ΚΕΝΤΡΙΚΗ ΣΕΛΙΔΑ  ΠΟΙΟΙ ΕΙΜΑΣΤΕ  ΑΓΙΑ ΓΡΑΦΗ   ΒΙΒΛΙΟΘΗΚΗ "ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΣ"
ΒΙΒΛΙΟΠΩΛΕΙΟ
  ΠΡΟΣΚΥΝΗΜΑ ΑΓ. ΒΑΡΒΑΡΑΣ   ΘΕΟΛΟΓΙΚΟ ΟΙΚΟΤΡΟΦΕΙΟ   ΣΥΝΔΕΣΜΟΙ
Φωνή Κυρίου |Διακονία | Εορτολόγιο | Πολυμέσα

 

πίσω


Ζ' ΑΠΟΚΡΙΣΕΙΣ ΠΡΟΣ ΑΝΩΝΥΜΟΥΣ ΑΔΕΛΦΟΥΣ

(στθ' - σκθ')

(σμ' - σαν')

(σνβ' - σξβ')

(σο' - σπθ')

(σ'- τκβ')

σμ'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Συγχώρησόν μοι, κύριε Ἀββᾶ, διά τόν Κύριον˙ ἐπεί εἶπέ μοι ἡ ἁγιωσύνη σου, ὅτι ἰδού ἀφέθησαν αἱ ἀνομίαι σου, καί ὁ ἀββᾶς Ἡσαΐας λέγει ὅτι ἕως οὗ ὁ ἄνθρωπος ἔχει τήν ἡδονήν αὐτῶν, ἀκμήν οὐκ ἀφέθησαν˙ καί ἰδού ἔχω τήν ἡδονήν αὐτῶν. Διά τόν Κύριον, σαφήνισόν μοι ταῦτα˙ θλίβεται γάρ μου ὁ λογισμός, λέγων, ὅτι τοιοῦτος ὤν, οὐκ ὤφειλες καταδέξασθαι χειροτονίαν, ὅτι καί κενοδοξίαν ἔχει τό πρᾶγμα καί βάρος καί διστάζω λοιπόν εἰς τήν διακονίαν. Ἅμα δέ καί παρακαλῶ εἰπεῖν μοι, ὅτι λέγει μοι ὁ λογισμός, ὅτι ἐγκατελείφθην ὑπό τοῦ Θεοῦ, διά τό βαρυνθῆναί με πάνυ ἐπί τῆς παρελθούσης ἑβδομάδος ὑπό τῆς πορνείας.

 

Ἀπόκρισις

Ὤ βουλῆς τῶν πονηρῶν δαιμόνων! ὤ ἀπάτης τοῦ ἀρχηγοῦ αὐτῶν καί μισοκάλου καί μισανθρώπου ἀπ᾿ ἀρχῆς καί μέχρι διαβόλου! Ὅτι, καθώς ἀπέστη ἀπό τοῦ Θεοῦ, θέλει πάντας ἀνθρώπους ἀπολέσαι. Ἀδελφέ, εἶπόν σοι, ὅτι ἀφέθησάν σοι αἱ ἁμαρτίαι σου αἱ πρότερον, οὐχί δέ ὅτι καί οἱ πόλεμοι αὐτῶν ἀπῆλθον, ἀλλ᾿ ἐν τῷ ἀγῶνι στήκει ὁ ἄνθρωπος. Καί εἰ οὐκ εἶχες ἁμαρτίας, ἔφερέ σοι τήν ἡδονήν αὐτῶν˙ καί ὅτι εἶχες πάλιν, τό αὐτό ποιεῖ φέρων σοι τήν ἡδονήν αὐτῶν. Ὁ τρόπος δέ, ὅν εἶπεν ὁ ἀββᾶς Ἡσαΐας, περί τῶν ἡδονῶν ἐστι καί τῶν ἐργαζομένων αὐτάς˙ καί γάρ ἄλλο ἐστί τό μνημονεῦσαί τινα τῆς τοῦ μέλιτος γλυκύτητος καί ἄλλο ἐστί τό ἔχειν σύν τῇ μνήμῃ τήν γεῦσιν. Ὥστε οὖν τῷ μνημονεύοντι τῆς τῶν ἁμαρτιῶν ἡδονῆς, μή πράττοντι δέ τά τῆς ἡδονῆς, ἀλλ᾿ ἀντιλέγοντι καί ἀνταγωνιζομένῳ τῷ τοιούτῳ ἀφέθησαν αἱ πρότερον ἁμαρτίαι. Ἀλλά ταῦτά εἰσι τά μηχανήματα τοῦ ἀντιδίκου καί ἀντικειμένου ἡμῖν, τοῦ ἀεί θέλοντος καταπιεῖν ζῶντας τούς ἀνθρώπους, ἵνα εἰς ἀπόγνωσιν σωτηρίας καί ἀνελπιστίαν ζωῆς αἰωνίου ἐνέγκῃ τούς μή ἐστηριγμένους ἐν τῇ στερεᾷ πέτρᾳ τῆς πίστεως, ἧς κατά τό μέτρον ἕκαστος λήψεται. Τήρησον οὖν σεαυτόν ἀπό τούτων, ἵνα μή τελείως ἐμπέσῃς εἰς τάς χεῖρας τοῦ διαβόλου, καί ἐλεεῖ σε ὁ ζῶν εἰς τούς αἰῶνας Κύριος.

Περί δέ τῆς χειροτονίας, τίς τολμᾷ ἑαυτόν λέγειν ἄξιον, εἰ μή ὁ μαινόμενος μετά ἀληθείας καί ἀκριβῶς ἐπιλαθόμενος ἑαυτοῦ; Λοιπόν κατακρίνων σεαυτόν, λειτούργησον τῷ Θεῷ ἐν τῷ δοθέντι σοι κλήρῳ, καί αὐτοῦ ἐστιτό ἔλεος καί ἡ βοήθεια καί ἡ δύναμις. Ἐν τῇ Λειτουργίᾳ δέ μνημόνευε λέγων˙ «δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καί ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ»˙ καί «ὁ ποιῶν τούς ἀγγέλους αὑτοῦ πυρός φλόγα». Μή φοβηθῇς˙ οὐκ ἐγκατελείφθης ὑπό τοῦ Θεοῦ. Ἐάν γάρ ἡμεῖς οὐκ ἐγκαταλείψωμεν αὐτόν, αὐτός οὐ καταλιμπάνει ἡμᾶς˙ θέλημα γάρ αὐτοῦ ἐστι, τό ἐπιστρέψαι ἡμᾶς καί σωθῆναι.

Τό δέ βαρηθῆναί σε ὑπό τῆς πορνείας πάνυ, γίνεται ἀπό τοῦ διαλογίζεσθαι κατά τοῦ πλησίον καί κρίνειν αὐτόν˙ ἔσται δέ καί ἀπό τοῦ παρρησιάζεσθαι μεθ᾿ ὧν εἶπόν σοι μή παρρησιάζεσθαι. Εἰ οἱ κατά κόσμον πλουτεῖν βουλόμενοι κινδυνεύουσι πολλάκις ἐν θαλάσσῃ καί ὁδοιπορίαις καί ὑπομένουσι, πόσῳ γε μᾶλλον ἡμεῖς οἱ τήν βασιλείαν τῶν οὐρανῶν προσδοκῶντες καί κληθῆναι τέκνα Θεοῦ; Οἱ ἀκούοντες, ὅτι «οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρός αἷμα καί σάρκα, ἀλλά πρός τάς ἀρχάς, πρός τάς ἐξουσίας»; Ἀκμήν οὐ μέχρι αἵματος ἀντικατέστης πρός τήν ἁμαρτίαν καί παραλύῃ ἀπό τοῦ πνεύματος τῆς ἀκηδίας; Τί ὑπέμεινας; τί ἐβάστασας; ποίους πειρασμούς ποικίλους χαίρων ὑπέμεινας;

Αἴ! κοιμώμενε μοναχέ, δεῖξον τῷ διαβόλῳ ὅτι ζῇς τῷ Θεῷ, φεύγων πρός αὐτόν, < κινῶν> τάς χεῖρας καί τούς πόδας, κολυμβῶν τῇ προσβολῇ τῶν νοητῶν κυμάτων τῶν ἀναβαινόντων ἕως τῶν οὐρανῶν καί καταβαινόντων ἕως τῶν ἀβύσσων. Μαρτύρομαί σοι ἐνώπιον τοῦ Θεοῦ, ὅτι ἥπλωται μετά σοῦ ἡ καρδία μου, ὡς οἶδεν ὁ πλάσας αὐτήν Θεός καί παραθείς ἐν αὐτῇ τήν διαθήκην τῶν φυλαττομένων ἐν αὐτῇ ἁγίων ἐντολῶν, τοῦ ἐξαγαγεῖν σε ἀπό τοῦ σκότους, δυνάμει Θεοῦ εἰς τό φῶς τό ἀληθινόν, καί ἀπό τοῦ θανάτου τῆς κατακρίσεως εἰς τήν ζωήν τῆς δικαιοσύνης.

Πρόσεχε σεαυτῷ, ἀδελφέ˙ ἐκτός γάρ κόπου καί ταπεινώσεως σωθῆναι ἀδύνατον.

 

σμα'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Ἐπειδή, Πάτερ, ἐκέλευσέ μοι ἡ ἁγιωσύνη σου λειτουργῆσαι, δηλωσόν μοι παρακαλῶ, τί ὀφείλω λογίζεσθαι ἤ μελετᾶν παρεστηκώς τῷ θυσιαστηρίῳ, μετά τοῦ πρεσβυτέρου ἤ μερίζων τόν ἅγιον ἄρτον, ἤ ποτίζων τό ἅγιον αἷμα, ἤ βαστάζων κοινωνίαν καί ἀπιών πρός τινα; Καί εἰ ὀφείλω ἔχειν ἱμάτιον ἀφωρισμένον εἰς τήν λειτουργίαν χρεῖον, ἤ περισκέλιον φορέσαι περί τό σῶμα.

 

Ἀπόκρισις Βαρσανουφίου.

Ἀδελφέ, ὅλα πνευματικῶς ἀλληγορεῖται καί σύ σαρκικῶς ταῦτα νοεῖς. Ὁ διακονῶν ὡς τά Χερουβίμ ὀφείλει εἶναι, ὅλος ὀφθαλμός, ὅλος νοῦς, τά ἄνω νοῶν καί φρονῶν, τόν φόβον, τόν τρόμον, τήν δοξολογίαν˙ βαστάζει γάρ τό σῶμα καί τό αἷμα τοῦ ἀθανάτου Βασιλέως. Λαμβάνει δέ καί τό πρόσωπον τῶν Σεραφίμ διά τήν κραυγήν τῆς δοξολογίας καί τό ριπίζειν ὡς ἐν ταῖς ἁγίαις πτέρυξι τά κρυπτά μυστήρια, μνημονεύων διά τῶν πτερύγων τῆς ἀπό γῆς καί τῶν ὑλικῶν πραγμάτων κουφότητος, κραυγάζων ἀδιαλείπτως τῷ νοΐ, ἐν τῷ ναῷ τοῦ ἔσω ἀνθρώπου τόν ἐπινίκιον ὕμνον τῆς μεγαλοπρεποῦς δόξης τοῦ Θεοῦ ἡμῶν˙ «Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαββαώθ, πλήρης ὁ οὐρανός καί ἡ γῆ τῆς δόξης σου». Ἀπό δέ τῆς φρικτῆς καί φοβερᾶς φωνῆς τοῦ κηρύγματος τούτου, ἐκπίπτει τρέμων ὁ διάβολος ἀπό τῆς αἰχμαλώτου ψυχῆς φυγαδεύονται δέ θορυβούμενοι καί καταισχυνόμενοι οἱ δαίμονες, ἀφέντες αὐτήν ἐλευθέραν τῆς δουλείας αὑτῶν. Καί βλέπει λοιπόν ὅτι ἀνέτειλεν αὐτῇ τό φῶς τό ἀληθινόν˙ καί προσέχουσα βλέπει τήν εὐπρέπειαν τοῦ ἀθανάτου ἀμνοῦ, καί ἐπιποθεῖ ἐμπλησθῆναι τοῦ σώματος αὐτοῦ καί αἵματος. Καί τότε ἀκούει τοῦ μεγαλοφώνου Δαβίδ βοῶντος καί λεγοντος «γεύσασθε καί ἴδετε, ὅτι χρηστός ὁ Κύριος». Καί προσελθοῦσα ἐν φόβῳ, κοινωνός γίνεται τοῦ σώματος αὐτοῦ καί τοῦ αἵματος καί ἀνεξάλειπτος γίνεται ἡ γεῦσις ἐν αὐτῇ, φυλάττουσα αὐτήν ἀπό παντός πάθους.

Ταῦτα μελέτα, εἴτε παρεστηκώς τοῖς ἁγίοις, εἴτε μερίζων ἤ ποτίζων ἤ βαστάζων κοινωνίαν πρός τινα, ἤ συστέλλων τά Ἅγια, καί ἁπλῶς πᾶσαν λειτουργίαν ποιῶν τοῦ θυσιαστηρίου.

Περί δέ τοῦ ἱματίου, πνευματικόν κτῆσαι χλαμύδα, ἐν ᾗπερ εὐαρεστεῖται ὁ Θεός˙ τά δέ περισκέλιά ἐστι, τό νεκρῶσαι τά μέλη.

Εἰπέ δέ μοι, ἀδελφέ, ἐάν φορέςῃ ἄνθρωπος ὁλοσήρικον πορφύραν καί ᾖ πόρνος, καθαρίζει αὐτόν τό ἱμάτιον ἀπό τῆς πορνείας ἤ τῶν ἄλλων παθῶν; Τί οὖν ποιήσουσιν οἱ ἄξιοι τῶν ἁγίων μυστηρίων καί ἀποροῦντες ἱματίων; Περί ἑνός χιτῶνος προσέταξεν ὁ Κύριος, τοῦτ᾿ ἔστι τοῦ ἐνδύματος τῶν ἀρετῶν, οὗ καταξιώσαι πάντας ἡμᾶς ὁ Θεός, εἰς τούς αἰῶνας. Ἀμήν.

 

σμβ'

Τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα.

Συγχώρησόν μοι, δέσποτα, καί εὖξαι ὑπέρ ἐμοῦ διά τόν Κύριον, ἵνα ἁγιασθῶσι τά αἰσθητήριά μου. Καί ἐπειδή εἶπεν ἡ ἁγιωσύνη σου περί τοῦ διακόνου, ὅτι ὡς τά Χερουβίμ ὀφείλει εἶναι, ἐγώ δέ μολύνομαι εἰς αὐτά, πί ποιήσω, ἵνα μή εἰς κρῖμα γένηταί μοι ἡ διακονία; Ταλαίπωρος γάρ εἰμι καί οὐ δύναμαι ἐγκρατεύσεσθαι˙ διά τόν Θεόν βοήθει μου, ἵνα μή εἰς πάντα ἀπολέσω τήν ψυχήν μου.

 

Ἀπόκρισις

Ποίησον τήν διακονίαν σου ἔχειν πάντοτε τήν μνήμην ταύτην, πῶς ὀφείλει εἶναι ὁ διάκονος καί πῶς εἶ, μνημονεύων τοῦ θανάτου, καί πῶς μέλλεις ἀπαντήσειν τῷ Θεῷ˙ καί ἐν τῷ κατακρίνειν σεαυτόν ἀδιαλείπτως, κατανύσσεταί σου ἡ καρδία δέξασθαι μετάνοιαν. Καί ὁ εἰπών διά τοῦ προφήτου, «εἰπέ πρῶτος τάς ἁμαρτίας σου, ἵνα δικαιωθῇς», αὐτός δικαιοῖ σε καί ἀθῶόν σε ποιεῖ ἀπό πάσης κατακρίσεως˙ φησί γάρ, «Θεός ὁ δικαιῶν, τίς ὁ κατακρίνων»;

Καθώς οὖν διαφόρως ἐδήλωσά μοι, κτῆσαι ταπείνωσιν, ὑπακοήν τε καί ὑποταγήν, καί σώζῃ˙ καί μή εἴπῃς ὅλως ἀντιλέγων, τί τοῦτο καί διατί ἐκεῖνο; Ἀλλά γενοῦ εὐπειθής, μάλιστα τῷ Ἀββᾶ σου, τῷ μετά Θεόν φροντίζοντί σου καί πιστευθέντι σου τήν ψυχήν˙ καί ἐάν σπουδάσῃς φυλάξαι ταῦτα, ἐγώ ὑπερεκπερισσοῦ ποιῶ μου τήν δύναμιν.

Ὁ Κύριος φυλάξοι καί σκεπάσοι σε ἀπό τοῦ πονηροῦ. Ἀμήν.

 

σμγ'

Τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Εἰπέ μοι, Πάτερ, τί δοκιμάζεις ἵνα ποιήσω εἰς τήν μικράν μου λειτουργίαν, ἥν ἔχω; Ἐάν γάρ μή ἀπό τῶν δαιμόνων χλευάζωμεν ὡς ἀεί, ἕως ἑνός ἱματίου, οὐκ ἡδέωςἔχω κρατῆσαι. Λοιπόν εἴ τι κελεύεις ποιῶ, ὅπως ἐλεηθῶ˙ ὁ Θεός γάρ οἶδεν ὅτι ἐν πολλῇ ἀκαταστασίᾳ εἰμί καί πάθεσιν˙ εὖξαι ὑπέρ ἐμοῦ διά τόν Κύριον, ὅπως μή χωρισθῶ ἐκ τοῦ κόλπου ὑμῶν, κἄν ἐν τῷ νῦν αἰῶνι, εἰπεῖν γάρ ἐν τῷ μέλλοντι αἰσχύνομαι διά τά πάθη μου.

 

Ἀπόκρισις

Ἀδελφέ, τό βιάσασθαι ἑαυτόν ἐν πᾶσι καί ἡ ταπείνωσις φέρει τινά εἰς προκοπήν. Καί γάρ ὁ Ἀπόστολος οὕτω φησίν˙ «ἐν παντί θλιβόμενοι, ἀλλ᾿ οὐ στενοχωρούμενοι». Καί ἡμεῖς ὅτε ἐρρίψαμεν τήν ὕλην ἐπάνω τοῦ Ἀββᾶ, καί οὐκ ἐκρατήσαμεν τίποτε εἰς τάς χεῖρας ἡμῶν, ὁ Θεός οἶδε καί μαρτυρεῖ, ὅτι οὐκ εἴχομεν, ὅτι χάριν ὀφείλει ἔχειν ἡμῖν, ἀλλ᾿ ἡμεῖς εἴχομεν αὐτῷ χάριν ὅτι ἐβάστασεν ἡμῶν τό φορτίον καί ἐποίησεν ἡμᾶς ἀμερίμνους. Καί ὁ Ἀπόστολος Πέτρος εἶπεν˙ ὑποτασσόμενοι πάσῃ ἀνθρωπίνῃ κτίσει διά τόν Κύριον». Καί ὁ Ἰάκωβος εἶπεν ὅτι, «ὅστις ὅλον τόν νόμον τηρήσει, πταίσει δέ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος». Καί διά τοῦτό ἐστι, τό μή ἔχειν τινά ἴδιονθέλημα, ἀλλ᾿ ἐν παντί ἑαυτόν ὁ διάβολος μέγα φρονεῖν, ὅτι καλῶς ἐποίησεν, ἀπόλλυσι πάντα ὅσα ἐποίησε. Λοιπόν ποιῶν ὅ ποιεῖς, ταπεινοφρόνει λέγων˙ συγχώρησόν μοι, Κύριε, ὅτι ἐβάρησα τόν Ἀββᾶν, ρίψας ἐπάνω αὐτοῦ τό φορτίον μου. Ὁ Κύριος Ἰησοῦς Χριστός σώσει ἡμᾶς. Ἀμήν.

 

σμδ'

Ἄλλος ἀδελφός διάκονος παρῃτεῖτο λειτουργῆσαι ἐν τῷ θυσιαστηρίῳ, ἐνθυμούμενος τάς προλαβούσας ἁμαρτίας αὑτοῦ, καί ἠρώτησε τόν αὐτόν μέγαν Γέροντα περί τούτου, ἅμα δέ καί περί τῆς σωματικῆς αὑτοῦ ἀσθενείας˙ καί ἀπεκρίθη αὐτῷ ταῦτα.

 

Ἀπόκρισις

Ἀδελφέ, ἐδίδαξεν ἡμᾶς ἡ Γραφή ὅτι «οἱ θέλοντες εὐσεβῶς ζῆν κατά Χριστόν διωχθήσονται». Πῶς δέ καί ἐν τῷ νῦν καιρῷ ἔσται διωχθῆναι; Ἐκ τῶν δαιμόνων, διωκόντων αὐτούς ἀπό τοῦ φόβου τοῦ Θεοῦ καί ἀπό τῆς λατρείας αὐτοῦ. Ἡ δέ μετάνοια τῆς ἁμαρτίας, τό μηκέτι ποιῆσαι ταύτην ἐστί˙ καί τό ἀπέχεσθαι τῶν κακῶν, ἀπαλλαγήν αὐτῶν ἐστι. Μή λυπήσουσί σε τά πρῶτα καί μή κωλύου τοῦ διακονῆσαι, μετά φόβου μέντοι καί τρόμου, τῷ Θεῷ, καί πρόσεχε ὅτι ἁγιασμός ἐστι τῇ ψυχῇ σου. Καί ἐάν πιστεύῃς οὕτως, ἀεί τρέμεις τοῦ μή ἁμαρτάνειν, ἵνα μή ἐκπέσῃς τοῦ ἁγιασμοῦ.

Βάστασον οὖν τά πάθη καί τάς θλίψεις εὐχαρίστως, ὅτι παιδεία ἐστί Θεοῦ καί ἐλεεῖ σε καί γίνονται εἰς σωτηρίαν τῆς ψυχῆς σου.

 

σμε'

Ἄλλος ἀδελφός ἠρώτησε τόν αὐτόν μέγαν Γέροντα.

Εἰπέ μοι, Πάτερ, εἰ φυσικός ἐστιν ὁ θυμός ἤ παρά φύσιν; Καί τίς εἰ τούτου διαφορά;

 

Ἀπόκρισις

Ἀδελφέ, ἔστι θυμός φυσικός, καί ἔστι θυμός παρά φύσιν. Ὁ οὖν φυσικός μάχεται, ἵνα μή γένωνται τά τῆς ἐπιθυμίας θελήματα˙ καί οὗτος οὐ δεῖται φαρμάκων, τεθεραπευμένος γάρ ἐστιν. Ὁ δέ παρά φύσιν μάχεται, ἐάν μή τελειωθῶσι τά θελήματα τῆς ἐπιθυμίας˙ οὗτος δεῖται φαρμάκων περισσοτέρων τῆς ἐπιθυμίας. Μείζων γάρ τοῦ στρατιώτου ἐστίν ὁ ἐπιχορηγῶν αὐτῷ τήν δύναμιν˙ καί ἐάν κοπῇ, καταργεῖται ὁ στρατιώτης, μή εὑρίσκων δύναμιν.

 

σμς'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν Γέροντα.

Πόθεν ἔσχεν ὁ ἄνθρωπος τά πάθη;

 

Ἀπόκρισις

Καί τήν ψυχήν καί τό σῶμα ἀπαθῆ ἔκτισεν ὁ Θεός διά δέ τῆς παρακοῆς ἐξέπεσεν εἰς πάθη.

 

σμζ'

Ἕτερος ἀδελφός ἠρώτησεν τόν αὐτόν μέγαν Γέροντα.

Διά τόν Κύριον, ἐπεί ὀχλοῦμαι ὑπό τῶν παθῶν τῆς ψυχῆς μου, εἰπέ μοι τί ποιήσω ἐλευθερωθῆναι ἀπ᾿ αὐτῶν, καί εὖξαι ὑπέρ ἐμοῦ.

 

Ἀπόκρισις

Ἀδελφέ, ὁ θέλων σωθῆναι καί ἐπιποθῶν γενέσθαι τέκνον τοῦ Θεοῦ, ταπείνωσιν κτησάσθω μεγάλην, ὑποταγήν τε καί ὑπακοήν, καί τό ἀπαρρησίαστον. Βλέπε, ὅτι σύ εἶπας, εἰπέ μοι τί ἵνα ποιήσω˙ καί ἰδού εἶπόν σοι, κἀγώ ἐγγυῶμαι, ὅτι οὐ κατακυριευθήσῃ ὑπό τοῦ ἐχθροῦ οὐδέ ὑπό τοῦ πάθους, καίονται γάρ ὑπό ταπεινώσεως, ὡς ὑπό πυρός, καί γαληνιᾷ ἡ καρδία φωτιζομένη ἐν Χριστῷ.

Αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

 

σμη'

Ὁ αὐτός ἀδελφός ἠρώτησε τόν ἄλλον Γέροντα, δοθείς ὑπό τοῦ Ἀββᾶ αὑτοῦ συνοικῆσαι γέροντι καί ὑπηρετεῖν αὐτῷ.

Πῶς ὀφείλω γνῶναι, Πάτερ, εἰ κατά Θεόν κάθημαι ἤ βλάπτομαι ἐκ τοῦ τοῦ μή εἶναι μετά τῶν ἀδελφῶν ἐν τῷ κοινοβίῳ, ἀλλά κατά μόνας, καί τά πάθη δέ θλίβουσί με; Περί δέ τῶν Ψαλμῶν πῶς κελεύεις, ἵνα ποιήσω. Ὁμοίως καί περί τοῦ ὕπνου˙ φοβοῦμαι γάρ μήπως κυριεύσῃ μου˙ καί περί τῆς λήθης ὡσαύτως. Καί ἐπεί πολύ ὀχλεῖ μοι τό αἰσχρόν πάθος, τί ἐστι τό σημεῖον τῆς συγκαταθέσεως.

 

Ἀπόκρισις Ἰωάννου.

Ἐάν θέλῃς μαθεῖν, εἰ βλάπτῃ ἤ ὠφελῇ κατ᾿ ἰδίαν καθήμενος, ἔχε τοῦτο τό σημεῖον˙ ἐάν καθ᾿ ὑπακοήν κάθῃ, μάθε ὅτι ὠφελῇ˙ φησί γάρ, «κρεῖσσον ὑπακοή ὑπέρ θυσίαν». Ἐάν δέ ἀντιλέγῃς, βλάπτῃ˙ θέλημα γάρ ἐστι κακόν. Οὐκ ἀπεχωρίσθης ἀπό τῶν ἀδελφῶν σου, μή γένοιτο! ἀλλ᾿ ὁ Θεός ᾠκονόμησεν, ἵνα κατά τήν ἀσθένειαν τοῦ σώματός σου ποιήσῃς σεαυτῷ μισθόν διά τοῦ γέροντος.

Τά δέ περί τῶν παθῶν, οὐ δύναται μή κινεῖσθαι κατά τοῦ ἀνθρώπου πρός δοκιμήν αὐτοῦ˙ ἀνήρ γάρ ἀπείραστος, ἀδόκιμος. Ἐπεί εἶπας ὅτι κατά μόνας κάθημαι, μή ἔχε οὕτως, ἐπεί βλάπτῃ˙ οὐ γάρ εἶ κατά μόνας, ἐάν πιστεύῃς, ἀλλ᾿ ἔχεις τόν Θεόν, ᾧ παρέθετό σε ὁ μέγας Γέρων καί τήν εὐχήν αὐτοῦ συνεργοῦσάν σοι. Μόνον ἄλλο οὐ θέλεις δεῖξαι, εἰ μή ὑπακοήν καί σώζῃ. Οὐ βλάπτῃ οὖν, μή φοβηθῇς.

Περί δέ τῶν Ψαλμῶν, ὡς ποιοῦσιν οἱ ἀδελφοί, καί σύ ποίησον, λέγων κατά ᾠδήν τρεῖς Ψαλμούς, καί βάλλων γονηκλισίας, καί οὐ κατακυριεύσει σου ὁ ὕπνος˙ ἐκτός ἀσθενείας, οὕτω κατά νύκτα ὀφείλεις ποιεῖν.

Ἡ λήθη ἀπώλειά ἐστι ψυχῆς, γίνεται δέ ἀπό καταφρονήσεως καί ἀμελείας.

Περί δέ τοῦ αἰσχροῦ καί μισητοῦ πάθους, κόπου δεῖται καρδίας καί σώματος, ἵνα ἐκριζωθῇ˙ καρδίας, ἵνα ἀδιαλείπτως δέηται τοῦ Θεοῦ˙ σώματος δέ, ἵνα ὑποπιασθῇ καί δουλαγωγηθῇ κατά τήν δύναμιν τοῦ ἀνθρώπου.

Τό σημεῖον τῆς συγκαταθέσεώς ἐστι, τό ἀρέσαι τό πρᾶγμα τῷ ἀνθρώπῳ καί ἡδυνθῆναι ἐν τῇ καρδίᾳ αὐτοῦ καί αὐτό μελετῆσαι ἡδέως. Ἐάν δέ τις ἀντιλέγῃ τῷ λογισμῷ καί πολεμῇ μή δέξασθαι αὐτόν, τοῦτο οὐκ ἔστι συγκατάθεσις, ἀλλά πόλεμος˙ καί τοῦτο φέρει εἰς δοκιμήν καί προκοπήν τόν ἄνθρωπον.

Ὁ Κύριος Ἰησοῦς Χριστός καθαρίσοι σε ἀπό τῶν ἁμαρτιῶν σου καί ἐνδυναμῶσοι σε τῇ ἀγαθότητι αὐτοῦ ἐν τῇ ἀσθενείᾳ σου. Ἀμην.

 

σμθ'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Τί ἐστιν ὑπακοή, καί τί ὀφείλω εὔχεσθαι; Καί ἐάν τις εἴπῃ μοι, εὖξαι ὑπέρ ἐμοῦ, τί ὀφείλω ποιῆσαι; Εἰ πάντοτε αὐτοῦ ὀφείλω μνημονεύειν.

 

Ἀπόκρισις

Ἡ ὑπακοή κόπτει τό θέλημα, ἐκτός δέ κόπου, οὐδείς δύναται κτήσασθαι ὑπακοήν. Εἰ δι᾿ ὑπακοήν κάθῃ καί οὐ δι᾿ ἀνάπαυσιν σωματικήν, τοῦτο οὐκ ἔστι θέλημά σου, οὐδέ ἐμπαθῶς κάθῃ, ἀλλά μᾶλλον ἀρέσκεις τῷ Θεῷ˙ εἰ δέ ἠδυνάμενος τῇ ἀναπαύσει κάθῃ, οὐκ ἀρέσκεις τῷ Θεῷ καί τά λοιπά.

Περί δέ εὐχῆς λέγε˙ Κύριε, ρῦσαί με ἀπό τῶν ἁμαρτιῶν μου καί ἀπό τῶν παθῶν τῆς ἀτιμίας. Καί ἐάν τις εἴπῃ εὖξαι ὑπέρ ἐμοῦ, εἰπέ ἐν τῇ καρδίᾳ σου, ὁ Θεός ἐλεήσοι ἡμᾶς, καί ἀρκεῖ. Τό δέ πάντοτε μνημονεύειν αὐτοῦ οὐκ ἔστι σόν, ἀλλά τῶν τελείων, τῶν δυναμένων εὔχεσθαι ὑπέρ ἀλλήλων.

 

σν'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν.

Παρακαλῶ σε, Πάτερ, εἰπεῖν μοι, πῶς δύναμαι γνῶναι ὅτι εἰμί ἐν ὑποταγῇ καί ἀφῶ τό ἴδιον θέλημα, καί τί ὀφείλω ποιῆσαι, ἵνα ἐξισωθῶ τοῖς ἀδελφοῖς. Ἀκούω γάρ παρά τῶν πατέρων, ὅτι ὁ ἐν ὑποταγῇ ὤν καί τό ἴδιον θέλημα μή ποιῶν, ἀλλά ἐξισούμενος τοῖς ἀδελφοῖς ἐν πᾶσιν, ὅ τοιοῦτος ταχέως ἔρχεται εἰς προκοπήν˙ καί ἐρευνῶ τήν καρδίαν, εἰ κάθημαι [εἰς] κοινόβιον ὡς οἱ ἀδελφοί, καί οὐ πληροφοροῦμαι˙ ὅτι πρό αὐτῶν καταλύω καί λαμβάνω ταχύτερον τήν τροφήν, καί ὅτι ἐσθίω κατά μόνας καί θέλω δοκιμάσαι, εἰ δύναμαι φαγεῖν βραδύτερον, καί φοβοῦμαι διά τήν ἀσθένειαν.

 

Ἀπόκρισις

Ἐν τούτῳ δύνασαι μαθεῖν ὅτι [εἰς] κοινόβιον κάθῃ, ἐν τῷ μή ἐξ ἰδίου θελήματος πρᾶγμα ποιεῖν,μήτε φαγεῖν κατά μόνας, μήτε μετά τῶν ἀδελφῶν, ἀλλά τά κελευόμενά σοι ποιεῖν χωρίς ζητήσεως˙ ἥγησαι δέ σεαυτόν ὡς ἕνα τῶν ἀσθενούντων. Μή οὗτοι οἱ ἀσθενοῦντες ἔξωθέν εἰσι τοῦ κοινοβίου, ὅτι μόνοι τρώγουσι; Μή γένοιτο! Ἀλλά διά τήν ἀσθένειαν αὐτῶν τοῦτο ποιοῦσι, κατά κέλευσιν τοῦ Ἀββᾶ. Οὕτω καί σοί ὁ Θεός ἔδωκε τήν πρόφασιν τοῦ γέροντος, ἵνα μή σκανδαλισθῶσιν οἱ ἄπειροι, βλέποντές σε τρώγοντα τάχιον˙ καί τό φαγεῖν βράδιον μετά τῶν μή ἀσθενούντων, οὐ στήκεταί σοι θλῖψις. Ὥστε οὖν ἀφ᾿ οὗ πρόφασιν εὗρες τοῦ μή παρέχειν λογισμόν τινι, μή διακριθῇς φαγεῖν κατά μόνας. Τό ποιεῖν οὖν πᾶν πρᾶγμα κατά κέλευσιν τοῦ Ἀββᾶ καί οὐ κατά τό ἴδιον θέλημα, κοινόβιον καί ἰσότης ἐστί τῶν ἐν τῷ κοινοβίῳ ἀδελφῶν.

Οὐ μή μνημονεύεις ὅτι ἐπολεμήθῃς μετά τοῦ Ἀββᾶ καί οὐκ ἤθελες λαβεῖν. Πῶς ἐτόλμησας ἐν ἀφροσύνῃ γογγύσαι; Μή τοῦ φαγεῖν ἦν; Οὐ τό θέλημα ἦν; Εἰ ὠφεληθῆναι θέλεις καί εἰς κοινόβιον καθίσαι, τό θέλημά σου κόψον ἐν πᾶσι καί ὑποτάγηθι τά ἴσα τῶν ἀδελφῶν˙ καί ἰδού συγκοινόβιος αὐτῶν εἶ πρός τήν ὠφέλειαν τῆς ψυχῆς σου, ὁδηγούμενος ὑπό τῶν Πατέρων σου, τοῦ μεγάλου Γέροντος καί τῶν λοιπῶν. Ἐξακολούθησον τῇ αὐτῶν συμβουλήν χάριτι Χριστοῦ. Περισσότερον γάρ σου γινώσκουσι τό συμφέρον τῆς ψυχῆς σου, ἀδελφέ.

 

σαν'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν μέγαν Γέροντα

Ἐπισασσόμενος παρά τοῦ ὑπηρετουμένου ὑπ᾿ αὐτοῦ Γέροντος κληρικοῦ ὄντος, μή ὠν αὐτός κληρικός, ποιεῖν εὐχήν, ἤ καί εὐλογῆσαι βρῶμα, ἤ ἄλλο τι τοιοῦτο, καί βαρούμενος ἐκ τούτου, ἠρώτησε, εἰ δεῖ ὑπακοῦσαι αὐτῷ εἰς τοῦτο.

 

Ἀπόκρισις Βαρσανουφίου

 

Φύλαξον μή χαρῆναι ψηφιζόμενος καί δεῖξον ὑπακοήν τήν ἐξορίζουσαν τήν φιλονεικίαν, τήν μισουμένην ὑπό τοῦ Θεοῦ καί ὑπό τῶν ἀγαπώντων αὐτόν˙ κράτει δέ τήν ὑπακοήν, τήν ἀναφέρουσαν εἰς τόν οὐρανόν, καί ὁμοίους τῷ Υἱῷ τοῦ Θεοῦ ποιοῦσαν τούς κτωμένους αὐτήν.

Αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Για ενημέρωση σχετικά με τα νέα, τις εκδηλώσεις, τις εκδόσεις και το έργο μας παρακαλούμε συμπληρώσετε τα παρακάτω στοιχεία. Για τους όρους προστασίας δεδομένων δείτε εδώ.