

 

Ἀδελφέ, εἰσί τινες πτωχοί, οὕς ὁ Κύριος ἐμακάρισεν, ἐπειδή ἀπέβαλον ὅλα τά κτήματα αὑτῶν, τοῦτ᾿ ἔστιν ὅλα τά πάθη, καί ἐγύμνωσαν ἑαυτούς ἀπ᾿ αὐτῶν διά τό ὄνομα αὐτοῦ˙ οὗτοι ἀληθινοί εἰσι πτωχοί καί ἔχουσι τόν μακαρισμόν. Καί εἰσίν ἄλλοι πτωχοί, μηδέν ἀγαθόν κεκτημένοι, οἷς ἠπείλησε λέγων˙ «ἀπέλθετε ἀπ᾿ ἐμοῦ οἱ κατηραμένοι». Ὁ ἔχων οὖν τοιαῦτα κτήματα καί εἰς ταῦτα βαρούμενος, ἀποβάλλει αὐτά καί ἀμεριμνεῖ. Ὥστε οὖν, εἰ θέλεις βαλεῖν ἀρχήν μετανοῆσαι, μάθε τί ἐποίησεν ἡ πόρνη, ἐν δάκρυσιν αὐτῆς ἔνιψε τούς πόδας τοῦ Δεσπότου. Ὁ κλαυθμός νίπτει τινά ἀπό τῶν ἁμαρτιῶν αὐτοῦ. Κόπῳ δέ ἔρχεται τινί διά πολλῆς ἀδολεσχίας καί ὑπομονῆς καί τοῦ ἐνθυμεῖσθαι, ὡς εἶπεν ὁ Κύριος˙ «ὁ θέλων», γάρ φησί, «ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν καί ἀράτω τόν σταυρόν αὑτοῦ καί ἀκολουθείτω μοι». Τό δέ «ἀρνήσασθαι ἑαυτόν» καί «τόν σταυρόν ἇραι», τό κόψαι ἐν πᾶσι τό θέλημά ἐστι καί τό ἔχειν τό ἀψήφιστον.

Καί ἐπειδή εἶπας, ἀσθένειαν ἔχειν τό σῶμα καί μή δύνασθαι τίποτε ποιῆσαι, κατά τήν δύναμίν σου ποίησον παραμικρόν τῆς τροφῆς τοῦ ἄρτου καί τοῦ πόματος ὁμοίως˙ καί γάρ ὁ Θεός προσεδέξατο τά δύο τῆς χήρας λεπτά καί ἐχάρη περισσότερον πάντων. Τό ἀπορρησίαστον ἄσκησον καί σώζῃ φύλαξον τάς πρώτας ἀποκρίσεις, καί ταύτην, ὡς κόρην ὀφθαλμοῦ.

Τό δέ μή δείξῃς τούς θησαυρούς σου τοῖς Βαβυλωνίοις, τοῖς δαίμοσιν εἶπον, ἐν τῷ λέγειν σε τοῖς ἀνθρώποις, ὅτι ἐμοί ἐρρέθη ἡ ἀπόκρισις. Βλέπουσι γάρ οἱ δαίμονες καί παραπικραίνονται κατά σοῦ˙ καί σέ μέν πολεμοῦσιν εἰς κενοδοξίαν, τούς δέ ἀκούοντας ἀφελεστέρους εἰς σκάνδαλον, καί σύ βαστάζεις τό κρῖμα τῶν δύο. Τοῖς δέ δυναμένοις ἀκοῦσαι καί φυλάξαι, χαρά ἐστι καί ὠφέλεια. Πᾶν δέ ἀγαθόν ἔργον, ὅ ποιεῖς, σπούδαζε κρύπτειν αὐτό˙ ὠφελεῖ γάρ σε.

Ὁ Κύριος [συνετίσαι] σε, εὐχαῖς ἁγίων. Ἀμήν.

 

σνη'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν.

Εὖξαι ὑπέρ ἐμοῦ, Πάτερ, ὅτι πάνυ θλίβομαι ἐκ τοῦ λογισμοῦ τῆς πορνείας καί τῆς δειλίας καί τῆς ἀκηδίας˙ λέγει μοι ὁ λογισμός, ἵνα, ὅταν βλέπω τόν ἀδελφόν εἰς ὅν ἔχω τόν πόλεμον, συντυγχάνω αὐτῷ, μήπως ἐκ τοῦ ἐμέ μή συντυγχάνειν αὐτῷ εἰς ὑπόνοιαν τοῦτο δέξηται˙ αἰσθάνομαι δέ, ὅτι καί ὡς πνίγουσί με οἱ δαίμονες καί εὐλαβοῦμαι πάνυ ἐκ τούτου.

 

Ἀπόκρισις

 

Ἀδελφέ, ἐπεί οὐκ εἶ γεγυμνασμένος ἐν τοῖς τοῦ ἐχθροῦ πολέμοις, ἐπιχορηγεῖ σοι λογισμούς δειλίας καί ἀκηδίας καί τῆς πορνείας. Στήθι οὖν πρός αὐτούς στερεάς τῇ καρδίᾳ˙ καί γάρ οἱ ἀθληταί, ἐάν μή ἀγωνίσωνται, οὐ στεφανοῦνται˙ καί οἱ στρατιῶται, ἐάν μή δείξωσι δοκιμήν ἐν τοῖς πολέμοις τῷ βασιλεῖ, οὐ μεγαλύνονται˙ οἷος ἦν Δαβίδ. Οὐχί οὐ ψάλλεις, «δοκίμασόν με, Κύριε, καί πείρασόν με, πύρωσον τούς νεφρούς μου καί τήν καρδίαν μου»; Καί πάλιν, «ἐάν παρατάξηται ἐπ᾿ ἐμέ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου˙ ἐάν ἐπαναστῇ ἐπ᾿ ἐμέ πόλεμος, ἐν ταύτῃ ἐγώ ἐλπίζων»; Καί περί δειλίας, «ἐάν γάρ καί πορευθῶ ἐν μέςῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σύ μετ᾿ ἐμοῦ εἶ»; Περί δέ ἀκηδίας, «ἐάν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπί σέ, τόπον σου μή ἀφῇς»; Οὐ θέλεις δόκιμος γενέσθαι; Ἀνήρ γάρ ἄπειρος ἀδόκιμος˙ οἱ πόλεμοι ποιοῦσι τόν ἄνθρωπον δόκιμον εἶναι. Αὕτη ἐστίν ἡ ἐργασία τοῦ μοναχοῦ, τό ὑπομεῖναι πολέμους καί ἀντιστῆναι μετά ἀνδρειότητος καρδίας. Ἐπεί δέ ἀγνοεῖς τάς μεθόδους αὐτῶν, ἐπιχορηγεῖ σοι λογισμούς δειλίας καί παραλύει σου τήν καρδίαν. Μαθεῖν δέ ὀφείλεις, ὅτι οὐ συγχωρεῖ ὁ Θεός ἐπάνω σου πόλεμον καί πειρασμόν περισσότερον τῆς δυνάμεώς σου. Καί διδάσκει σε ὁ Ἀπόστολος λέγων˙ «πιστός ὁ Θεός, ὅς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπέρ ὅ δύνασθε».

Πολλάκις κἀγώ, ἀδελφέ, ἐν τῇ νεότητί μου ἐπειράσθην σφοδρῶς ὑπό τοῦ δαίμονος τῆς πορνείας καί ἐκοπίων πυκτεύων πρός τούς λογισμούς καί ἀντιλέγων καί τούτοις μή συγκατατιθέμενος, ἀλλά προτιθείς τάς αἰωνίους κολάσεις πρό ὀφθαλμῶν μου. Καί οὕτω καθ᾿ ἑκάστην ποιοῦντά με, διά πέντε ἐνιαυτῶν, ἐκούφισέ με ὁ Θεός ἀπ᾿ αὐτῶν. Τό πρᾶγμα δέ τοῦτο καταργεῖ εὐχή ἀδιάλειπτος μετά κλαυθμοῦ.

Τό δέ πνίξαι σε, ἀπό φθόνου ποιοῦσιν οἱ δαίμονες˙ καί εἰ δυνατόν ἦν αὐτοῖς καί τοῦ κελλίου σου ἀπεδίωκον, ἀλλ᾿ οὐ συγχωρεῖ αὐτοῖς ὁ Θεός, ἵνα κυριεύσωσί σου˙ οὐδέ γάρ ἔχουσιν ἐξουσίαν. Ἠδύνατο γάρ ὁ Θεός κουφίσαι σε διά τάχους, ἀλλ᾿ οὐχ ἵστασο οὐδέ πρός ἄλλο πάθος. Σύ οὖν μή χαυνωθῇς ὑπό τῶν δαιμόνων προσέχειν αὐτῷ ἤ λαλεῖν μετ᾿ αὐτοῦ˙ ἀλλά κἄν φθάσῃς μή θέλων ἀπαντῆσαι αὐτῷ, ἕλκυσον τό βλέμμα σου ἀπ᾿ αὐτοῦ μετά φόβου καί καταστάσεως καί μή ἀπολύσῃς τήν ἀκοήν σου πρός τήν ἐκείνου φωνήν. Εἰ δέ καί ὁ αὐτός ἀδελφός ἀφ᾿ ἑαυτοῦ ἀγνοῶν λαλήσοι σοι ἤ καθίσοι παρά σοί, μετά τέχνης ἀπόστα σεμνῶς μή ἀποπηδῶν. Καί εἰπέ σου τῷ λογισμῷ, μνήσθητι τῆς κρίσεως τοῦ Θεοῦ τῆς φοβερᾶς καί τῆς αἰσχύνης τῶν πραττόντων τά ἄτοπα, καί πύκτευσόν σου τόν λογισμόν καί εὑρίσκεις βοήθειαν εὐχαῖς ἁγίων καί ἐλεεῖ σε ὁ Θεός. Μή παιδίον ἔσο ταῖς φρεσί, «ἀλλά τῇ κακίᾳ νηπίαζε, ταῖς δέ φρεσί τέλειος ἔσο».

Ἀδελφέ, πρόσεχε σεαυτῷ, πῶς μέλλεις ἀπαντήσειν τῷ Θεῷ.

 

σνθ'

Ὁ αὐτός παρεκάλεσε τόν αὐτόν μέγαν Γέροντα λέγων.

Εὖξαι ὑπέρ ἐμοῦ, Πάτερ, ὅτι ταλαίπωρός εἰμι ἐν πᾶσι καί χρῄζω πολλῆς φιλανθρωπίας˙ καί λογισμοί ἐν ἐμοί σπείρονται, λέγοντες˙ ἄπελθε ἐπί ξένης κἀκεῖ σώζῃ˙ καί ἵνα ὁ Θεός διά τῶν εὐχῶν ὑμῶν μή ἐάσῃ αὐτούς κατακυριεῦσαι μου.

 

Ἀπόκρισις

Ἀδελφέ, ἐπικατάρατός ἐστιν ὁ σπείρας ἐπί τήν καρδίαν σου τούς τοιούτους λογισμούς, ἕνεκα τῆς παραβάσεως τῶν ἐντολῶν τῆς ἀπό τοῦ τόπου τούτου, ὅστις ἐστίν ὁ διάβολος˙ διά γάρ δικαιώματος ἐργάζεταί σου ταῦτα, ἵνα, χλευάσας, ποιήσῃ σε σκάνδαλον πολλῶν˙ ὥστε βαστάσαι τούτων τό κρῖμα. Ταῦτα δέ πάσχεις ἀπό ἀμελείας καί κενοδοξίας. Ἰδού λέγεις, ἐπί ξένης ἀπέλθω, βαστάζω ἀτιμίαν˙ καί πῶς μόνον ἀκούσαντός σου, ὅτι εἶπεν ὁ ἀδελφός σου κατά σοῦ λόγον ταράττεται ἡ καρδία σου καί οὐ θέλεις, ἵνα τις μάθῃ ὅτι ἐσφάλῃς; Ἀλλά σύν τῇ ἀμελείᾳ καί κενοδοξίαν ἐνεργοῦντές εἰσιν οἱ δαίμονες πρός τό ἐξολοθρεῦσαί σου τήν ψυχήν. Πληροφορήθητι ἐν Κυρίῳ, ὅτι, εἰ μή ἡ χείρ τοῦ Θεοῦ ἦν καί αἱ εὐχαί τῶν ἐνταῦθα γνησίων δούλων τοῦ Θεοῦ, ἐπιμεῖναι ἐν τῷ μοναστηρίῳ ἐνιαυτόν ὁλόκληρον οὐκ ἠδύνῳ˙ ἀλλ᾿ ὡς τυφλός μή βλέπων, οὕτως σύ βλέπεις τήν εὐεργεσίαν τοῦ Θεοῦ, ἥν ἐποίησέ σοι καί ποιεῖ δι᾿ εὐχῶν τῶν ἁγίων καί τοῦ μακαρίου Ἀβραμίου, τοῦ εἰπόντος σοί καί τῷ ἀδελφῷ σου, ὅτι, ἐάν ἐπιμείνητε ἐν τῷ τόπῳ τούτῳ, ἔχετέ μοι πρεσβευτήν.

Ἀδελφέ, πρόσεχε σεαυτῷ μετά ἀσφαλείας καί πύκτευσον μετά τῶν λογισμῶν μή ἀμελῆσαι, μηδέ κενοδοξῆσαι, μηδέ τό θέλημά σου στῆσαι ἕν τινι˙ καί μή δέξασθαι τούς σπειρομένους λογισμούς διά δικαιωμάτων, ἐπεί εἰς πτῶσιν πίπτεις μεγάλην. Πληροφορήθητι δέ, ὅτι ἔνθα ἄν ἀπέλθῃς, ἀπό τῶν περάτων τῆς γῆς μέχρι τῶν περάτων αὐτῆς, οὐ μή ὠφεληθῇς ἴσα τῶν ὧδε, καί ὡς ἄγκυρα τῷ πλοίῳ, οὕτως ἔσται σοι ἡ εὐχή τῶν ἐνταῦθα Πατέρων, Κτῆσαι στυφότητα καί ἐξορίζει ἀπό σοῦ τήν παρρησίαν τήν φέρουσαν πάντα τά κακά ἐν τῷ ἀνθρώπῳ, καί ἀμερίμνησον ἀπό παντός ἀνθρώπου, καί αὕτη ἐστίν ἡ ξενιτεία. Καί κράτει τό ἀψήφιστον, καί εὑρίσκεις τόν λογισμόν σου ἀτάραχον. Καί μή ἔχε σεαυτόν τι ποιήσαντα ἀγαθόν, καί φυλάττεταί σοι σῶος ὁ μισθός. Καί ἐπί μετά παρρησίας ἐν τῷ ὥρᾳ ἐκείνῃ, «ἡτοιμάσθην, καί οὐκ ἐταράχθην».

Ἀδελφέ, ἄνευ κόπου οὐκ ἔνι ζῆσαι˙ καί ἄνευ ἀγῶνος οὐδείς στεφανοῦται˙ πύκτευσον, σωθῆναι ἀγωνιζόμενος, καί βοηθεῖ σοι ὁ Θεός, «ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι, καί εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν».

Αὐτός ἐλεήσοι σε, τέκνον, μετά προθυμίας προσελθεῖν τῇ ἐργασίᾳ αὐτοῦ, ὅτι αὐτοῦ ἐστι τό ἔλεος καί ἡ δύναμις καί ἡ δόξα εἰς τούς αἰῶνας, Ἀμήν.

 

σξα'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα.

Πάτερ, τί ἐστιν ὅ εἶπας, ὅτι, οὐκ ἠδύνω ἐνιαυτόν μεῖναι ἐν τῷ μοναστηρίῳ; Καί εὖξαι ὑπέρ ἐμοῦ διά τόν Κύριον, ὅτι, ὡς καθεύδω, ἐπιπίπτει μοι ὁ δαίμων πνίγων με, καί χρείαν ἔχω τῆς παρά σοῦ φιλανθρωπίας.

 

Ἀπόκρισις

Ὅτι εἶπόν σοι, εἰ μή ἦσαν αἱ εὐχαί τῶν Πατέρων, οὐκ ἐποίεις ἐν τῷ μοναστηρίῳ ἐνιαυτόν, περί μοναχῶν σοι εἶπον˙ οὐ γάρ πάντες οἱ ἐν τοῖς μοναστηρίοις εἰσί μοναχοί, ἀλλ᾿ ὁ ποιῶν τό ἔργον τοῦ μοναχοῦ. Φησί γάρ ὅτι˙ «οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε εἰσελεύσεται εἰς τήν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾿ ὁ ποιῶν τό θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς».

Τί χλευάζῃ, ἀδελφέ, ταλαιπωρῶν; Ἐρωτᾷς γάρ καί οὐκ ἐμμένεις˙ ἀλλά καί πάλιν ἐρωτῶν, ἄλλοις λέγεις κενοδοξίαν, ἀνθρωπαρεσκῶν, καί ἐμποδίζῃ διά τάχους προκόψαι. Καί διά τοῦτο πειράζῃ κοιμώμενος, καί ἐπιπίπτει ἐπάνω σου πνίγων σε ὁ δαίμων˙ καί συγχωρεῖ ὁ Θεός ἵνα παιδευθῇς, ὅπως μέμψῃ σεαυτόν ὡς μοναχός. Καί οὐ συνιεῖς, ἀδελφέ˙ ὁ καιρός ἡμῶν ἐστι τό ἐρευνῶν τά πάθη ἡμῶν, καί τό κλαῦσαι καί πενθῆσαι˙ καί ὡς κάθῃ εἰς τό κελλίον σου ρεμβόμενος, μέμψαι σεαυτόν ἐν πᾶσι καί ρίψον τήν ἀδυναμίαν σου ἐνώπιον τοῦ Θεοῦ, καί βοηθεῖ καί ἐνδυναμοῖ σε, ἵνα προκόψῃς ἐν αὐτῷ.

 

σξα'

Ἐρώτησις τοῦ αὐτοῦ, καί αἴτησις εὐχῆς πρός τόν ἄλλον Γέροντα. Διά τόν Κύριον εὖξαι ὑπέρ ἐμοῦ, παρακαλῶ, ἵνα κυτρωθῶ ἐκ τῶν παθῶν τῆς ἀτιμίας καί κενοδοξίας, ὅτι μολύνει με ἐν ἑκάστῳ πράγματι, ὅ δοκῶ καλόν ποιεῖν.

Καί ταῦτο δέ παρακαλῶ εἰπεῖν μοι˙ ποίῳ σκοπῷ ὀφείλει τις ποιεῖν τά μνημόσυνα τῶν ἁγίων; Καί πῶς τις ἐξεμεῖ ἥν ἔχει κακίαν;

 

Ἀπόκρισις Ἰωάννου.

 

Εἰ λυτρωθῆναι θέλεις ἀπό τῶν παθῶν τῆς ἀτιμίας, κόψον ἀπό σοῦ τήν παρρησίαν τήν πρός πάντα ἄνθρωπον, μάλιστα πρός οὕς βλέπεις τήν καρδίαν σου κλίνουσαν κατά πάθος ἐπιθυμίας˙ καί ἐν τούτῳ ἐλευθεροῦσαι καί ἀπό τῆς κενοδοξίας˙ κενοδοξία γάρ συμμέτοχός ἐστι τῆς ἀνθρωπαρεσκείας˙ καί ἀνθρωπαρέσκεια συμμέτοχος τῆς παρρησίας˙ ἡ δέ παρρησία μήτηρ ἐστί πάντων τῶν παθῶν.

Ὁ δέ τά μνημόσυνα ποιῶν τῶν ἁγίων ἄνευ κενοδοξίας, λογιζόμενος ὅτι ἀπό Θεοῦ ποιεῖ καί οὐκ ἐκ τῶν ἰδίων, συμμέτοχος αὐτῶν γίνεται, καί τόν μισθόν λαμβάνει παρά τοῦ Δεσπότου αὐτῶν. Ἡ φροντίς δέ τῆς σωτηρίας τῆς ψυχῆς καί ἡ ἀγάπη πρός τόν Θεόν ποιεῖ τινα ἐξεμέσαι ἥν ἔχει κακίαν, καί εἰλικρινῶς μετανοεῖν.

Ἄκουσον, τέκνον, καί ἐκ τῶν φαινομένων νόησον τά μή φαινόμενα˙ ὅταν τι πονῇς τοῦ σώματος, ἐγκρατεύῃ ἀπό τῶν βλαπτόντων σε πραγμάτων, καί τήν ψυχήν σου πονῶν, οὐ πυκτεύεις ἐγκρατεύεσθαι; κόπου καί πόνου χρεία πολλοῦ, ὡς ὁ Ἀπόστολος λέγει˙ «ὑποπιάζω μου τό σῶμα καί δουλαγωγῶ». Ποίησόν σου τήν δύναμιν, καί ὁ Θεός εὐχαῖς τῶν Πατέρων σου συναντιλαμβάνεταί σου˙ διψᾷ γάρ τήν σωτηρίαν ἡμῶν ἰδεῖν ὁ εἰς ἑαυτόν ὁμόσας, «μή θέλειν τόν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τό ἐπιστρέψαι καί ζῆν αὐτόν».

Πολλή δύναμις ἀνέρχεται ἐκ τοῦ τόπου τούτου ἀπό τῶν εὐχῶν τῶν γνησίων δούλων τοῦ Θεοῦ ὑπέρ πάντων ἡμῶν, οὕς πιστεύω ὅτι οὐ καταισχύνει Κύριος. Συνεισένεγκε αὐτοῖς τά δύο σου λεπτά, καί χαροποιεῖς αὐτόν ὡς ἡ χήρα ἐκείνη, καί δῆσόν σου τήν ὁλκάδα τῷ πλοίῳ τῶν Πατέρων σου, καί κυβερνῶσί σε πρός τόν Ἰησοῦν, τόν δυνάμενόν σοι ταπείνωσιν χαρίσασθαι, δύναμιν, σύνεσιν, στέφανον, ἀγαλλίασιν. Ἀμήν.

 

σξβ'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν μέγαν Γέροντα.

Ἐπειδή νεώτερός εἰμι καί ἄφρων καί ἔχω διακονίαν ὑπέρ ἐμέ, παρακαλῶ σε, Πάτερ, ἵνα αἰτήσῃς μοι σύνεσιν πρῶτον, ὥστε δύνασθαί με διδόναι πρᾶγμα κατά χρείαν αὐτοῦ, καί λόγον εἰπεῖν ἐν καιρῷ καί σιωπῆσαι˙ καί ἐν οἷς ἀμφιβάλλω, ἵνα ἐπικαλῶμαι τόν Θεόν καί τάς εὐχάς σου, καί παρίστανταί μοι καί μή πλανῶμαι.

 

Ἀπόκρισις Βαρσανουφίου

 

Χαρά ἐστι μεγάλη τό αἰτεῖν τινα πρᾶμγα καί φόβον Θεοῦ. Ὁ τοιοῦτος θαρρήσει, ὅτι γενήσεται αὐτοῦ ἡ αἴτησις. Ἀλλ᾿ ἄκουσον, ἀδελφέ˙ εἰ σπέρμα αἰτεῖς τῷ ἀγρῷ σου, φιλοκάλησον αὐτόν πρός τήν ὑποδοχήν τοῦ σπέρματος. Περί γάρ τῆς καλλίστης καί φιλοκαλημένης γῆς εἴρηται ὅτι ἐποίησεν «ἀνά ἑκατόν». Τό μή κωλῦσαι τήν δύναμίν μου, ποιῆσαι καθώς δύναμαι, οὐ κωλύσω διά τήν τοῦ Θεοῦ ἐντολήν, ἀλλ᾿ ὁμολογῶ τήν ἀσθένειάν μου, ὅτι οὐ δύναμαί σοι χαρίσασθαι τοῦτο, ἀνάξιος γάρ εἰμι. Ἀλλ᾿, ἐάν σύ πιστεύσῃς, κατά τήν πίστιν σου λαμβάνεις, οὐ μόνον τοῦτο, ἀλλά καί ὅσων χρῄζεις˙ οἶδε γάρ ὁ Θεός ὧν χρείαν ἔχεις πρό τοῦ αἰτῆσαί σε αὐτόν.

Μή διστάσῃς οὖν καί πιστεύω ὅτι ποιεῖ ὁ Θεός, οὐ δι᾿ ἐμέ, ἀλλά διά τήν σήν πίστιν. Πρό πάντων ταπεινώθητι ἐνώπιον τοῦ Θεοῦ - «ταπεινοῖς γάρ δίδωσιν χάριν» - ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

 

σξγ'

Ὁ αὐτός ἠρώτηστε τόν ἄλλον Γέροντα.

Πῶς χρήσομαι τῇ δυνάμει τῆς ἀποκρίσεως ταύτης τοῦ Γέροντος;

 

Ἀπόκρισις

Ἐάν πῶς σε δεῖ χρήσασθαι τῇ δυνάμει τῆς ἀποκρίσεως ταύτης τοῦ Γέροντος θέλῃς μαθεῖν, οὕτως ἐστίν. Ὅταν θέλῃς λαλῆσαι ἤ πρᾶγμα ποιῆσαι χρή ἤ πῶς λαλῆσαι˙ ἀλλά μετά ταπεινώσεως, ἵνα μή ἀπολέσῃς τήν χάριν ταύτην.

 

σξδ'

Τοῦ αὐτοῦ πρός τόν μέγαν.

Ἐπεί ἐποίησας ἔλεος, Πάτερ, μετά τῆς ἀσθενείας μου καί ἔδωκάς μοι, ἵνα, ἐν οἷς ἄν λέγω ἤ πράττω, ἐπικαλῶμαι τό ὄνομα τοῦ Θεοῦ καί τάς εὐχάς σου καί κατευοδῶμαι, καί κατά τό θέλημα αὐτοῦ ποιεῖν ἐπείγομαι ἤ λέγειν, καί συμβαίνει δέ ὅτε ἐκ τῆς ἀμελείας μου ἐπιλανθάνομαι, παρακαλῶ, παρακαλῶ, ἵνα αἰτήςῃς μοι παρά τοῦ Θεοῦ νῆψιν καί μή ἐάςῃς πλανᾶσθαι κατά τό θέλημά μου. Ἔτι δέ παρακαλῶ ἐάν ἐπικαλεσάμενος εἰς πρᾶγμα τόν Θεόν καί τάς εὐχάς σου, ἔτι μείνω ἀμφιβάλλων ποιῆσαι ἤ μή ποιῆσαι, ἵνα εἴπῃς μοι πῶς ὀφείλω τελεῖν. Καί πάλιν, ἐάν συμβῇ ἐρωτηθῆναί με πρᾶγμα καί πρίν ἤ ἐπικαλέσωμαι τόν Θεόν ἤ ἐνθυμηθῶ τί εἴπω, ἤ ὁ ἐρωτήσας εὐθέως ζητεῖ τήν ἀπόκρισιν, οὕτως αἰφνιδιαζόμενος, τί ποιήσω;

Καί περί τῶν ὀφθαλμῶν παρακαλῶ εὖξαι ἐξουσιάσαι με αὐτῶν, ὅτι πολλά ρέμβονται.

 

Ἀπόκρισις

Ἐάν λάβῃ τις ἐντολήν ἤ γνώμην ἤ ἀπόκρισιν τῶν Πατέρων περί πράγματος, καί ἀπό λήθης ἤ ἀμελείας ληθαργήσῃ, εἰδώς ὅτι ἐσφάλη, μετανοησάτω καί συγχωρεῖ αὐτῷ ὁ Θεός. Τί δέ ἔγραψας, ἀδελφέ, περί τῆς νήψεως μόνης; Ἐγώ περί παντός δωρήματος ἀγαθοῦ δέομαι, ἵνα χαρίσηταί σοι ὁ Θεός, καί ἵνα μετά σου <μείνῃ> εἰς τόν αἰῶνα. Ἐάν συμβῇ σοι πρᾶγμα ποιεῖν ἐπικαλεσαμένῳ τόν Θεόν καί τάς εὐχάς τῶν ἁγίων καί ἀμφιβάλλῃς ἀκμήν, ποίησον αὐτό, θέλημα γάρ Θεοῦ ἐστι, δι᾿ ὅ προεπεκαλέσω αὐτόν.

Περί δέ τοῦ αἰφνιδιασθῆναι ἀποκρίνεσθαι ἐρωτώμενον, οὐδέν ὀξύτερον τοῦ νοῦ˙ πέμψον αὐτόν πρός τόν Θεόν καί δίδωσί σοι τί ἀποκρίνῃ ἀταράχως.

Ἡ ταπείνωσις φυλάττει ἀπό ρεμβασμοῦ τούς ὀφθαλμούς καί ὅλον τόν ἄνθρωπον ἀπό παντός κακοῦ καί ἔστι τῶν μεγάλων δωρημάτων, ὧν εἶπόν σοι, αἰτῶ σοι, ἐάν καί σύ ποιῇς τήν δύναμίν σου. Πρόσεχε σεαυτῷ καί οὐ μόνον οἱ ἅγιοι, ἀλλά καί αὐτός ὁ Θεός δώσει σοι τήν χεῖρα καί ποιεῖ τό ἔλεος αὑτοῦ μετά σοῦ.

 

σηε'

Αἴτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα.

Δέομαί σου, Πάτερ εὐσπλαγχνικώτατε, βλέπεις τήν τυφλότητα τῆς ψυχῆς μου˙ πάλιν παρακαλῶ σε αἴτησαί μοι φωτισμόν ἐν τῇ καρδίᾳ μου, δύνασθαι διακρίνειν τόν ὀρθόν λογισμόν ἀπό τοῦ κεκρυμμένου σκολιοῦ, ὅτι φοβοῦμαι πιστεῦσαι αὐτῷ. Οἶδα γάρ πολλάκις ὅτι οὐ βλέπω τό πρᾶγμα κατά πάθος δοῦναί τινι˙ καί ἐδοκίμαζον τόν λογισμόν, εἰ ἡδέως ἔχει τό πρᾶγμα δοθῆναι δι᾿ ἄλλου καί μή γνωσθῆναι, ὅτι ἐγώ ἔδωκα αὐτῷ καί οὐχ ἡδέως εἶχε.

Συμβαίνει δέ πάλιν, ὅτι κατά μέν πάθος οὐ δοκῶ ἄρξασθαι τάδε ποιεῖν ἤ λέγειν ˙ ἐν δέ τῷ μεταξύ ὡς δίδωμι ἤ λέγω συνήδεται ὁ λογισμός μου. Τί οὖν ποιήσω ὁ ταλαίπωρος; Καί ἄλλῳ δέ τρόπῳ θλίβει με ἡ ἐνέργεια αὕτη, μᾶλλον δέ ἡ καρδία μου ἡ φιλόδοξος˙ συμβαίνει γάρ ὅτι λαλοῦσί μοί τινες περί πράγματος, καί πρίν αὐτό πληρώσωσιν, συντίθεται αὐτοῖς καί συνήδεται ὡς νοήμων ὁ λογισμός μου. Δέομαί σου, Πάτερ εὖξαι δοθῆναί μοι δύναμιν τοῦ σιωπᾶν. Θαυμάζω γάρ, πῶς οἶδεν ἡ καρδία μου ὅτι οὐδέν εἰσι ταῦτα, ἀλλά κενοποιοῦσι τόν ἄνθρωπον ἀπό παντός ἀγαθοῦ, καί συνήδεται αὐτοῖς.

 

Ἀπόκρισις Βαρσανουφίου.

Ἄνευ κόπου καρδίαν οὐκ ἔρχεταί τινι διακρῖναι τούς λογισμούς. Ἐγώ οὖν δέομαι τοῦ Θεοῦ δοῦναί σοι τοῦτο˙ πονέσει καί ἡ καρδία σου μικρόν καί δώσει ὁ Θεός. Καί περί ὅλων τούτων τό ὅμοιόν ἐστι. Ὅταν χαρίσηταί σοι ὁ Θεός τό χάρισμα τοῦτο, ἀεί διακρίνεις διά τοῦ Πνεύματος αὐτοῦ εὐχαῖς ἁγίων καί πόνῳ τῆς καρδίας σου τούς λογισμούς ἀπ᾿ ἀλλήλων.

Ὅταν δέ βλέπῃς πρᾶγμα φέρον σοι νόημα, σιώπα, καθώς καί παρά τοῦ λογισμοῦ σου˙ οὐ γάρ ἀφ᾿ ἑαυτοῦ λαλεῖ σοι, ἀλλ᾿ εἴ τι χαρίζετραι αὐτῷ ὁ Θεός πρός ὠφέλειαν ἑκάστου.

Ὁ Θεός σκεπάσοι σε καί δώῃ σοι δύναμιν τοῦ σιωπᾶν ἐν πᾶσι, καί χάριν τοῦ εἰδέναι πότε χρεία ἔστι σοι λαλῆσαι ἄνευ πάθους˙ οὐ γάρ τελείως οἶδεν ἡ καρδία σου ὅτι κοινοῦσι (ἴσ. κενοῦσι) τόν ἄνθρωπον˙ ἐπεί οὐκ εἶχεν ἐᾶσαι ἡδυνθῆναί σε τούτοις.

 

σξς'

Τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Τά σπλάγχνα τῶν οἰκτιρμῶν ὧν ἔχεις ἐπ᾿ ἐμοί τῷ ἁμαρτωλῷ, ποιοῦσί με πάλιν ἀναιδεύεσθαι καί ὀχλεῖν σοι. Φώτισόν με οὖν πῶς κοπιάσει ἡ καρδία μου, περί τοῦ ἐλθεῖν ἐν αὐτῇ τήν διάκρισιν.

Καί περί τῆς ἀδιαλείπτου μνήμης, ἐάν ἀξιώσῃς με ταύτης τῆς ἀδολεσχίας, σήμανόν μοι τοῦτο, κύριέ μου, καί ἐνδυνάμωσόν με ἐν αὐτῇ˙ ὅτι δειλαίνει μου ὁ λογισμός, ὡς ὅτι οὐ δύναμαι τοῦτο κρατῆσαι. Διά τοῦτο παρακαλῶ, εἰ ὅλως συμφέρει μοι τό πρᾶγμα τοῦτο δήλωσόν μοι, δέσποτα˙ πιστεύω γάρ ὅτι ὡς ἐξέρχεται ὁ λόγος ἐκ τοῦ στόματός σου, ποιεῖ ἐν τῇ καρδίᾳ μου δύναμιν.

 

Ἀπόκρισις Βαρσανουφίου.

Τό κοπιάσαι τήν καρδίαν σού ἐστι τό δέχεσθαι τοῦ Θεοῦ διαπαντός μή ἐᾶσαί σε πλανηθῆναι ἤ πορευθῆναι τοῖς ἰδίοις σου θελήμασι˙ καί ἐκ τούτου ἔρχῃ εἰς τό διακρῖναι.

Περί δέ τῆς ἀδιαλείπτου μνήμης, ἤτοι ἀδολεσχίας, βάλε ἀρχήν καί μή φοβηθῇς˙ ἐνισχύει καί ἐνδυναμοῖ σε ὁ Θεός˙ ἀλλ᾿ ἐπ᾿ ἐλπίδι σπεῖρον, ἵνα θερίσῃς μή ἐκλυόμενος.

Εὐλογητός ὁ Θεός ὁ εὐλογῶν σε βαλεῖν ἀρχήν, ὅς καί τήν δύναμιν ἐπιχορηγήσοι σοι τοῦ κρατῆσαι κατά τό μέτρον σου.

 

σξε'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Ἐπειδή καί ἄλλοτέ μοι πολλάκις ἤρχετο θέρμη μικρά ἐπί ὀλίγας ἡμέρας, καί πάλιν ἀπήρχετο, καί ἄρτι δέ, ὡς μίαν ὥραν φυλάττω μετά προθυμίας τήν μνήμην, καί μίαν μετά βίας, φοβεῖ με ὁ λογισμός μή, ὥσπερ καί τό πρίν ἐπί ὀλίγας ἡμέραν, πάλιν ἐγκαταλείπει με ἡ μικρά θέρμη, καί τελείως ἀπολέσω μου τήν ψυχήν. Διό δέομαι, Πάτερ ἀγαθέ, μή με ἐγκαταλείπῃς, ἀλλά δήλωσόν μοι τί ἐστι τό φυγαδεῦον τήν μνήμην ταύτην καί τήν θέρμην. Αἴτησον δέ μοι καί φυλακήν τῶν αἰσθήσεων˙ ὅτι πολλά δι᾿ αὐτῶν αἰχμαλωτίζομαι καί μάλιστα ὅτι ἡ καρδία ἀφορμήν θέλει˙ αὕτη γάρ ἀφ᾿ ἑαυτῆς ἀπό τοῦ σκοποῦ βρύει μνήμας ἐμπαθεῖς ἤ μωράς ἤ λογισμούς οὐκ ἐν καιρῷ αὐτῶν. Διά τοῦτο δέομαί σου, δυνατέ ἐν Κυρίῳ Πάτερ, χάρισαί μοι τῷ δούλῳ σου νῆψιν, ἵνα κατανοῶ τούς εἰσερχομένους ἐν αὐτῇ, καί πῶς ὀφείλω ποιεῖν μετ᾿ αὐτῶν, ἵνα μή ἀποστήσωσί με ἀπό τῆς σῆς εὐλογίας.

Ἔτι δέ καί τοῦτο δήλωσόν μοι, ἐάν ποιήσω πρᾶγμα ἤ εἴπω καί σκεπασθῶ ἀπό ἁμαρτίας ἐν αὐτῷ, φαινομένῳ μοι λέγω ἀπό τοῦ Θεοῦ, ἆρα ὀφείλω μετά τήν ἔκβασιν εὐχαριστεῖν τῷ Θεῷ; Καί εἰ φέρει τοῦτο εἰς ἀγάπην Θεοῦ ἤ οὐ δεῖ ὅλως δέχεσθαι ὅτι ἐξέφυγον ἁμαρτίαν, ἀλλά μᾶλλον ἐρευνῆσαι σφάλμα ἐν τῷ γενομένῳ ἤ ἐν τοῖς λόγοις, καί οὕτως αἰτεῖν συγχώρησιν περί τούτου.

 

Ἀπόκρισις Βαρσανουφίου.

Κοπίασον ἐν πόνῳ καρδίας κτήσασθαι καί ὁ Θεός δίδωσί αὐτός διηνεκῶς, τήν θέρμην λέγω καί τήν εὐχήν˙ ἡ γάρ λήθη φυγαδεύει αὐτάς˙ αὕτη δέ ἀπό ἀμελείας γεννᾶται.

Περί δέ φυλακῆς τῶν αἰσθήσεων, πᾶν χάρισμα μετά πόνου καρδίας δίδοται, τό δέ χάρισμα τῆς νήψεως οὐκ ἀφίησιν ἵνα εἰσέλθωσιν οἱ λογισμοί˙ ἐάν δέ καί εἰσέλθωσιν οὐκ ἀφίησιν αὐτούς ἵνα βλάψωσιν˙ ὁ Θεός δώῃ σοι τό νήφειν καί τό γρηγορεῖν.

Ἐντολή γάρ ἐστι τό «ἐν παντί εὐχαριστεῖτε», μάλιστα δέ ἐν τούτῳ, ὅ ἐδήλωσάς μοι. Τό δέ ἐρευνᾶν σφάλματα καί αἰτεῖν συγχώρησιν, πάνυ ὠφελεῖ.

 

σξη'

Αἴτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα.

Δέομαί σου, Πάτερ ἅγιε, αἴτησόν μοι δύναμιν παρά Θεοῦ, ὅτι ὅ παραγγέλλω ἐμαυτῷ κατ᾿ ἰδίαν, ἐρχόμενος μετά τῶν ἀδελφῶν, ἀποβάλλω αὐτό καί φοβοῦμαι μήπως συνεθισθῶ ἁμαρτάνων καί μεταμελούμενος μόνον καί οὐ διορθούμενος˙ καί οὕτως ἐναπομείνω ταῖς ἁμαρτίαις μου καί ἀποθάνω.

Οἶδα γάρ ὅτι συμφέρουσί μοι αἱ θλίψεις τῶν παθῶν, ὅτι τάχα συντρίβουσι τήν σκληρότητα τῆς ψυχῆς μου˙ καί μή γένοιτό μοι τῷ ἄφρονι θελῆσαι ἄρτι ἄνεσιν ἀπ᾿ αὐτῶν. Ἀλλά τοῦτο, Πάτερ, παρακαλῶ διά τῶν πρεσβειῶν ὑμῶν, εἰ συμφέρει μοι, ἵνα μή συνεχῶς ἡττῶμαι καί ἵνα μή θλῖψιν ἔχῃ ἡ καρδία μου περί τούτου.

 

Ἀπόκρισις

Μηδείς λέγει τινί βαστάζω σου τήν μέριμναν καί ἀμεριμνεῖ, ἐπεί παραβάτης εὑρίσκεται˙ ἀλλ᾿ ὀφείλει καί ὁ βασταζόμενος συνεισενεγκεῖν μικράν σπουδήν καί ποιεῖν τήν δύναμιν αὑτοῦ νηφόντως φυλάξαι τάς ἐντολάς τῶν Πατέρων αὑτοῦ. Καί ἄν πέσῃ ἅπαξ, ἐγερθῇ πάλιν. Καί πιστεύω τῷ Θεῷ, κἄν συναρπαγῇ ἅπαξ καί σπουδάσῃ πάλιν, οὔτε συνήθεια αὐτῷ γίενται, οὔτε ἀμέλεια˙ ἀλλ᾿ ὁ Θεός διά τάχους φέρει αὐτόν εἰς τάξιν σπουδαίων καί οὐ λαμβάνει αὐτοῦ τήν ψυχήν, ἕως οὗ ἐνέγκῃ αὐτόν εἰς μέτρον ὑψηλόν, εἰς ἄνδρα τέλειον.

Μή οὖν χαυνωθῇς˙ ἀλλ᾿ ὡς πρόκειταί σοι ὁ καιρός ἔργασαι, ταπεινώθητι, ὑπάκουσον, ὑποτάγηθι καί συνέρχεταί σοι ὁ Θεός, ὁ τοῖς ταπεινοῖς διδούς χάριν, ὑπερηφάνοις δέ ἀντιτασσόμενος.

Συνεχῶς λέγε, Ἰησοῦ βοήθει μοι καί βοηθεῖ. Ὁ Θεός ἐλευθερώσοι σου τήν ψυχήν ἀπό τῶν παθῶν τῆς ἀτιμίας, τέκνον.

 

σξθ'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν.

Προσκυνῶ σε, Πάτερ εὔσπλαγχνε, καί ἰατρέ, τῆς ἀσθενούσης μου ψυχῆς˙ οὐαί μοι τί ὑπέδειξάς μοι καί εἰς τί εἵλκυσάς με καί ποῦ εἰμι˙ ὡς [δεδεμένοος] διά τήν κακήν συνήθειαν, καί εἴ περ ἀπολυθῶ μικρόν, πάλιν ἀνακάμπτω διαδοῦναι καί λαβεῖν. Καί εἰ μή ὅτι αἰσχύνομαι τήν ἀγαθότητα τοῦ Θεοῦ καί τά σά σπλάγχνα, ὅτι οἶδα ἀπό ποίων κόπων ἤγαγέ με ὑπό τούς πόδας ὑμῶν, εἰς ἀπόγνωσιν εἶχον ἐλθεῖν˙ ὅτε γάρ σκεπάζομαι διά τῶν εὐχῶν ὑμῶν, παρέρχομαι μετ᾿ εἰρήνης ὅτι δέ ἀπογυμνωθῶ μικρόν, ἵνα δειχθῇ ἡ προαίρεσίς μου, εὐθέως ἡττῶμαι.

Ὡς κάθημαι εἰς τό κελλίον ἀπό πρωί, φθάνει λοιπόν ἀπόκρισις καί ἐξέρχομαι καί μετά τό ποιῆσαι αὐτήν, οὐκ ἔτι εὑρίσκω ἀνακάμψαι πάλιν, ἀλλά συρράπτει μοι προφάσεις ἀπό προφάσεων, δυναμένας καί χωρίς ἐμοῦ γενέσθαι, ἕως οὗ τραυματίσῃ με, καί οὕτως ἔρχομαι ὀψέ εἰς τό κελλίον μου μετά ἀηδίας πολλῆς καί σκοτώσεως καί ἀκηδίας, μή εἰδώς τί ποιήσω.

Διά τοῦτο, Πάτερ ἅγιε, ἰδού ἐνώπιον τῆς καρδίας σού εἰμι, τῆς πάντα βλεπούσης˙ ποίησον μετ᾿ ἐμοῦ κατά τά σπλάγχνα σου καί ὡς θέλεις καί οἶδας. Ἐγώ γάρ περί σοῦ οὐκ οἶδα τί εἴπω, ἀλλά συγχώρησόν μοι διά τόν Θεόν.

 

Ἀπόκρισις

Ἀδελφέ, οὐκ ἔνι ἀπό τούτων ἀπογνῶναι σεαυτόν, οὐδέ γάρ ὁ κυβερνήτης, κρουομένου τοῦ πλοίου ὑπό τῶν κυμάτων, ἀπογινώσκει τῆς τόν λιμένα. Οὕτω καί σύ, εὑρίσκων ὅτι ἠχμαλωτίσθης καί ἐρεμβάσθῃς ἐν πράγματι, ἀνακάλεσαι σεαυτόν εἰς τήν ἀρχήν τῆς ὁδοῦ, λέγων μετά τοῦ Προφήτου˙ «καί εἶπα, νῦν ἠρξάμην» καί τά λοιπά.

Δοκίμασον τά πράγματα, εἰ διά τῶν ἀδελφῶν δύνανται γενέσθαι ἤ διά σοῦ˙ καί ἰδού οὐκ ἀπέστης τῆς ὁδοῦ. Καί γάρ ἡ κατά Θεόν φροντίς ἐργασία ἐστί πνευματική, τελουμένη καί ἀπαρτιζομένη εἰς σωτηρίαν ψυχῆς. Καί ποίησον κατά τήν δύναμίν σου, ἵνα μή τά εὐτελῆ πράγματα ἐκβάλῃ σε ἀκαίρως ἀπό τοῦ κελλίου σου˙ ἔστι γάρ δαιμόνων τέχνη.

Πρόσεχε σεαυτῷ συνετῶς καί βοηθεῖ σοι ὁ Θεός, εὐχαῖς ἁγίων. Ἀμήν.

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω στοιχεία. Για τους όρους προστασίας δεδομένων δείτε εδώ.